Ancient Greek · ~9 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 4-2
Not analysed yet
Ἐν τούτοις ἐπιβουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος, μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων· καὶ διεμηνύθη τηνικαῦτα τῷ αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καὶ τοὺς συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ’ ἀυτῶν βαρείας ἐπερχομένης, ὁ αὐτοκράτωρ ποινὴν μὶν αὐτοῖς οὐδαμῶς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο, καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτο- κράτωρ εἰς τὴν τοῦ δομεστικἀτου ἄξίαν παρὰ Νικηφόρου τοῦ Βοτανειάτου ἀνηνέχθη, Τραυλόν τινα Μανιχαῖον προσλαβόμενος μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε, καὶ τοῦ βαπτίσματος ἀξιώσας, μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τό τε προσόντα ἀφαιρεθείσας ἄπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα, δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν Τραυλόν, καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἐσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμαχος. ἄοικον δὲ τοῦτο ἐφευρηκότες, ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι, ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο. εἶτα τὰς καθ’ ἑκάστην ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέσρεφον ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος, σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο, τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἰνὸς θυγατέρα, σπεύδων ἕλη χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ᾿ ἑκάστην μανθάνων, τὸ μέλλον ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων, ὑφορώμενος τὸ ἔξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καἰ πάσης ἐλευθερίας ἐκ- θέμενος, ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ᾿ ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα, τοὺς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐν τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καἰ ληϊζόμενος τὰ παρακείμενα απαντα.