Ancient Greek · ~27 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 4.1-11
Not analysed yet
Τοσαῦτα μὲν οὖν περὶ τοῖ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας · ἀλλ’ ἐπὶ τὸν βασιλέα κὼ αὐθις τὸν λόγον ἐπανακτέον. ἔαρος τοίνυν Β ἐφισταμένου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν Διάβολιν διὰ τῆς Πελαγονίας καταλαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὐσαν. καὶ καινήν τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μέν δημοσίου πολέμου σχολὴν παντελῶς κα- ταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθε- λεν, ἀλλὰ τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν καταλιπὼν τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστήσας τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τίν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι μήτ' ἐκεῖθεν πρὸς τούτοις αύθις γράμματα φοι- τᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ’ ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. γινώσκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριότητος ἀνάπλεων ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μά- χην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι’ ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ’ αἰτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου. διὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίνδυνος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι’ πέρας μεθόδου καταγωνισασθαι τοῦτον ἔσπευδε. δεῖ γάρ, οἶμαι, τὸν στρατηγὸν οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὖ εὐτρεπίζεσθαι, ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιώτατον, ὅσαπερ ἴσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπομένων· καὶ ἄλλως ἔστιν οὑ ῥαδιουργοῦντα τὸν ἐχθρὸν καταγωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν με- ταξὺ τῶν τε κομήτων καὶ τοῦ Βαϊμούντου καὶ κατασεῖσαι οἶον τὸν πρὸς ἀλλήλους συνασπισμὸν ἢ διαρρῆξαι τοιοῦτόν τι δραματουργεῖ. μεταπεμψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν Σεβαστόν τῶν Μαϊστρομιλίων οὗτος ὑπῆρχε τὸ γένος · κἂν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει ἀπατηλοῖς ἐξαπατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ’ ὅσον γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῷ τὸ ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην τῶν ἐπιφανῶν δέ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα πίστιν ἀκράδαντον δι’ ὅλου τηρήσαντα. τούτους μετακαλεσάμενος βουλὴν ἐζήτει, ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουσέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχοις ἔχει διηρώτα. καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν δεῖν ἔλεγεν ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς· “καὶ εἰ τοῦτο γένοιτο, δι’ ἐκείνων καὶ τὸ κοινὸν τοῦ Κελτικοῦ στρατεύμα- τος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν”. ἀνακοινοῦται τοῦτο τοῖς ἤδη ῥηθεῖσι. καὶ ἐξ ἑκάστου τούτων ἴνα αἰτεῖται τῶν εὐνουστέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. οἱ δέ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦναι. καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι, δραμα- τουργεῖ τι τοιοῦτον. γράμματα συνθέμενος ὡσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαἱμοῦντον οἰκειοράτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰκειότητά τινα μνηστευομένων καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ὲξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὡσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. ἦσαν δὲ οὑτοι ὅ τε Ιἴδος ὁ τοῦ Βαἱμούντου αύτάδελφος καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν Κοπρισιανος καλούμενος καὶ πρὸς τούτοις ὁ Ῥικάρδος καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων έν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείοις τούτων. πρὸς οὕς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. ἐκεῖθεν μέν γὰρ οὐδὲν ἐδέδεκτο τοιοῖτον ὁ βασιλεὺς οὔτε παρὰ Ῥικάρδου οὔτε παρὰ ἄλλου τινὸς τοιούτου εὔνοιαν καὶ πίστιν ὺπαγορεῦον γραμμάτιον· αὐτὸς δὲ ἀφ’ ἑαυτοῦ τὰ τοιαῦτα τῶν γραμμάτων ἐπλάττετο. εἶχε δὲ νοῦν τοιοῦτον τὸ δραματούργημα, ὡς εἰπερ εἰς ἀκοὰς εἰσέλθῃ Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀποκοπέντες τῇ γνώμη τῷ μέρει τῷ βασιλικῷ πρωεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆναι τούτου καταναγκάσειε, καὶ, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αἰτοῖς, ἐκ τῆς κατασἰευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασι- άσαντες. ᾔδει γάρ, οἶμαι, ὁ στραιηγός ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξιγκροτούμενον μὲν καὶ · ἀλλυλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύχιον εἶχε τὰ γράμματα μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. εἶχε δὲ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς καὶ ὑποσχέσεις ὑπερ- φυεῖς· ἐφεῖλκε δὲ τούτοις καὶ εἰς τὸ μετέπειτα εἶναί τε εὔνους καὶ φαίνεσθαι καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων. κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέπεσθαι, καὶ ἐπειδὰν πλτσιάσαντας ἴδοι, παρελάσαντα προφθῆναι τούτων τὴν ἔφοδον καὶ καταλαβόντα τὸν Baϊμοῦντον τόν τε αὐτόμολον καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιουμενον καὶ ὡς δή τινα εὔνοιαν κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων, ἐφ’ οὕς τὰ γράμματα, ὡς ἄρα ὁ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι καὶ ὁρᾶν δεῖ, μή τι κατ’ αὐτοῦ δεινὸν μελε- τήσειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμμενον· ἀλλὰ δὴ καὶ τοῦτο πεπραγματεῦσθαι, ἵνα μή τι δεινὸν τοῖς γραμματοκομισταῖς τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μέν καθέτους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε. καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ; ἀλλὰ προσελθὼν καὶ δι’ ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγ- γέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστὰς καὶ τὰ γράμματα ἀναπτύξας ἰλίγγου τε πλήρης γεγονὼς μικροῦ κατέπιπτε πιστὰ λογισάμενος εἶναι. ἐκείνους μέν οὖν παραφυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόσιτος ταῖς σκηναῖς ἐν ἲξ ἡμέραις ἦν γνωσιμαχῶν τὸ rere, ut Βο τί ἂν χρῆ ποιῆσαι, πολλοὺς παρ’ ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ιΐδον ἐξειπεῖν τὴν κατ’ αὐτοῦ δοθεῖσαν πρόληψιν καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχοι; πρὸς τούτοις δέ καὶ τὸ τινας ἀντ’ αὐτῶν κονοσταύλους ποιήσειε. γενναίους δέ ὄντας τοῖς τοιούτοις κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχωροῦν τὰ κατ’ αὐτοῖς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπτόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν.