Ancient Greek · ~31 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 5.1-5
Not analysed yet
Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο, ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὶν πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκ· ίαν ἐν διαφόροις τόποις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκοπιὰ ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν, ταχὺ τὰς Ἀχρίσδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγκαρτερήσας, τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον, ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὁστροβόν. κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σωσκοῦ, καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέρροιαν. καὶ προσβαλὼν έν πολλοῖς καὶ πολλάκις τόποις καὶ μὴ ἀνύσας, διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα καὶ ἀνεγείρει καστέλλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν ἐκεῖ μεθ' ἱκανῶν κόμητά τινα Σαρακηνὸν ἔξ ἐπωνυμίας καλούμενον, εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ, ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων, ὅ τε Πουντέσης, ὁ Ῥικάλδος καὶ Γελίελμός τις καλούμενος, συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καἰ ὁ μὲν Πουντέσης τοῦτο προγνούς, ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι, οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν εἰς πόλεμον. καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος, ὂν καὶ κατασχὼν ἐτύφλωσεν ὁ Βαϊμοῦντος, τὸν δέ γε ἕτερον Ῥικάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν, ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος, καταλαμβάνει τὰ Μόγλενα, καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει, παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας, ἔρχεται εἰς τὴν Λάρισσαν, κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρη- ται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς κὼ μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλ. τάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων, καὶ αὐτὸν δὲ τὸν Καμύρην, χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὐς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος, Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας, ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ· τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ Τρίκαλα, ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους, ἔξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ' οὕτω καταλαβὼν τὴν Λάρισσαν κατ’ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καἰ περιζώσας τὰ τείχη, ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησίν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα, καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερού- σης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν, ἀνεβάλλετο τὴν ἐξέλευσιν. εἶτα καρτερῶς ὁπλίσας ἅπαντας, ἐξειστι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐπίσας καἰ διελθὼν διὰ τοῦ βουνοῦ τῶν κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον, κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν δὲ ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο, ἀποχρῶντα τάφρον διορύξας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ, κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλὰ Λέοντος, πέρι οὗ φθάσας ὁ ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· “ἴσθι, ὦ βασιλεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχώς, διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι, καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦτα ἡμίν ἀπέλιπον. εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης, τῷ θῷ χάρις καὶ δόξα. εἰ δ’ οὑν, τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸ ἐντεῦθεν ἀνάγκη δουλεύοντες, (καὶ τι γὰρ δεῖ φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ’ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπά- ρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι, μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καἰ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ ὁ ὁ ἡμέτερος βασιλεύς εἴγε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων." ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι. λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνδιαστήσασθαι, δι᾿ ὅλης τῆς ἡμέρας διεπονεῖτο, ἀρωγὸν τὸν θεὸν ἐπικαλούμενος. μετακαλεσάμενος οὖν τηνικαῦτα τῶν γερόντων τινὰ Λαρισσαίων, ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἀνηρώτα, ὅποι φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις, ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο, βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι᾿ ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον, πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεί οἲ ἥλιος κατέδυ, αὐτός τε δι’ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο ὄνειρος ἐφίσταται τούτῳ. ἐδόκει γὰρ ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι “μὴ λυποῦ, μηδὲ στένε, αὔριον νικᾶς. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλομάρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὄνειρον ταύτης ὀμφῆς, ἐθεοκλύτει τε τῷ μάρτυρι καἰ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καἰ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ εἰσελεύσεσθαι προσκύνησιν. καὶ δή μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς ἅπαντας, βουλῆς ἤρχετο, τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησιν καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οἶτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρεῖά καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράση ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν κω ὃ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο, παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸν ἐνυάλιον ἀλαλάξαντας, πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. έν ᾧ δὲ ὁ βασιλεὺς ταῦτα παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κα- τέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τὼς περιεργοτέροις ἐδόκει. ἀλλὰ ταῦτα μὲν οὕτως πως ἐπισκήψας αὐτοῖς καὶ τοῦ κάστρου Λαρίσσης, περιμείνας τὴν τοῦ ἡλίου δύσιν, γεννάδας τινὰς ἄνδρας ἕπεσθαι οἱ ἐπιτάξας, τὴν τοῦ Λιβοτανίνου κλεισούραν διεληλυθὼς κω τὸν Ῥεβένικον περικύψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβών, καἰ περιαθρήσας τὴν ἃπασαν σὰν τοῦ τόπου θέσιν, χθαμαλώτερον τόπον κατανοήσας, ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν οἱ δὲ ἡγεμόνες τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχήσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίνου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν Ῥωμαϊκῶν ἀποδιελόμενος ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες, προσέβαλον τοῖς Κελτοῖς, καὶ ἐφ’ ἱκανὸν μαχεσάμενοι διέστησαν, τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεύς ἃπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἔπι γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχών, ὡσαύτως κατακλιθείς, τὸν χαλινὸν έν χερσὶ κατέχων, ἐπὶ περόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.