Ancient Greek · ~30 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 2.1-6
Not analysed yet
μερῶν ἀπελαθέντες, παρὰ τὸν Ἰστρον αὖθις ἐπαναστρέψαντες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν ἀνέτως πάντη παροιλοῦντες ἐληΐζοντο. ταῦτα ὁ βασιλεὺς ἀκούσας, οὐκ ἠνέσχετο τῶν Ῥωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν, ἅμα δὲ κω δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελθόντες, αὖθις Χείρονα τῶν προτέρων ἀπεργάσωνται. ἔνθεν τοι παρεσκευασμένος καὶ καλῶς ἔξοπλίσας τὸ στράτευμα, καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν ἄπεισιν ἐν μεταιχμίῳ τῆς Δαμπόλεως καὶ Γολόης διακείμενον. κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπανταχόθεν δυνάμεις μετεπέμπετο. ἱκανὸν δὲ συνειλοχὼς στράτευμα ἐβουλεύετο, εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα, τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην, “οὐ χρὴ,, λέγων “ἐκεχειρίαν ὅλως τοῖς Σκύθαις διδοσθαι," εἰκότως τοῦτο πέρι τουτωνὶ τῶν βαρβάρων σκοπήσας. οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τεσσάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώρας, ἡ καί χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναι. οὐδὲ κύκλος εἷς ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν, ἀλλ’ ἐφ’ ἔτεσι τὰ Ρωμαίων ἐκυμαίνετο, κἀν ἐκ πολλῶν ἀλίγων τινῶν αύτοὶ ἐπεμνήσθημεν. ούδὲ διπλοῖς ἐμερίσθησαν λογισμοῖς, κἀν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο· ἀλλ’ οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν, ἔτι ἀμετάθετον τάθετον τέως τὴν γνώμην ἔχοντες. ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος, ὂν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασιλεὺς παρὰ τῶν Σκυθῶν ἑαλωκκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυθῶν κατὰ τὸ παρίστριον συνεχώρουν πόλεμον. ὁ δέ γε Παλαιολόγος Γεώργιος καἰ Νικόλαος ὀ Μαυροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάξοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι, ἐπέτρεπον τὰ τὰ τοῦ Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίσταριον τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην. σὺν οἶς κω οὶ δύο υἱεῖς Διογενοῦς τοῦ αὐτοκράτορος, Νικηφόρος τε καὶ Λέων, οἵ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπὴν έν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν, κἀντεῦθεν πορφυρογέννητοι προσηγορεύθησαν. ἡ δὲ πορφύρα οἴκημά τί ἐστιν κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς ὀρόφου κινήσεως διὰ τετραγώνου αυμπληρούμενον σχήματος, ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτελευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λιμένα, οὗπερ οἱ πέτρινοι. βόες καὶ οὶ λέοντες, διὰ μαρμαρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο, οὐ τῶν τυχόντων, ούδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν, ἀλλ’ ἐξ ὧν ἀπὸ Ῥώμης ὤ ἀνέκαθεν βασιλεῖς επεσύραντο. το. ἐστι δὲ οὗτος ὁ λίθος, τὸ ὅλον εἰπεῖν, πορφυροῦς δι’ ὄλου καὶ οἶον στίγματά τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέχουσιν. ἐκ τουτωνὶ τῶν λίθων οἴμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ὠνόμασαν. αλλ' ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυθῶν προυτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων· τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος, ὡς οὐκ ἔπειθεν, ἐπιφωνηματικῶς φησιν “ἴδθι, ὠ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρομικωτέρους τῶν ἵππων δοκιμάσεις." ἐρωτήσαντος δέ τινος, τί ὁ λόγος οὑτοσὶ βούλεται, “ὲν τῷ φεύγειν" φησι “ἄπαντασ." γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὁφθαλμοὺς δι' άποστασίαν ἔξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλήν καὶ παράταξιν δεινότατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνωρίετο. ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυένντος ἀπεστέρητο δι’ ἀποστασίαν ἥ ἐπανάστασιν κατὰ τοῦ αύτοκράτορος Βοτανειάτου, καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος ὦν δυτικῶν τε καί ἀνατολικῶν στρατευμάτων κατασχςεθείς, τῷ Βορίλλῳ παρεἐπεσύροντο δόθη τὰς ὄψεις ἀβλαβεῖς ἔχων, τοὺς ἐθέλοντας λεπτομερέστερον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα. ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὶν Ἀλεξίου ἤδη τὰ Ῥμωαίων διέτποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει, τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. ἀλλ’ ἐνταυθοῖ γενομένη, συγχέομαι τὴν ψυχὴν καἰ πένθους ἐμπίπλαμαι. σοφὸς μὲν γὰρ τὴν γνώμην ἦν οὗτος ὁ ἀνὴρ καἰ τὸν λόγον σοφώτατος. πάντα γὰρ καὶ ῥώμη καὶ τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸν συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀνεβλάστησε καὶ ὁ θεὸς ἐδημιούργησε. καὶ οἶον τὸν Ἀχιλλέα ὕμνησεν Ὅμηρος έν τοῖς ἀρχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. οὗτος τοίνυν ὁ Καῖσαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος, οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους. ἀλλὰ πᾶσαν βίβλον ἀναπτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφώς πολλὴν σοφίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ οὐχ ἡμετέρα. ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἔξέδωκεν ἐαυτόν, καὶ δὴ καὶ σύγγραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καἰ μητρός, τῆς βασιλίδος φημι Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου, καὶ ἀναγνώσεως, ἱστορίαν συντεταχὼς τῶν πρὸ τοῦ ἀναδήσασθαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός, ἐν ἑ τὰ κατὰ τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται, καὶ ὁμοῦ τάς τε τοῦ προγόνου στμφορὰς ὡς ἀληθῶς ἀφηγήσατο, καὶ τὰς τοῦ πενθεροῦ ἀριστείας συνέγραψε, καὶ οὐκ ἂν ἐψεύσατο, καίπερ ἀμφοῖν ὡς τοῦ μὶν ἀγχιστεύς τοῦ δὲ καθ’ αἷμα προσήκων. καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε ἱστορίας. ἔπει δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ’ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ’ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο, ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὶν ἄνωθεν ἀπὸ τῶν δυτικῶν μερῶν, ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν πλοίων τὰ μέγιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις ὄνομα τούτῳ, τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ὁ ποταμὸς μετονομάζεται,) ἐπεὶ δὲ τοίνυν διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν Σκυθῶν μερὶς ἐθεάσατο, ἐξ ἠπείρου δὲ καἰ τὸν αὐτοκράτορα μετὰ στρατεύματος πλείστου αὐτοὺς ἤδη καταλαμβάνοντα μεμαθήκεσαν, ὡς ἀμήχανον τὴν μεθ’ ἑκατέρων μάχην εὑρίσκοντες, τρόπον ἐπεζήτουν ,δι’ οὖ γένοιτ' ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας ,ἐπερωτῶντας τάχα τὰ περὶ εἰρήνης ,ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ τῶν λόγων παρενείροντας ,ἔστι δ' οὖ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων νεύσεσι καἰ αἰτήσεσι κατανεῦσαι θελήσειε ,μεθ’ ἱππέων χιλιάδων τριάκοντα συμμαχεῖν τῷ αὐτοκράτορι, ὁπηνίκα βούλοιτο. ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπόγυιον κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύονται ,καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. τούτων δὲ τῶν λόγων συνειρομένων, Νικόλαος τις τῶν ὑπογραμματευόντων, ὄντων, τῷ αὐτοκράτορι προσελθὼν πρὸς τὸ οὖς καἰ ὑποψιθυρίσας φησι “κατὰ ταυτηνὶ τὴν ἡμέραν βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδόκα γενήσεσθαι. τοῦ δὲ διαπιστοῦντος, ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, φησὶ τοῖς Σκύθαις ἐπιστραφεὶς, “Θεῷ τὴν κρίσιν ἀνατίθημι · καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρανοῦ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἔκδηλον γένηται, εἴσεσθε πάντως, ὡς σὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν εὐλόγως οὐ δέχομαι, ὅτι οὐκ ἐπ’ ἀληθείας οἱ γάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπεσβεύονται· εἰ δ’ οὐ ,διαμαρτὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι. · δύο οὖν οὔπω παρῆλθον ὧραι, καί τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν, ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι ,ὑποδραμούσης αὐτῷ τῆς σελήνης. καἰ οἱ μὶν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν, ὁ δέ γε αὐτοκράτωρ παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας καὶ ἀναφανεὶς δοκιμώτατος) ,ἐπισκήψας μεθ’ ἱκανῶν διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταντίνου ἥψατο. οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας, ἐπὰν τὴν μικρὰν Νικαίαν ἔφθασαν, νυκτὸς ἀναιροῦσι τοὺς φύλακας, ἀμελῶς πέρι τὴν αὐτῶν διατεθέντας φυλακήν. καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. ὁ δὲ Νικεριτης μόγις μετὰ τριῶν σωθείς, καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.