Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 4.1-7
Not analysed yet
Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλλαγείς, μηδὲ τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας, εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἴν τισιν, ἀλλά γε ταῖς φροντίσι καὶ ταῖς οἰκονομίαις συμπαρῆν καὶ συνέπραττε,) εἰς ἕτερον ἀγῶνα αὖθις ἠπείγετο. ὁ γὰρ Βολκάνος, ἀνὴρ δὲ οὗτος τὸ πᾶν τίς ἀρχῆς τῶν Δαλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι,) μετὰ διττὴν ἡλίου περιφορὰν τῆς τῶν Σκυθῶν καταλύσεως, τῶν ἰδίων ὅρων ἐξεληλυθώς, τὰς παρακειμένας ἐληίζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένοιν κατασχών πῦρ ἐμβαλὼν ἐνέπρησε. ταῦτα ὁ βασιλεὺς μεμαγηοχώς, οὐκέτ’ ἀνεκτῶς εἶχεν, ἀλλ' ἀποχρώσας δυνάμεις συναγηοχώς, κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίου ἤλαυνε, τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν Δαλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας,) ἐφ' ᾧ τῷ Βολκάνῳ, εἰ τύχοι, ἀντικαταστῆσαι πόλεμον συνάψαι καρτερόν, καἰ εἰ τὴν νίκην δοίη αὐτῷ θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. ὁ δὲ Βολκάνος τὴν τοῦ αὐτοκράτορος μεμαθηκὼς ἔλευσιν, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον· πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν Ῥωμαϊκῶν ὁρίων καὶ τῆς Δαλματίας. ὁπηνίκα δὲ τὰ Σκόπια ὁ αὐτοκράτωρ κατειλήφει, ἀποστείλας ὁ Βολκάνος διετίθετο τὰ πέρι εἰρήνης, καὶ ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθείς ,λέγων ὡς “ἐκεξῖνοι τοῖς οἰκείοις ὅροις μὴ ἐμμένειν βουλόμενοι, διαφόρους ἐκδρομὰς ποιούμενοι, οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ λοιποῦ διαπράξομαι, ἀλλ' ἐπαναστρέψας καὶ Ὁμήρους ἀποστελῶ τῶν ἐμῶν συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείωκ ὅρων οὐχ ὑπερβήσομαι." πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε. κω καταλείψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καἰ ἀναλαβέσθαι, ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτούμενος, οὐκ· ἐδίδου τούτους, ἀλλ' ἡμέραν ἐξ ἡμέρας ὑπερετίθετο. ἐνιαυτοῦ δὲ μήπω παρωχηκότος ὅλου ,αὖθις εἰς προνομὴν τῶν Ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει. καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος, ἀναμιμνήσκοντος αὐτὸν τῶν συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, οὐδ’ οὕτως τὰ ὑπεσχημένα τελέσαι ἤθελε. μεταπεμψάμενος οὑν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος καὶ αὐταδέλφου αὐτοῦ, κὰτ αὐτοῦ ἐξέπεμψε μετὰ ἀποχρώσης δυνάμεως. ὁ δὲ οἱα ἀπειροπόλεμος κίκι σφαδάζων ὡς νέος πρὸς μάχας, ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβάς, περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίον τὸν χάρακα ἐπήξατο. οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον. καὶ πάλιν πέρι εἰρή- νῆς καὶ πρὸς αὐτὸν ἠρώτα, ὑπισχνούμενος καὶ τούς ὑπεσχημένους ὁμήρους δοῦναι καὶ καθαρὰν τὴν εἰρήνην μετὰ τῶν Ῥωμαίων τοῦ λοιποῦ τηρῆσαι. ἀλλὰ ταῦτα μὶν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν · αὐτὸς δὲ ἔζωπλίζετο ἀγνώστως ἀυτῶ προσβαλεῖν. καὶ τῆς πρὸς τὸν Ἰωάννην φερούσης τοῦ Βολκάνου ἁψαμένου, μοναχός τις προκαταλαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ καταλαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο ,ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν. ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασεν πιστώσασθαι. νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὶν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. ὁπόσοι δὲ σταθηροτέρας γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες σκηνήν, ἐκθύμως μαχόμενοι ταύτην ἔπι ταυτοῦ μόγις διετήρησαν. οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ Ῥωμαϊκοῦ στρατεύματος ᾤχετο. ὁ δὲ Βολκάνος τοὺς ἰδίους ἀναλεξάμενος καὶ ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἔστη. οἱ δ’ ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι, ὀλιγοῖ ὄντες καὶ μὴ μετὰ τοσούτων μάχεσθαι δυνάμενοι, ἐβουλεύσαντο εἰς τοὐπίσω διαπερᾶσαι τὸν ποταμόν. τούτου δὲ γεγονότος, καταλαμβάνουσι τὸ Λιπένιον, ὡσεί δώδεκα σταδίους τούτου ἀπέχον· ἐπιπλέον δ' ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνάμενος ,τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε· κᾆθ' οὕτως τεθαρρηδὲ κὼς ὁ Βολκάνος, ὡς μή τινος του ἀντικαθισταμένου περιλειφθέντος, ἐληίζετο τὰς παρακειμένας πόλεις κω χώρας. καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρίπωσε, τὸ δέ τι καὶ κατέκαυσεν. οὐ μέχρι δὲ τούτου. ἀλλὰ καἰ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρανέας φθάσας καὶ δῃώσας ἅπαντα, πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος ,εἰς τὴν οἰκείαν ὑπέστρεψε χωραν.