Ancient Greek · ~20 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 3.1-6
Not analysed yet
ὁ δέγε αὐτοκράτωρ τοὺς νεήλυδας (συνέρρεον κανοὶ περισωθέντα τοῦτον μεμαθηκότες,) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ καὶ τοξεύειν εὐστοχώτατα τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὦν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει, μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις, τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ᾿ ᾡ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν' ἀδείας τυχὼν στρατεύματα αὖθις καἰ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολ- λὰς τῷ Αλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων· κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας, τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ πουκαταλιπών, αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ ᾧ καὶ ξεικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλ' ἀττα οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι ξυμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὁ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων, ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ, τοῦ αὐτοκράτορος, ὑπισχνοῦντο μὶν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο, καἰ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτω πρὸς αὐτὸν ἐληλύθησαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου, ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥῆγός Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ έν ἀμηχανίᾳ γενόμενος, διεσκοπεῖτο, τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν ῾Ρογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾷν διάδοχον τῆς αὐτοῦ ἀρχῆς καταλέλοιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὅντι οὔπω χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας παντας καὶ τοὺς ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντός μετακαλεσάμενος τὸν ὠὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον, δημηγόρος προὖκάθητο καί φησιν· “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μου υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν νιῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾷν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα κω τοιοῦτον ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. ἔπει δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ κὼ ἡμᾶς, ὡς ἐνόν, ταίτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ' ᾡ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῶὶ δέ μου τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ἴσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαι δὲ καἰ ὑμῖν κὼ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καἰ ὅλῃ χειρὶ καὶ γνώμη ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοι δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ" ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον “διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμβούλοις έν ἅπασι χρᾶσθαι, καὶ μὴ οἶον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσεις τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ὲν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει, καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο, καὶ γάρ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο,) μὴ ἀνήσεις ὅλως μή πως ἀνέσεως τυχών, συλλέξῃ τό τε πνεῦμα κὼ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ ἀλλ’ ἐκ νηπίου ὲν πολέμοις καὶ μάχαις ἐντραφείς, πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν ἐληλυθώς, ὁπόσους ἀποστάτας τοῖς πρώην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κὰτ· αὐτοῦ χωρήσῃς πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. κἀγὼ μὲν ἤδη ἄπειμι, ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι χώρας καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι." οὕτω μὲν οὑν ξυνταξάμενος αὐτῷ, εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, οὑπερ παλαί ποτε εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. κεῖθι γοῦν ἐγκαρτερήσας, ἱκανὰς συνἐν ιλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν, ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπειδὴ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκεῖν τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ τὰ κατὰ τὸν αὐτοκράτορα ἐμεμαθήκει καὶ οὔτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους έν τῳ γενναίως μάχεσθαι, καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι, τόλμῃ καὶ γενναιότητι γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας, πρὸς τὴν ἐνεγκαμένην ἀνεχώρει, τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἔπι μηδενὶ δέοντι. οὗτος μὶν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ οἱ· Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολήν, αὐτὸς μὶν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελών, διώκειν τὸν Ἀλαμανίας προυτρέψατο. δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσεν. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίον θρόνου ὲδρά- ἅς, εὐφημίας αὖθις παρ’ ἐκείνου τυγχάνει. κἄπειτα τὸ Σαλερηνὸν ἐπανέρχεται, τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας εαυτὸν ἀνακτησόμενος.