Ancient Greek · ~12 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 3.1-10
Not analysed yet
Τοιαῦτα μὶν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην. ὁ δέ γε Ταζχᾶς, ἀνὴρ ὢν φιλοπόλεμος, δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ’ οὐ πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις και ἀλλ' αττα τῶν κουφοτέρων νηῶν. τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, οὐκ ἀνέπιπτεν αὐθις. οὐθ' ἀνεβάλλετο ,ἀλλ’ ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. τὸν μὲν οὖν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος, τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. τὸν δέ γε σουλτάνον συνοῖσον ἐδόκει διὰ γραμμάτων ἐρεθίσαι κατ’ αὐτοῦ. εἶχε δ’ οὕτω τὰ γράμματα. “οἶδας, μεγαλοδοξότατε σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλταντιὸν ἀξίωμά σοι πατρόθεν προσήκει. ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἂν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται, βασιλέα ἑαυτὸν ἀποκαλῶν, ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. οὐ γὰρ λέληθεν αὐτὸν πολυπειρίαν ἔχοντα καὶ ἀκοριβῶς γινώσκοντα ,ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων, καὶ ἀδύνατον τοιαύτης ἐπιδράξασθαι. τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ, οὔτε μὴν ἀναπεπτωκέναι, ἀλλ’ ἐγρηγορέναι μᾶλλον, ἕνα μὴ τῆς ἀρχῆς παραλυθῇς. ἐγὼ μὲν οὖν τοῦτον τῶν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων P. 251 παρεγγυῶμαι, ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας φροντίσῃς ἀρχῆς καἰ ἐξουσίας, καὶ πὴ μὲν μετ’ εἰρήνης, πὴ δέ, εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι." τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων, καταλαμβάνει τὴν Ἄβυδον ὁ Τζαχᾶς μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων ἔξ ἠπείρου, καὶ ἐπολιόρκει ταύτην δι’ ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω ἀπραρτισθεῖσαι. ὁ δέ γε Δαλασσηνὸς εἴχετο μὶν μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος ὢν ὁ ἀνήρ · ὁ δὲ σουλτὰν Κλιτζιασθλὰν δεξάμενος τὰ παρὰ τοῦ βασιλέως διαμηνυθέντα ,ἔργου εὐθὺς εἴχετο, τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. ἔγγιστα δὲ τοῦτό γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλῶον δὲ οὐδαμοῦ, μήπω τῶν παρ’ αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισθεισῶν, μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ Ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν κλιτζιασθλὰν στράτευμα, ἐν ἀμηχανίᾳ καθειστήκει. πτοούμενος δὲ κὼ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐληίσατο προσεληλυθέναι τῷ σουλτάν, ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κὰτ αὐτοῦ κάτα. σκευασθεῖσαν τυρείαν. ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος, ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. τράπεζα,, τοίνυν, ὡς ἔθος, ἑτοιμάσας καὶ συνδειπνῶν μετ' αὐτοὶ, ζωρότερον πιεῖν τὸν Τζαχᾶν κατηνάγκαζεν. ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα τοῦ οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ πέρι· εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσβεύεται. καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρετ. δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ. καὶ τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος, τελεσθεισῶν, ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἤσαν οὔρια.