Ancient Greek · ~45 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 3.1-8
Not analysed yet
Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς ναὶ πτοηθεὶς μὴ οἱ πρέσβεις ἅπαν τὸ Σκυθικὸν στράτευμα κατ’ αὐτοῦ ἐρεθίσαντες ἐπεισπέσωσιν αὐτῷ ,οὐκ ὀνεγρου δεηθεὶς πρὸς μάχην αὐτὸν ἐποτρύνοντος, καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα, ἀλλ’ ἀναζέσας πρὸς μάχην καὶ τὴν Σιδηρὰν μετὰ τῶν ταγμάτων διελθών ,τὸν χάρακα πέρι τὴν Βιτζίναν ἐπήξατο · ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος ἐξελθόντες καὶ πορρωτέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέθησαν. ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ καταλαμβάνει τὴν Πλίσκοβαν, κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τὴν τοῦ Συμεῶνος καλουμένην ἄνεισιν ,ἣ καὶ βουλευτήριον τῶν Συθῶν ἐγχωρίως ὠνομάζετο. τὰ αὐτὰ δὲ πάλιν τῆς τῶν χρειωδῶν συγκομιδῆς χάριν τοῖς τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε. τῇ δὲ μετ’ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα, κἀκεῖσε τὰς σκευὰς καταθέμενος, τὸν χάρακα πήγνυται. ἐπεισπεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου, ἀνεῖλον μὶν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καὶ τινας τῶν ἐκθυμοτέρως ἀγωνισαμένων μανιχαίων. καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς ναὶ σύγχυσις, ὡς καὶ τὴν βασιλικὴν κα- ταπεσεῖν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἴππων. ὅπερ τοῖς μὴ ευνως πρὸς τὰν αὐτοκράτορα διακειμένοις κακὸς οἰωνὸς ἔδοξεν. ἀλλ’ ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπεσόντας βαράρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς ,ὂπ μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν, καὶ καταστείλας τὸν θόρυβον, σὺν αύταῖς δυνάμεσι μετ' εὐταξίας τὴν πορείαν ποιησάμενος, καταλαμβάνει τὴν Δρίστραν, πόλος δὲ αὔτη τῶν περὶ τὸν Ἴστρον διακειμένων περιφανής πολιορκήσων ταύτην δι’ ἑλεπόλεων. καὶ δῆτα τοῦ ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν, εἰσᾐει μετὰ παντὸς τοῦ στρατεύματος. αἰ ὥ δύο ἀκροπόλεις τῆς ῥηθείσης πόλεως ἔτι παρὰ τῶν συγγενῶν κατείχοντο τοῦ καλουμένου Τατοῦ ,ἐκείνου προφθάσαν. τος ἀπελθεῖν ἐφ’ ᾦ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν ὃς έν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη ,ὡς “ἐγὼ μὲν ἀκριβῶς οἴδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδιάδα ταύτην καταλαβόντα, σπεύσατε ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων, κἀκεῖσε τὸν χάρακα πήξασθε, ὡς μὴ ἐκεχειρίαν ἔχειν αὐτοκράτορα πολιορκεῖν τὸ φρουρίον, ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν ,τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. ὑμεῖς δὲ πανημέριοι καὶ παννύχιοι κατ' αὐτοῦ πέμποντες ἀμοιβαδὶς στρατιώτας μὴ ἐνδιδόατε." αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος ,καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν, ἐπεὶ δυσχερὴς ἦν καὶ καιροῦ δεομένη,) κἀκεῖθεν ἐξελθών, περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο, βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις ὁ μὲν οὖν Παλαιολόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνεβούλευον τὴν μεγάλην Περισθλάβαν καταλαβεῖν. ἁ “οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ’ εὐκοσμίας θεώμενοι, οὐδαμῶς τὸν καθ' ἀποθαρρήσουσι πόλεμον ἔλεγον. “εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι ,ὡς ἡττηθήσονται, καἰ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν." πόλις δὲ αὕτη περιφανὴς πέρι τὸν Ἴστρον διακειμένη ,ποτὲ μὲν οὔτ’ ὄνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ’ Ἑλληνίζουσα περὶ τὴν προσ- ηγορίαν, μεγάλη πόλις καὶ οὖσα κὼ λεγομένη · ἀφ’ οὖ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς κω οἱ ἐξ ἐκείνου γενόμενοι καὶ προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυναστείας ,καθάπερ 6 Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς Ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καἰ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη περισθλάβα πανταχόθεν τούτοις φημιζομένη. “ταύτην τοίνυν κρησφύγετον ἔΝες οἱ ἀμφὶ τὸν Μαυροκατακαλὼν ἔλεγον “καὶ ὁσημέραι δι’ ἀκροβολισμῶν τοῖς Σκύθαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτούς, μηδ’ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἡ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἔξεληλυθέναι." τούτων οὖν τῶν λόγων τριβομένων, ἀποβάντες οἱ τοῦ Διογενοῦς υἱοὶ τῶν σφετέρων ἵππων, οἶα καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι ,ὅ τε Νικηφόρος καἰ ὁ Λέων, τοὺς χαλινοὺς ἀφελόμενοι, πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ,ἐπειπόντες “μὴ δέδιθι, βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς." ὁ δὲ βασιλεὺς φιλοκινδυνότατος ὢν καὶ προαρπά- ζειν πεφυκὼς τἀς μάχας, οὐδ' εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν ναὶ τὰς σκευὰς ἁπάσας ἀναθέμενος τῷ Κουτζομίτῃ Τεωργίῳ πρὸς τὸ· Βέτρινον ἐξέπεμψε ,τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον ,μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καἰ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα ,παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτός, συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Αατίνων τῷ τοτὲ ἡγεμονεύοντος καὶ πέρων γενναίων ἀνδρῶν. τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφὴ γαμβρὸς αὐτοῦ. κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὁ τε Κασταμονίτης καἰ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὁ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. ἔξ δὲ τὸν ἀριθμὸν διελόμενος ,τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε, πρὸς αὐτόν τε ὁρᾷν παραγγείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ ,τούς τε δύο υἱούς φημι ‘Ρωμανοῦ τοῦ Διογενοῦς καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέμων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην κὼ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα. ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου διατυπώσαντες, ἐκ φυσικῆς ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι, κω λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφιγμασι καὶ καταπυργώσαντες οἱονεὶ ταῖς ἁρμαμάξαις τὸ στράτευμα, ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔνεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς Δαὶς τὸ στρατόπεδον, τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾷν ἐνετέλλετο, οὐδὲ τὸν συνασπισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι Σκύθαις γένωνται· εἶτ’ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ’ ἀλλήλων ἰεμένων θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι. οὕτω τοίνυν τοῦ αὐτοκράτορος ἑτοιμαζομένου, πόρρωθεν ἀνεφάνησαν οἱ Σκύθαι σὺν αὐταῖς ἁρμαμάξις καἰ γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. συρραγέντος δὲ τοῦ πολέμου, ἀπὸ πρωίας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλή, ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. ὁπηνίκα καὶ Λέων ὁ τοῦ προβεβασιλευκότος Διογενοῦς υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρείς, καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμονίαν ἐμπεπιστευμέννος, τότε τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος, ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλών, ἔπειτα γενναίως ἀγωνισάμενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε, τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων, τῶν δὲ κατασχεθέντων. τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης, ἔτι ἐκθύμως ἀμφοῖν τῶν στρατευμάτων μαχομένων, ἔπει λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες, τὰ νῶτα τηνικαῦτα διδόασιν. ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει· τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων, ἵστατο μεθ’ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, Νικηφόρου φημι τοῦ υἱοῦ τοῦ Διογενοῦς κω· Μιχαὴλ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. εἰσπηδή- σαντες δέ τινες πεζοὶ Σκύθαι τρεῖς, οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέρωθεν τοῦ χαλινοῦ, ὁ δὲ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δέ, τὸν ἀκινάκην ἀνατείνας καὶ· ἐμβριμησάμενος, ὀπισθόρμητον ἐποίησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκε, οὐδ’ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη, τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς ἐπίπαν διολισθαινούσης, καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ τὸν ἵππον, ἐν ᾧ ἐπωχεῖτο, καὶ οὕτως ἁλώσιμος τοῖς ἐχθροῖς γένηται. διὰ τοῦτο καἰ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πληγήν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος έν πάσαις γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις κὼ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστατοῦντα, οὔθ᾿ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ’ ἐπιθυμίαις ὑποσυρόμενος. τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ, τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν. ὁ δ’ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο. τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ, αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν φευγόντων ἀκρατῶς,) “ἵνα τί" φησιν “ὦ βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα πειρᾶσαι ἐγκαρτερεῖν; ἵνα τι τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας; · · ὁ δὲ βέλτιον γενναίως μαχομένους ἀποθανεῖν ἔφη, ἥ ἀγεννές τι πεποιηκότας σωθῆναι. ὁ δὲ πρωτοστράτωρ “εἰ μὲν τῶν κοινῶν εἷς τις ὢν τοῦτ’ ἔλεγες, ἐπαίνου ἦς ἄξιος· εἰ δὲ ὁ σὸς θάνατος κοσμικὸν ἐπάγει τὸν κίνδυνον, ἵνα τι μὴ τὸ βέλτιον αἱρῇ; εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσας νικήσεις. τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ, ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσβαλλόντων, καὶ τὰς σωζούσας ἀπεγνωκὼς ἐλπλήξῃν πίδας, “καερὸς ῆδη τῆς ἑαυτῶν σὺν θεῷ πεφροντικέναι σωτηρίας" τηρίας" εἶπε, “πλὴν ἀλλ᾿ οὐ τὴν αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ, ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῇ ἐπανέρχεσθαι συναντῶσιν ἡμῖν, ἀλλὰ χρὴ ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας “κατ᾿ αὐτῶν ἐξιππάσασθαι, ὡς σήμερον γεννηθέντας καί τεθνηξομένους, καὶ οὕτως ὄπισθεν θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως, ἐφ’ ἑτέραν ἄτραπον βαδιούμεθα." ταῦτα εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας, πρῶτος τος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα παίει· ὁ δ’ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρᾳ. καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος, μετὰ τῶν ἀμφ’ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς. τὸν δὲ πρωτοστράτορα, ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου, κατενεχθῆναι συμβέβηκεν. εἷς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ ἐπιδίδωσιν ἵππον. ἐφθακὼς δὲ τὸν αὐτοκράτορα, οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδός, ἔξόχως τοῦτον ποθῶν. συγχύσεως δὲ πολλῆς οὔσης, τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων, φθάνουσιν αὖθις καὶ ἕτεροι Σκύθαι τὸν βασιλέα, καὶ ὃς παραχρῆμα ἐπιστραφείς, πλήττει τὸν διώκοντα οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἄλλους οὐκ ὀλίγους, ὡς οἱ τότε συμπαρόντες διενίσταντο, ἀνεῖλεν. εἷς δέ τις Σκύθης Νικηφόρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν. ὃν ὁ αὐτοκράτωρ θεασάμενος, πρὸς τὸν Διογένην ἐφώνει “ὅρα καὶ ὄπισθεν, Νικηφόρε." ὁ δὲ γοργῶς ἐπιστραφείς, πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. καὶ ὡς τοῦ βασιλέως έν τοῖς ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν, οὐδέποτε τάχος τοιοῦτον οὐδὲ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. καὶ ὡς “ἐγώ" φησιν “εἰ μὴ τὴν σημαίαν κατεῖχον κατ’ ἐκείνῳ τὴν ἡμέραν, ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖλον," οὐ· περιαυτολογῶν. τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγμάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε, καὶ τὰ κὰτ αὐτὸν πρὸς ἡμᾶς κύκλοθεν τοὺς ἰδίους αὐτοῦ ἐνίοτε ἐκλαλεῖν, κὼ ταῦτα παρ’ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἐξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουεν ὑπέρκομπόν τι τὸν αὐτοκράτορα διηγούμενον. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων, οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν ὁ βασιλεύς. ἐπεὶ δέ τις Σκύθης μεταχειρισάμενος δόρυ μακρὸν δι’ ἀμφοτέρων τῶν χειρῶν, ἔπληξεν νυῶν κατὰ τοῦ γλουτοῦ, διέτρησε μὶν τὸν χρῶτα οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσιν. διὰ τοῦτο ἐπὶ τοσοῦτον βιασθείς, τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατίθησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του. οὗτος δὲ διὰ τῆς νυκτὸς διεσώθη εἰς Γολόνη· ὅτε καὶ ἔλεγον οἱ πολῖται “ἀπὸ τὴν Δρίστραν εἰς Γολόην καλὸν ἄπληκτον, Κομνηνέ." καἰ μεθ’ ἡμέ- ρας καταλαβὼν τὴν Βερόην, διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.