Ancient Greek · ~21 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 5.1-12
Not analysed yet
Ὁ δέ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύ- ναμιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ’ ἐκκρίτων ἡγεμόνων, πᾶσαν τὴν ἀτραπὸν διὰ τῶν καλουμένων ευλοκλασιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. εἶχε μὲν γὰρ εὐθὺς ὁ Αὐλών, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν κεκαυμένον, ἡ δέ Πέτρουλα Ἀλέξανδρον τὸν Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα ἐκθυμότατον καὶ πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν ύρκων κατατροπωσάμενον· τὴν Δεύρην δέ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης ἐφρούρει δυνάμεως · τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελχρὴ φὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμψεν. ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῳ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποικοι τὰς του Ἀρβάνου ἀτραποὺς ἀκρι- βῶς ἐπιστάμενοι προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς Δεύρης τὴν θέσιν ἐξηγήσατντο καὶ τὸς λανθανούσας ἀτραποῖς ὑπέδειξαν. τηνικαῦτα ὁ Ιἵδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμώζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοιτοπαγάνον καὶ τὸν Σαραύτζη καλούμενον κό- μητα παρὰ τῶν Δευριωιῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύιζῃ ἐπεισπεσεῖν ἐπέταξε. τούτου γοῦν συνδόξαντος ἀμφοῖν, ἐπεὶ ὁ μὲν Γἵδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπεσόντες ἀπὸ τῶν μεταφρένων δεινὸν τὸν φόνον κατ᾿ αὐτῶν ἀπειργάσαντο, ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, τραπέντας τοὴς ὑφ᾿ ἑαυτὸν θεασάμενος συνείπετο τούτοις καὶ αὐτός. καὶ πίπτουσι μέν τηνικαῦτα τῶν ῾Ρωμαίων πολλοὶ καὶ αὐτὸς. ὁ Καράς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράιτορος προσληφθεὶς καὶ καταλεγεὶς καὶ ὁ Σκαλιάριος Τουρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἕω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίσματος τετυχηκώς. ἀλλὰ ταῦλα μὲν τὰ κατὰ τὸν Καμύζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυ- λάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. τυχαίως δ᾿ οὖν συναντῶσι τούτῳ παραχρῆμα κατάφρακτοι Κελτοὶ ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ μὲν (πεντήκοντα δέ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἴενιαι ὅλους χαλάσαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο. ἢν γὰρ ἑλώδης ὁ τόπος. ὁ δέ Ἀλυάτης τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρὶ λέληθεν ἑαυτὸν, εἰς κίνδυνον συνελάσας. ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ᾿ αὐτοῦ ἐμάχοντο. σιναντήσας δὲ τούτῳ κόμης τις Kovτοπαγάνος καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος καὶ παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο, ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτικὰς ἐγχειρήσεις ἱκανώτατον. ἔφθασε γάρ, ὡς ἔφην, καταλαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδικείας. ἐπεὶ δ᾿ ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῖντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ᾿ αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἶον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. ἐφθπκὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφοδιάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος· πρὸς Ιλαβινίτζαν χρησταῖς ἐλπίσι θαρσύνας ἐκπέμπει, ἐκεῖνος δέ πρὸς Διάβολιν ἐπανέστρεψεν. ὁ δὲ Καντακουζηνὸς προςπτλάσας ἐν τῷ ἀπέρ- χεσθαι πολιχνίῳ τινί τῷ τοῦ Mύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπóλεις ἐπολιόρκει τὸ πολίχνιον. καὶ οἱ ῾Ρωμαῖοι ἀναισχύτως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίπρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. αἰσθόμενοι δ᾿ οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον. οὕς θεασάμενοι οἱ τοῦ Καντακουζηνοῦ σκοποί (βάρβαροι δὲ ἦσαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν) ἐπανατρέχουσιν ἀσυντάκτως πρὸς αὐτὸν καὶ οἰ μυστηριωδῶς περὶ τῶν φανέντων κατήγγελον, ἀλλὰ πόρρω που φωνοῦντες τὴν τούτων ἔφοδον ἔλεγον. ἀκοίσαντες δέ οἱ στρατιῶται τὴν τῶν Κελτῶν ἔφοδον, κἂν τῶν τειχῶν ὑπερέβησαν, κἂν τὰς πύλας ἐνέπρησαν, κἂν ἐν χερσὶ τοῦτο κατέχοντες ἦσαν ἤδη, ἀλλ᾿ ἐκδειματωθέντες ἕκαστος πρὸς τὸν ἴδιον ἀπέτρεχεν ἵππον · ἔμφοβοι δὲ ὄντις καὶ συγγυθέντες τὸν νοῦν θάτερος θατέρου ἵππου ἐπέβαινε. πολλὰ γοῦν ὁ Καντακουζηνὸς ἀγωνισάμενος καὶ πολλὰς ἱππασίας κατὰ τῶν ἐκδειματωθέντων ποιήσας “ἀνέρες”, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς θούριδος ἀλκῆς”, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς πτοίας ἀνήνεγκε φάμενος ὡς “οὐ χρή τὰς ἑλεπόλεις καταλιπεῖν λιπεπῖν τοῖς ἐχθροῖς καθ᾿ ἡμῶν ὄργανα, ἀλλὰ πῦρ εἰς αὐτὰς ἐμβαλεῖν κᾆθ᾿ οὕτως εὐσυντάκτως ὑποχωρεῖν”. παραχρῆμα γοῦν μάλα προθύμως ἐπλήρουν οἱ στρατιῶται τὸ προσταττόμενον καὶ οὐ τὰς ἑλεπόλεις μόνον, ἀλλὰ καὶ τὰ κατὰ τὸν ποταμὸν Βούσην ἱστάμενα πλοῖα ἐνέπρησαν, ὡς μὴ ῥᾳδίως οἱ Κελτοὶ διαπερᾶν ἔνθεν ἔχοιεν. αὐτὸς δὲ ἀναποδίσας μικρὸν καὶ πεδιάδι τινὶ ἐντυχὼν δεξιόθεν μὲν τὸν καλούμενον Χαρζάνην ποταμὸν ἐχούσῃ, ἐξ εὐωνύμου δὲ ἑλώδη τινὰ τόπον καὶ βαλτώδη καὶ συγχρησάμενος τούτοις ὡς ὀχυρώμασιν αὐτοῦ που τὸν χάρακα ἐπήξατο. οἱ δὲ ῥηθέντες Κελτοὶ παρὰ τῷ χείλει τοῦ ποταμοῦ γενόμενοι τῶν πλοίων ἤδη προεμπρησθέντων ἀστοχήσαντες ἀδελφὸς Γίδος κεχηνότες ὑπέστρεφον. ὁ δὲ τοῦ Βαϊμούντου ἀδελφὸς Γίδος τὰ ξυμβάντα πυθόμενος παρ᾿ αὐτῶν ἄλλην ἐτράπετο καὶ στρατιώτας γενναίους τῶν ὑπ᾿ αὐτὸν διελόμενος πρὸς ῾Ιεριχὼ καὶ τὰ Κάνινα ἐξέπεμψε. καταλαβόντες οὖν τὰ ὑπὸ τοῦ Κεκαυμένου Μιχαὴλ τηρούμενα τέμπη (ἐκεῖνον γὰρ φύλακα τούτων ἐπέστησεν ὁ αὐτοκράτωρ) καὶ συμμάχῳ τῷ τόπῳ χρησάμενοι καὶ θαρρήσαντες τρέπουσι ξυμβαλόντες κατὰ κράτος. ἀνὴρ γὰρ Κελτός, ἐπὰν ἐν στενωπῷ τοῖς ἐχθροῖς ἐντύχοι, ἀκάθεκτος γίνεται, ὥσπερ έν πεδιάσι λίαν εὐάλωτος.