Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 5.1-6
Not analysed yet
Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος, ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κω Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας, ὦν οἱ μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείδοντο, ἄλλοι δὲ ἄλλοσε διε- σπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἔδιον πατέρα τὸν Ῥομπέρτον εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κάτα τοῦ βασιλέως εἰπών, ἠρέθιζε κὰτ αὐτοῦ. ὂν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα, κὼ τὰς πολλὰς ἐκείνας ἃς ἐπ᾿ αὐτῷ εἶχεν ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας, αὖος ἐφ᾿ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθεὶς. πέρι πάντων δέ πυθόμενος καἰ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα, ἀθυμἱᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὖν οὖδ᾿ οὐδὲ τῆς αὐτοῦ ἀνδρείας κω τόλμης ἀνάξιον. μᾶλλον μὲν. οὖν καὶ πρὸς μάχας ἐπιπλέον ἠρέθιστο, καὶ φροντίδες τοῦτον καὶ· μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης τῶν οἰκείων βουλευμάτων τε καὶ προλήψεων, καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο, καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καί πάντα αὐτῷ ἁλώσιμα ἐκ μόνης προσβολῆς ὀιόμενος γίνεσθαι εὐθὺς οὑν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καἰ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος, ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ βασιλέως διαπεραίωσιν, μετακαλούμενος ἅπαντας. κω αὐτίκα πανταχόθεν πλῆθος συνείλεκτο στρατιωτῶν, ἰππέων τε ναὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόν- τῶν. τὸ πλῆθος εἶπεν ὄν Ὅμηρος “ἠΰτε ἔθνεα ἑῶι ἀδινάων." καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ᾿ ᾡ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ δὲ συλλεξάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος νἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον, ὲν καὶ βασιλεὺς Ἀλέξιος θέλων τοῦ πατρὸς ἀποστῆσαι, ἀποστείλας λάθρα περὶ κήδους αὐτῷ ἐδήλωσεν, ὑποσχόμενος κα τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον. τούτοις οὑν τὸ ἱππικὸν ὀπὰν παραδούς, ἀπέστειλε παραγγείλας σποῦ. δάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ· καὶ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητούς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες, μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντόν, ἐξ ἐφόδου κα τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ ναυτικὸν αὐτοῦ ὀπὰν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν παραλίαν παραπλέων, κατέλαβε τὸ Βρεντήσιον, ἐφ᾿ ᾦ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς Ὑδροῦντος πορθμὸν ἦττον διάστημα ἔχειν μεμαθηκώς, ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτω διὰ τῖς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθών, ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ ἡ κορυφῶ προκατασχεθεῖσα πὰρ· αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸν Βοθρεντὸν καταλιπῶν, αὐτος μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν κορυφῶ. ἀλλ’ ὁ μὲν Ῥομπέρτος τοιαῦτα· ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων ἐξώτρυνε, παρασκευάσας αὖθις τὸν μετὰ ἀναδήσασθαι πόλεμον, στόλον ἱκανὸν ἐξοπλίσαντας, καὶ δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις καὶ τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν, ὁπλίτας τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ’ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προμρπάζων ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ αὐτοῦ παντὸς τὸν λιμένα Κασσύπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες τὸν λιμένα Πασσάρων καὶ κάκεῖθι τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες, θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης κω τῆς μάχης ἀγχεμάχου, ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος ὁ ἐκεῖνος φιλοπόλεμος νὼ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὶν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις ἡτοιμάζετο πρὸς ἑτέραν μάχην καὶ συμ- βολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν στό- λων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες, μετὰ τὴν τρίτην πάλιν ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἰν οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασσάρων. εἴτε ὁποῖα έν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γενέσθαι, ἐπαρθέντες ἐπί ταῖς προγεγενημέναις νίκαις, εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες, ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες, καἰ καταφρονητικῶς πρὸς τὸν Ῥομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχυδρόμα τῶν πλοίων, ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καἰ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενετίκου Κονταρίνου πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῷ, ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτι ἀνεκτῶς εἶχεν· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας αὖθις κατὰ τῶν Βενετίκων ἵεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζω τούτων πλοῖα καλωδίοις παρὰ τὸν λιμένα τῆς κορυφῶ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα, τὰ σμικρὰ τούτων σκάφη εἰς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτων ἔλευσιν. ὁ,. δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος, ἐκθύμως μα- χομένων ἡ πρότερον. καρτερᾶς οὖν μάχης ἀναμετάξὺ γεγονυίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τὰ προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν, καὶ οὐδὲν ἄλλο πλὴν τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν, αὗται δὲ τῇ κουφότητι ἐπεπόλαζον οἶον τοῖς ὕδασιν ἀνεχόμεναι, ὡς μηδ’ ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος, πανσνδὶ ἔπι τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες, τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. αἱ δὲ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν. ὁ δὲ Ῥομπέρτος μετὰ τὰν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθείς, πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἀχρήσατο, τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, τινῶν δὲ χεῖρας ἢ νηῶν ἢ καὶ ἀμφότερα δέ γε τῶν λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς, παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καί τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα συνθήκας ἀπαρνησόμεθα, οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν." και- ροῦ δ’ ὀλίγον παρερρυηκότος, δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλ’ ἄττα τῶν μικρῶν καὶ ταχυδρόμων νηῶν, μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτὸν πέρι Βοθρεντὸν αὐλιζόμενον, τὸν μετ’ αὐτοῦ συνάπτουσι πόλεμον καἰ κατὰ κράτος νικῶσι, πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον Γαϊταν. κω νίκην κατ’ αὐτοῦ λαμπρὰν ἀράμενοι, δηλοῦσι πάντα τῷ βασιλεῖ. ὄις διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς, καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ἀναλόγου ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην σφῶν ηξίωσε μετὰ τῆς ἀναλόγου ῥογὰς. ἀλλὰ ναί πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διή- κοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου νὼ ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο τὸ δὲ δὴ μεῖζον, τὴν. ἐμπορίαν αὐτῶν ἀζήμιον ἐποίησιν ὲν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίων χώραις, ὥστε ἀνέτως ἐμπορεύεσθαι καί κατὰ τὸ αὐτοῖς βουλητόν, μήτε ὑπὲρ ὑπὲρ κομμερκίου ἡ ἑτέρας ρας τινὸς εἰσπράξεως δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ᾿ ἐξω πάσης ἐξουσίας.