Ancient Greek · ~35 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 3.1-14
Not analysed yet
Ἀλλὰ τοῦτο μέν τὸ συστύχημα κοῦφον ἐδόκει πρὸς ἄνδρα τυραννικὸν ἔχοντα φρόνημα καὶ ἀπολεῖν ἀπειλοῦντα ἅπασαν γῆν. ὅμως μέντοι καὶ δυστυχῶν διεμηχανᾶτο καὶ καθάπερ θηρίον τιτρωσκόμενον πρὸς ἑαυτὸν συνεστρέφετο καὶ ὥσπερ ἔφημεν πρὸς τὰς πολιορκίας ὅλῳ βλέμματι ἀπετείνετο. καὶ τὰ πρῶτα μὲν κριοφόρον χελάνην ἐξ- εργασάμενος, ἀπεριήγητόν τι θαῦμα, προσῆγε πρὸς τὸ ἀνα- τολικώτερον μέρος τῆς πόλεως. καὶ αὐτῇ τιὴ ὄψει φοβερὸν θέαμα· κατεσκεύαστο γὰρ ὧδε. μικράν τινα χελώνην ποιη- σάμενοι καὶ ἐν παραλληλογράμμῳ σχήματι ταύτην κατασκευ- άσαντες καὶ τροχοὺς ὑποθέντες καὶ πανταχόθεν, ἄνωθέν τε καὶ ἑκατέρωθεν, τὰς πλευρὰς διαστεγάσαντες βύρσαις βοείαις καὶ συνερραφότες πανταχόθεν καὶ τοῦτο δὴ τὸ παρ’ Ὁμήρου λεγόμενον ἑπταβόειον τὸν ὄροφον καὶ τοὺς τοίχους τοῦ μηχανήματος ποιησάμενοι κᾆθ’ οὕτως ἔνδον τοὺς κριοὺς ἀπῃώρησαν. ἐπεὶ δέ οὕτως εἶχεν αὐτῷ τὸ μηχάνημα, τοῦτο καὶ προσήγγισε τῷ τείχει, μυριάνδρου πλήθους ἔνδοθεν μετά τινων κοντῶν προωθούντων αὐτὸ καὶ ἐγγύθεν ποιουμένων τῶν τοῦ Δυρραχίου τειχῶν. ἐπειδὴ ἀποχρώντως εἶχεν αὐτῷ ἡ ἐγγύτης καὶ συμμέτρως τὰ πρὸς ἀπόστασιν, ὑφεῖλον μὲν τὰς τροχίας, περιπήγμασι δέ πανταχόθεν ἀσφαλισάμενοι τὸ μηχάνημα, ἵνα μὴ ταῖς ὠθήσεσι τὸ στέγος διασαλεύοιτο, ἐνταῦθά τινες ἄνδρες ῥωμαλεώτατοι ἑκατέρωθεν τοῦ κριοῦ σφοδρῶς ὠθοῦντες ἐπὶ τὸ τεῖχος εἴχοντο τῆς ὁμοταγοῦς τοιαύτης κινήσεως. καὶ οἱ μὲν καθάπαξ ὤθησαν σφοδρῶς τὸν κριόν, ὁ δέ καθάπαξ παρενεχθεὶς ἐσπάραττέ τε τὸ τεῖχος καὶ ἐκεῖθεν ἀποκρουόμενος καὶ παλιμπόρευτον τὴν φορὰν ποιούμενος ἀντεσπαράττετο. καὶ τοῦτο πολλάκις ἐποίει τέως πολλάκις περιφερόμενος ἑκατέρωθεν καὶ διατιτραίνων τὸ τεῖχος οὐκ ἔληγε. κριὸν δὲ εἰκότως οἱ ἀρχαῖοι μηχανικοὶ καὶ περὶ τὰ Γάδειρα τοῦτο ἐφευρηκότες προσωνομάκασιν ἐκ μεταφορᾶς τῶν καθ’ ἡμᾶς κριῶν, οἱ κατ’ ἀλλή- λων ἀντεπερζόμενοι μένοι διαγυμνάζονται. ἀλλ’ οἱ ἔνδον κατα- γελῶντες τῆς τραγικῆς ταυτησὶ τειχομαχίας τῶν βαρβάρων τούτων καὶ κριοφόρων ἀνδρῶν καὶ ὅτι εἰς οὐδέν αὐτοῖς περατοῦται τὰ τῆς πολιορκίας, ἀναπετάσαντες τὰς πύλας ἐκέλευον εἰσιέναι καταγελῶντες τῶν ἀπὸ τοῦ κριοῦ προσκρου- μάτων ἐγγινομένων. “οὐ γὰρ ἂν ”ἔφασαν “ἐργάσαιτο κριὸς τοιοῦτον χάσμα ἐκ τῆς κατ’ αὐτὸν τειχομαχίας, οἶον ἡ πύλη παρέχεται.” τοῦτο μὲν οὖν αὐτίκα τῇ τῶν ἔνδοθεν ἀνδρείᾳ καὶ τῷ θαρραλέῳ τοῦ στρατηγοῦντος Ἀλεξίου καὶ ἀδελφιδοῦ τοῦ αὐτοκράτορος Ἀλεξίου εἰς κενὸν ἀποδέδεικται, ἐρραθυμηκότων καὶ αἰτῶν τῶν πολεμίων ὅσον γε πρὸς τοῦτο καὶ ἀπειπαμένων τὴν πολιορκίαν. τὸ γὰρ ἀνδρεῖον τῶν ἔν- δοθεν καὶ τὸ ἀνεῷξαι τὰς πύλας τοῖς βαρβάροις καὶ θαρρεῖν κατ’ αὐτῶν εἰς δειλίαν ἐνέβαλε καὶ τοῖν μηχανήματος ἀπαγόρευσιν. ρευσιν. μὲν οὖν ἤργει τὰ παρὰ τῆς κριοφόρου χελώνης· οὐδέν δέ ἧττον καὶ τὸ πῦρ ἄνωθεν ἐπιρριφέν κατὰ τοῦ μηχανήματος ἀργοῦντος ἤδη καὶ ἀκινήτου μένοντος διὰ τὰς προειρημένας αἰτίας εἰς τέφραν μετήμειψεν. ἀπὸ τοίνυν τούτων τὸ Φραγγικὸν ἀπειπάμενον πλῆθος πρὸς ἄλλο μη- χάνημα φοβερώτερον μετελήλυθεν ἐπὶ τὰ βορειότερα μετα- στρέψαν ἀντικρὺ τῆς δουκικῆς καθέδρας, ὅπερ πραιτώριον προσωνόμαστο. ἦν δέ τὰ τῆς θέσεως τοῦ τόπου τοιάδε. εἰς λόφον ὁ τόπος ἀνίστατο, λέγω δὲ οὐ πετρώδη τόν λό- φον, ἀλλὰ γεώδη · ἐφ’ οὑπερ λόφου τὸ τεῖχος τῆς πόλεως ἵδρυτο. τούτου καταντικρύ, καθάπερ ἔφημεν, εὐστοχώτατα ὀρύττειν οἱ περὶ τὸν Βαïμοῦντον ἀπήρξαντο. ἄλλο τοῦτο κακὸν ταῖς πόλεσι μεμηχανημένον παρὰ τοῖς πολιορκηταῖς καὶ ἄλλο πολιορκητὸν ὄργανον κατὰ τῆς πόλεως τούτοις πανουργευόμενον ὀρύττοντες γὰρ ἐπῄεσαν ὑπὸ γῆν καθάπερ τινές ἀσπάλακες τὸν ὑπόγειον χοῦν διατιτραίνοντες καὶ ποῦ μὲν χελώναις ἀκροστέγοις περιφρουροῦντες τὰ ἄνω μέρη διὰ τὰς ἄνωθεν βαλλομένας βολὰς πετρῶν τε καὶ τόξων, ποῦ δὲ καὶ τὸ μετέωρον τῆς γῆς στύλοις τισὶν ὑπερείδοντες ὑπώρυττον ἐξ εὐθείας φερόμενοι, πλατύτατόν τε καὶ εὐμη- κέστατον τάφρον ποιούμενοι καὶ δι’ ἁμαξῶν ἀεὶ ἐκφερόμενοι τὸν ἀπὸ τοῦ ὀρύγματος χοῦν. ἐπεὶ δὲ εἶχον ἀρκούντως τῆς διατρήσεως, ἔχαιρον ὥσπερ τι μέγα κατειργασμένοι. ἀλλ’ οὐκ ἠμέλησαν οἱ ἐντός, ἀλλὰ κατὰ διάστημα τὴν γῆν ἀνορύξαντες καὶ τάφρον ἀξιόλογον ποιησάμενοι κατὰ τὸ διατεῖνον τῆς τά- φροι· ἐκάθηντο προσέχοντες, ὅπου δῆτα τὸ πολιθρκοῦν μέρος τὴν ἐκεῖθεν ἐνθάδε διάτρησιν μέλλει ποιήσασθαι. καὶ εὐθὺς κατά τινα τόπον ἐφευρηκότες αὐτοὶς κρούοντάς τε καὶ ἀνασκάπ- τοντας καὶ τὰς ῥίζας τοῦ τείχους ὀρύττοντας ᾔσθοντό τε αὐτοὺς καὶ μᾶλλον τὴν ἀπ’ ἐκείνων **ὀπὴν ἀνερρωγότες καταντικρὺ καὶ θεασάμενοι τὸ πλῆθος ἀπὸ τῆς ἐντὸς γινομένης τρυμαλιᾶς πυρὶ τὰ τούτων πρόσωπα κατῃθάλωσαν. τοῦτο δέ τὸ πῦρ ἀπὸ τοιούτων μηχανημάτων αὐτοῖς διεσκεύαστο. ἀπὸ τῆς πεύκης καὶ ἄλλων τινῶν τοιούτων δένδρων ἀειθαλῶν συνάγεται δάκρυον εὔκαυστον. τοῦτο μετὰ θείου τριβόμενον ἐμβάλλεταί τε εἰς αὐλίσκους καλάμων καὶ ἐμφυσᾶται παρὰ τοῦ παίζοντος λάβρῳ καὶ συνεχεῖ πνεύματι κᾆθ’ οὕτως ὁμιλεῖ τῷ πρὸς ἄκραν πυρὶ καὶ ἐξάπτεται καὶ ὡσπερ πρησ- τὴρ ἐμπίπτει ταῖς ἀντιπρόσωπον ὄψεσι. τούτῳ τῷ πυρὶ κεχρημένοι οἱ τἄνδον τοῦ Δυρραχίου κατέχοντες, ἐπείπερ ἀντιπρόσωποι ἦσαν τοῖς πολεμίοις, τάς τε γενειάδας αὐτῶν κατέφλεξαν καὶ τὰ πρόσωπα. καὶ ἦν ἰδεῖν τούτους καθάἀπ' περ σμῆνος μελισσῶν ὑπὸ καπνοῦ διωκόμενον ἐξαγομένους ἀτάκτως, ὅθεν εὐτάκτως εἰσήεσαν. ἐπεὶ δέ καὶ τοῦτο αὐ- τοῖς εἰς μάτην ἐπεπόνητο καὶ ἡ βαρβαρικὴ φροντὶς αὕτη εἰς οὐδέν δέον ἀπετελεύτησε, τρίτον αὐτοῖς ἐπινοεῖται μηχάνημα πύργος ξύλινος, ὅπερ, ὡς ἡ φήμη φησι, πολιορκητὸν ὄργανον οὐ μετὰ τὴν ἀστοχίαν τῶν προεσκευασμένων ὀργάνων κατῆρκτο γίνεσθαι, ἀλλὰ πρὸ τούτων εἰς ἐνιαυτὸν ὅλον. τοῦτο μὲν ἔργον εἶχε, τὰ δέ προειρημένα ὄργανα πάρεργον. ἀλλὰ δεῖ με πρότερον ὀλίγα περὶ τοῦ σχήματος τῆς πόλεως Δυρραχίου ἀφηγήσασθαι. τὸ μέν τεῖχος ταύτης ὑποχαλᾶται τοῖς πύρ- γοις · οἱ δὲ πύργοι κυκλόθεν ταύτης ἐξυπανίστανται, ὅσον εἰς ἕνδεκα πόδας ὑψούμενοι, διὰ κοχλίου τινὸς τὴν ἄνοδον ἔχοντες ἐπάλξεσί τε ἠσφαλισμένοι. οὕτως ἔχει σχήματός τε καὶ ἀσφαλείας ἡ πόλις. τὸ δὲ πάχος τοῦ τείχους εἰς ἀξιόλογον πάχος ἐκτέταται καὶ τοσοῦτον, ὥστε ἱππότας ἄνδρας δρᾶς καὶ πλείους τῶν τεσσάρων τοὺς ὤμους συμμίξαντας διïππάσασθαι ἀσφαλῶς. οὕτω μέν οὑν ἐκπεφράσθω μοι τὰ περὶ τοῦ τείχους ὡς ἐν παραδρομῇ τινα σαφήνειαν τῶν μελλόντων ῥηθῆναι προαφηγησαμένῃ. τὰ δὲ τῆς πυργοποΐας τοῦ μηχανήματος τούτου, ὅπερ καθάπερ χελώνης πύργον ἐμηχανήσαντο οἱ περὶ τὸν Βαϊμοῦντον βάρβαροι, καὶ ἀφηγήσασθαι χαλεπὸν καὶ ἰδεῖν φοβερόν, ὡς οἱ αἱ ἑωραἐπινενόητο κότες ἔλεγον, μὴ ὅτι γε οἶς προσεπέλασε φρικωδέστατον θέαμα. εἶχε δὲ τοιώσδε. πύργος ξύλινος κατεσκεύαστο ἐκ τετραγώνου βάσεως εἰς ἀξιόλογον μῆκος ἠρμένος καὶ τοσο~τον, ὥστε τῶν τῆς πόλεως πύργων ὑπερανέχειν εἰς πέντε που καὶ ἕξ πήχεις τὸ ὕψος. ἔδει γὰρ οὕτως κατεσκευάσθαι τὸν μόσυνα τοῦτον, ἵνα διά τινων ὑποβαθρῶν μετεώρων πρὸς τὸ χθαμαλώτερον καταχαλωμένων τὸ τεῖχος τῆς πόλεως ἐκεῖθεν εὐκόλως καταθραμεῖται. οὕτω γὰρ ἂν τὸ σφοδρὸν τῆς ῥύμης οὐκ ἂν ὑπενέγκοιεν οἱ ἐγχώριοι ἀεὶ πρὸς τὸ κατόπιν ὠθούμενοι. ὀπτικὴν δέ ἄρα τὴν ἐπιστήμην ἐπλούτουν, ὡς ἔοικεν, οἱ τὸ Δυρράχιον πολιορκοῦντες βάρβαροι. οἱ· γὰρ ἄνει τοιαύτης δυνάμεως τὰ ὕψη τῶν τειχῶν κατελάμβανον· εἰ δὲ μὴ ὁπτικῆς, ἀλλά γε τῆς ἀπὸ τῶν διοπτρῶν καταλήψεως. ὁ γοῦν πύργος ἐκεῖνος φοβερὸς μέν ἰδεῖν, φοβερώτερος δὲ κινούμενος κατεφαίνετο. τροχοὶ γὰρ πολλοὶ τὴν βάσιν αὐτῷ μετεώριζον· ἀναμοχλευόμενος δέ ὑπὸ τῶν ἔνδον δὸν στρατιωτῶν τοῖς μοχλοῖς θάμβος ἐποίει μὴ φαινομένης τῆς ἀρχῆς τῆς κινήσεως, ἀλλ’ ὥσπερ τις γίγας ὑπερνεφὴς ἀφ' ἑαυτοῦ ἐδόκει κινούμενος. ἐστέγαστο γὰρ ἁπανταχόθεν ἐκ βάσεως ἄχρι κορυφῆς καὶ εἰς στέγας πολλὰς διῄρητο καὶ θυρίσι κύκλῳ παντοδαπαῖς ἠνέῳκτο, ἀφ’ ὧν ἐξέπιπτε βέλη συχνά· πρὸς δὲ τὸ ἀνωτάτω μέρος ἄνδρες ἤσαν ἐξωὑποβαθρῶν πλισμένοι θυμοειδεῖς καὶ ἐπὶ τῶν χειρῶν τὰ ξίφη φέροντες καὶ πρὸς ἄμυναν διηυτρεπισμένοι. ἐΠεὶ δέ τῷ τείχει προσήγγισε τὸ φρικτὸν τουτὶ θέαμα, οὐκ ἀμελῶς ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον καὶ στρατηγὸν τῆς Πόλεως Δυρραχίου, ἀλλ’ ἅμα τε τοῦτο τὸ μηχάνημα ἔξωθεν τῷ Βαϊμουντῳ κατεσκευάζετο ἄζετο ὡσπερ τις ἑλέπολις ἄφυκτος καὶ ἄλλο τι ἔνδοθεν τοῦ τείχους αὐτοῖς ἀντεμηχανᾶτο. ἑωρακότες γὰρ εἰς ὅσον ὕψος ὁ αὐτοκίνητος οὗτος πύργος ἐκτέταται καὶ ὅπου τοῦτον ἐστήριξαν ὑφελόμενοι τοὺς τροχούς, τέτταρα ξύλα μακρότατα καταντικρὺ τοῦ μόσυνος πήξαντες ὡσπερ ἀπὸ τετραγώνου βάσεως εἰς πήγματος σχῆμα διανιστάμενα κᾆθ’ οὕτως βάσεις τινὰς διειληφότες μεταξὺ τῶν ἀντιεταγμένων ξύλων εἰς πῆχυν ἵνα τὸν ἔξωθεν ξύλινον πύργον ἐποίησαν ἀνατρέχειν. ἀστεγὲς δὲ ἦν ἁπανταχόθεν ὅλον τοῦτο τὸ διάστημα· οὐ γὰρ ἐδεῖτο προφυλακῆς, εἰ μὴ μόνον κατὰ τὴν κορυφὴν ἐξωρόφωτο. ἐνταῦθα δὴ ἀναγαγόντες οἱ ἀμφὶ τὸν Ἀλέξιον στρατιῶται τὸ ἔνυγρον πῦρ περὶ τὰ ἀκρόστεγα τοῦ άνεπιφράκτου ξυλοπύργου ἔμελλον ἐξακοντίζειν πρὸς τὸν ἀντίθετον μόσυνα. ἀλλ’ ἐδόκει καὶ ἡ βουλὴ καὶ τὸ πρᾶγμα οὐ πρὸς πανωλεθρίαν τοῦ μηχανήματος ἀρκεῖν. ἀκροθιγῶς γὰρ ἔμελλε τὸ πῦρ τὸ ἐντεῦθεν ἐκεῖσε πεμπόμενον τοῦ μόσυνος ἅπτεσ- θαι. ἀλλὰ τί μηχανῶνται; πληροῦσι τὸν μεταξὺ τόπον τοῦ τε ξυλίνου καὶ τοῦ τῷ πόλεως πύργου εὐκαταπρήστου παντοίας ὕλης καὶ ἐλαόυ πολλοοῖ κατὰ ποταμοὺς κενουμένου· τούτοις ἐπενήνεκτο πῦρ, δαλοὶ καὶ φλόγες, ὅ κατὰ μικρὸν ὑποτυφόμενον κᾀθ' οὕτως βραχείας ἀναπνοῆς ἐπιδραξάμενον ἔπειτα εἰς περιφανῆ φλόγα διαρθὲν συνεπιλαμβανομένων καὶ τῶν ἀπὸ τοῖ· πυρὸς τοῦ ὑγροὶ πρηστήρων ἅπαν ἀνῆψε τὸ φρικτὸν ἐκεῖνο καὶ πολυϋλότατον μηχάνημα ἐμποιοῦν ἦχον καὶ. φοβερὰν θέαν ταῖς ὄψεσιν. αἴσθησις δὲ τοῦ πολλοῦ πυρὸς ἦν κυκλόθεν μέχρι σταδίων τρισκαίδεκα· θόρυβος δὲ καὶ ταραχὴ τοῖς ἔνδον βαρβάροις πολλὴ καὶ ἀμήχανος τῶν μέν ἐναπειλημμένων τῷ πυρὶ καὶ άποτεφρουμένων, τῶν δέ ἀπὸ μετεώρου ῥιπτούντων ἑαυτοὺς πρὸς τὴν γῆν· βοὴ δέ πολλὴ καὶ ἀμήχανος ταραχὴ ἀντηχούντων ναὶ τῶν ἐκτός.