Ancient Greek · ~27 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 4.1-5
Not analysed yet
Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοὔντος, τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἔπι τοῦ προσωπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λογος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων, καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος, ἀπρίξ τῆς κάτα τοῦ βασιλέως μάχης εἴχετο. καί τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος, συνεφεπομένους ἔχων καὶ. ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ· ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων, (ἀπεγνωκότες γὰρ καθάπα· ξ τοῦ αὐτοκράτορος, τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης,) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα, καὶ τάφρον κατὰ τοὺς ἐξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καἰ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος, αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνούς, οὐ μόνον αὐτὴν ἀνορθοῦν, ὡς ἐνόν, ἠπείγετο ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν, ὤ μᾶλλον αὐτῷ συνοῖσον δέδοκτο ἐρυμνοτάτην ἀνῳκοδόμει, ληιζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, εὐθὺς μηδὲν μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγών, τῆς Κωνσταντινουπόλεως σπεύσας ἐξεισι κατὰ μῆνα Μάϊον. τοιγαροῦν τὰ Ἱωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν, καὶ ἄλλως δὲ ἀπὸ τῆς τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον, δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινῶν κω ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵνα ἐντεῦθεν ἔνδειξίν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένοιτο οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον Λατίνων δεδιὼς πρώτην προσβολήν, καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους, ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε ναὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκ(??)ς ὁρμήσουσι φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἵν οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καἰ ἔπει καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος, ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας, αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης, πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος. ἀλλ’ ὡσπερ προγνοὺς τὸ βεβουλευμένον, μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν, καὶ τὰς ἰδίας δυνάμεις διχῆ διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξιν τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ὲκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὶν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο, ἐξ ἑκατέρου μέρους βαλλόμενος, καἰ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις, πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἐώρα, δεῖν ἐλογίσατο ναὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι, οὐ σώσων ὲαυτόν, οὐθ' ὑπὸ δειλίας συγχυθείς, ὡς τάχα ἄν τις εἴποι, ἀλλ’ εἴ που τὸν κίνδυνον διεκφυγὼν καἰ συλλεξάμενος ἑαυτόν, αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ' ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισὶν ἐντυχών, αὐθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ. τοὺς σὺν αὐτῷ καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων, κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὠν κινδύνους, αὐθις σώζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας. δας. κἀκεῖθ' ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπών, καταλαμβάνει καὶ ἀναπαύλας οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ, ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς γὰρ σιδηροῦς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα ὲσπέρας ταῦτα ἐν τῷ μεταιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίνα ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι, περιπαρέντων τῶν τριβόλων τοῖς τῶν ἵππων πόσι, καἰ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ τοῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς οἰστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα. τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ τι τοιοῦτον. ὅπερ γὰρ ὁ βασιλεὺς ὲσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωίας ὁ Κελτὸς μεμάθηκε. καἰ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος, τὴν μάχην ἀνεδέχετο καὶ οὐκέτι, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλήν, αὐτός ἔξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας, οἱ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι, μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες, προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην ἡτταν. καὶ σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων, γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο, πολλοὺς μὶν τρώσας ἔστι δ’ οὗ καὶ τρωθεὶς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα δίον λογίσατο, μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχῃ τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, μάταιος ἂν εἴη εἰς προὖπτον κίνδυνον ὲαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥωναϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων, ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο, τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνεὶς τοῦ κινδύνου, δέον ἔκρινεν ὲαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον, καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος, καὶ μὴ τὸ πᾶν τῆς ἄρασθαι τὸν Βαϊμοῦντον. τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, φεύγων καὶ οὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων, μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν, καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε, διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλὴν οὑτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;" καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγών παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο οἱ Κέλτοι θεασάμενοι ναὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα σωτηρίας, ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ᾶνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκον, ὑποσταλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς, ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο οὕτω γοῦν τοῦ κινδύνου σωθείς, εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾡ αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.