Ancient Greek · ~11 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 4-3
Not analysed yet
Ὁ δὲ Παλαιολόγος ἐν τῷ φεύγειν τῶν ταγμάτων ἡττηθέντων κατὰ τὴν ἡμέραν ἐκείνην κατενεχθεὶς τοῦ ἵππου, ἀπώλεσε τοῦτον· ἐν ἀμηχανίᾳ δὲ ὢν καὶ τὸν κίνδυνον ἱστάμενον ὑπὲρ κεφαλῆς ὁρῶν, περιαθρήσας, εἴ που γένοιτό οἱ τοῦτον θεάσασθαι, ὁρᾷ τὸν τῆς Χαλκηδόνος πρόεδρον Λέοντα, περὶ οὖ ἄνωθεν ἐμνήσθημεν, τὴν ἱερατικὴν στολὴν ἠμφιεσμένον, ἵππον ἐπιδιδόντα αὐτῷ, ἐν ᾧ ἐπιβὰς εἴχετο τῆς φυγῆς· τὸν δὲ ἱεροπρεπῆ ἐκεῖνον ἄνδρα οὐκέτι τεθέα- ται. ἦν δ’ ἄρα οὗτος παρρησιαστικὸς τὴν ψυχὴν καὶ ἀληθῆ χαρακτῆρα ἐμφαίνων ἀρχιερέως, φρονήματος μέντοι ἁπαλωτέρου καὶ τὸν ζῆλον ἔστιν οὗ οὐ κατ’ ἐπίγνωσιν ἐνδεικνύμενος, καὶ οὐδὲ τῶν ἱερῶν κανόνων ἀκριβῆ γνῶσιν εἶχε. διὸ καὶ ἅπερ ἄνωθεν εἴρηται συνεπεπτώκει αὐτῷ λυπηρά, καὶ τοῦ θρόνου ἐξέπεσεν. ἐξείχετο δὲ τοῦ ἀνδρὸς ὁ Παλαιολόγος ἀεὶ καὶ διαφερόντως ἐτίμα διὰ τὸ πέριον αὐτῷ τῆς ἀρετῆς. εἴτε οὖν διὰ τὴν θερμοτάτην πίστιν τὴν εἰς τὸν ἄνδρα τοῦτον ὁ Παλαιολόγος θείας ἔτυχεν ἐπιφανείας εἴτ᾿ ἄλλο τι ἥν τῆς προνοίας ἀπόρρητον κατὰ τουτονί τὸν ἀρχιερέα τὸ φαινόμενον, οὐκ ἔχω λέγειν. διωκόμενος δὲ ὑπὸ τῶν Πατζινάκων εἰς ἑλώδη τόπον καὶ συνηρεφῆ εἰσελθών, περιτυγχάνει στρατιώταις τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα. περικυκλούντων αὐτοὺς τῶν Σκυθῶν, ὡς ἐν ἀμηχανία τὰ κατ’ αὐτοὺς ἐώρων, πρὸς τοσούτους ἀντέχειν μὴ ἐξισχύοντες, τῆς τοῦ Παλαιολόγου ἐξήρτηντο γνώμης, πάλαι τούτου τὸ γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε, τῆς κατ’ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας, κἀντεῦθεν, οἶμαι, ταύτην ὠνή· σασθαι. χρὴ δὲ δι’ ὅρκων ταυτηνὶ τὴν βουλὴν ἐμπεδῶσαι, ὁ δὴ καὶ γέγονεν,) ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων, τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφθῆναι, τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισαμένου. ὁ μὶν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος, παίει τὸν αὐτῷ πρώτως ὑπαντήσαντα· ὁ δ᾿ εὐθὺς σκοτοδινιάσας νιάσας κατὰ γῆς ἔκειτο. τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν ἱππασίαν ποιησαμένων, οἱ μὶν πεπτώκασιν, οἱ δὲ αὗθις ὡς εἰς φωλεὸν τὸ συνηρεφὲς ἄλσος παλινοστήσαντες, ἑαυτοὺς ἴσωσαν κρυπτόμενοι. ἐν δὲ τῷ τὸν Παλαιολόγον ἀκρολοφίαν τινὰ καταλαμβάνειν ὑπὸ τῶν Πατζινάκων αὖθις διωκόμενον, συνέβη τὸν ἵππον πληγέντα καταπεσεῖν, αὐτὸν δὲ τηνικαῦτα εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. ἀναζητῶν δὲ τὴν σώζουσαν ὁδόν, ἔπει ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταὐτὴν εὑρηκέναι, ἐπὶ ἕνδεκα ἡμέραις πλανώμενος περιτυγχάνει γυναικί τινος στρα- τινώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ’ αὐτῆς ἐφ’ ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου καὶ οἱ ταύτης υἱεῖς στρατιῶται ὄντες τὴν σώζουσαν τούτῳ ὁδὸν ὑποδεικνύουσιν. ἀλλὰ τοιαῦτα μὲν τῷ Παλαιολόγῳ συμπεσόντα. οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὑς κατέσχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο, τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει, βουλόμενοι ἀπεμπολῆσαι τούτους τιμῆς ταύτης γοῦν τῆς βουλῆς κυρωθείσης, δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ, ὃς πολλὰ πρὸς τοῦτο, κἀν δορυάλωτος ἦν, τοὺς Σκύθας ἠρέθιζεν. ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων, τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας, ἐπρίατο τοὺς δορυαλώτους.