Ancient Greek · ~9 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 1-2
Not analysed yet
Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερ- κείμενα τοῦ Αανούβεβς τέμπη, ἡγεμὼν δὲ οὑτος τοῦ Σκυθικοῦ στρατεύματος,) σύμμικτον ἐπαγόμενος στράτευμα ὡσεὶ χιλιάδας ἀγδολήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν, καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλίγους, ὦν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐληΐζετο. καὶ εἰς ἀυτὴν δὲ φθάας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος, κατέλαβε τόποι τινά, Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης, τὴν ἐπωνυμίαν ἀπὸ τῆς ἐνεγκαμένης λαχών, μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλήν, ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου παμφύλου τόπου, καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον, τὸ ἅπαν συνεπαγόμενοι στράευμα. ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον σκοπὸν τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέ· ξις δὲ αὕτη συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι, παρείποντο ἰχνηλατοῦντες οἶον τὸ Ῥωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. ἐκεῖνος δὲ κάτα τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά τινων λογάδων, κατασκοπήσων τἀς βαρβαρικὰς δυνάμεις. ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν, ἐσφάδαζε μὲν τὴν αυμπλοκὴν τοῦ πολέμου, ἀνεβάλλετο δέ, τὴν Ῥωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σώζουσαν τῆς τῶν βαρβάρων δυνάμεως. ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννιάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καἰ αὐτὸς μᾶλλον πρὸς τοῦτο κατάρροπος ἥν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας, ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους. ἀλλὰ καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας, καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ καλουμένου Σκοτεινοῦ καὶ τοῦ κούλη ῥύακα, ἀπεπνίγοντο ὑπ’ ἀλλήλων συμπατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως, εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον, ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος. 2. Οὕτω δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν