Ancient Greek
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 6.1-12
Not analysed yet
Οἱ μέν οὖν στρατιῶται, τοὺς Ἀνεμάδας φημὶ καὶ Ἀντιόχους καὶ τοὺς τούτων συνωμότας, κατὰ τοῦ βασιλικοῦ τὴν σκαιωρίαν ἐποιοῦντο σώματος, ἵν’ ὁπηνίκα καιροῦ εὐθέτου τύχοιεν, παρευθὺ τὸν μελετώμενον κατὰ τοῦ αὐτοκράτορος φόνον εἰς ἔργον προάξωσιν. ὡς δέ παρὰ τῆς προνοίας ἄδεια οὐδεμία τούτοις ἐδίδοτο καὶ ὁ καιρὸς παρερρύετο, πτοηθέντες μὴ κατάφωροι γένωνται, ὅν ἐπεζήτουν καιρὸν ἔδοξαν κέναι. ἐπεὶ γὰρ ὁ αὐτοκράτωρ μετὰ τὸ διυπνισθῆναι κατὰ δείλην ἑῴαν τὴν ἐκ τῶν πολλῶν φροντίδων· ἐγγινομένην ἅλμην καταγλυκαίνειν ἐθέλων ἐνίοτε συμπαίστορας εἶχε τῶν συγγενέων τινὰς παίζων τὸ ζατρίκιον (παιδιὰ δὲ τοῦτο ἐκ τῆς τῶν Ἀσσυρίων τρυφῆς ἐξευρημένον καὶ εἰς ἡμᾶς ἐκεῖ- θὲν ἐληλυθός), οἱ τὴν τυραννικὴν ἐξοπλίσαντες χεῖρα διὰ τοῦ βασιλικοῦ κοιτωνίσκου ἔμελλον ὡς εἰς τὸν βασιλέα Χωρῆσαι τὸν φόνον ὠδίνοντες. ὁ δέ τοι βασιλικὸς κοιτωνίσκος οὑτος, οὗπερ οἱ βασιλεῖς ἔτυχον εὐναζόμενοι, κατὰ τὴν εὐώνυμον κεῖται πλευρὰν τοῦ ἐπ’ ὀνόματι τῆς Θεομήτορος ἀνεγηγερμένου τεμένους κατὰ τὰ ἀνάκτορα, κἂν οἱ πολλοὶ τὸ τοῦ μεγωΒμάρτυρος Δημητρίου ὄνομα ταύτῃ ἐπέγραφον. κατὰ δέ τὴν δεξιὰν αἴθριον ἔδαφος ἦν ὑπὸ μαρμάρων κατεστρωμένον. καὶ ἡ πρὸς τοῦτο ἐξάγουσα πύλη τοῦ τεμένους ἄνετος πᾶσι τοῖς ἐθέλουσιν ἦν. ἐκεῖθεν οὖν ἐσκέψαντο εἰσελθεῖν εἴσω τοῦ τεμένους καὶ τὰς τὸν βασιλικὸν κοιτω- νίσκον ἀποκλειούσας κατεάξαι πύλας κᾆθ᾿ οὕτως εἰσελθόντες ἀνελεῖν διὰ ξίφους τὸν αὐτοκράτορα. ἀλλὰ ταῦτα μὲν οἱ μιαιφόνοι ἐκεῖνοι ἄνδρες κατὰ τοῦ μηδὲν ἐδικηκότος διεσκοποῦντο· ἔσφηλε δὲ τὴν τούτων βουλὴν ὁ Θεός. δηλωθέντος δὲ τοῦ δράματος διά τινος τῷ αὐτοκράτορι παραχρῆμα μετεπέμποντο ἅπαντες. πρῶτον μὲν οὖν Ἰωάννην τὸν Σολομῶντα καὶ Γεώργιον τὸν Βασιλάνον εἰς τὰ ἀνάκτορα εἰσαχθῆναι ὁ βασιλεὺς ἐπέτρεψεν ἐγγυτέρω γενομένους τοῦ οἰκίσκου, ἐν ᾧπερ αὐτὸς ἐτύγχανεν ὢν μετὰ τῆς περὶ αἰτον σνγγενείας, ἵνα διά τινων ἐξερωτῴη αὐτούς, ἁπλουστέρου φρονήματος τούτους πάλαι γινώσκων κἀκ τούτου ῥᾳδίως τὰ βεβουλευμένα μεμαθηκέναι οἰόμενος. ὡς δὲ πολλάκις ἐρωτώμενοι ἔξαρνοι ἦσαν, ἔξεισιν ὁ σεβαστοκράτωρ Ἰσαάκιος καὶ πρὸς τὸν Σολομῶντα ἀπονεύσας ἔφη “οἶσθα πάντως, Σολομῶν, τὴν τοῦ ἐμοῦ ἀδελφοῦ καὶ βασιλέως ἀγαθότητα. εἰ μὲν τὰ βεβουλευμένα πάντα ἀπαπείλῃς, συμπαθείας παραχρῆμα ἀξιωθήσῃ, εἰ δ᾿ οὖν, ἀνηκέστοις βασάνοις παραδοθήσῃ”. ὁ δὲ ἐνατενίσας καὶ τοὺς περικυκλοῦντας τὸν δε- βαστοκράτορα βαρβάροις θεασάμενος ἐπὶ τῶν ὤμων τὰ ἑτε- ρόστομα ξίφη κραδαίνοντας ἔντρομος γεγονὼς παραχρῆμα ἅπαντα ἀπαγγέλλει τούς τε συνίστορας ὁμολογήσας, μηδὲν δέ περὶ τοῦ φόνου εἰδέναι διϊσχυριζόμενος. εἶτα παραδοθέντες τοῖς τὴν φυλακὴν τούτων ἐμπεπιστευμένοις [τῶν ἀνακ- καὶ διαιρεθέντες ἔμφρουροι γεγόνασι. τοὺς δέ γε λοιποὺς αὖθις ἠρώτων περὶ τοῦ δράματος. ὁμολογήσαντες δὲ ἅπαντα καὶ μηδὲ τὸν φόνον ἐπικρύψαντες, ἐπεὶ οἱ στρατιῶται τοῦτον μεμελετηκέναι ἐγνώσθησαν καὶ μᾶλλον ὁ Ἀνεμᾶς Μιχαήλ, ὁ καὶ τῆς Βοῦλίς κορυφαῖος, ὁ καὶ κατὰ τοῦ αὐτοκράτορος φόνιον πνέων, ἅπαντας περιορίσας καὶ τὰς σφῶν ἐδήμευσε περιουσίας. ὁ μέντοι οἶκος τοῦ Σολομῶντος περιφανὴς ὢν ἐδόθη πρὸς τὴν Αὔγουσταν. ἐκείνη δέ, ὁποία περὶ τὰ τοιαῦτα, οἶκτον λαβοῦσα τῆς τοῦ Σολομῶντος ὁμευνέτιδος ἀπεχαρίσατο τοῦτον αὐτῇ μηδὲ τὸ τυχὸν ἐκεῖθεν ἀφελομένη. τὸν μέντοι Σολομῶντα ἔμφρουρον εἶχεν ἡ Σωζόπολις. τὸν δέ Ἀνεμᾶν καὶ τοὺς σὺν αὐτῷ ὡς πρωταιτίους καὶ τὴν ἐν χρῷ κουρὰν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ψιλώσας διὰ μέσης πομπεῦσαι τῆς ἀγορᾶς παρεκελεύσατο, εἶτα ἐξορυχθῆναι τοὺς ὀφθαλμούς. παραλαβόντες οὖν τούτους οἱ σκηνικοὶ καὶ σάκκους περιβαλόντες, τὰς δέ κεφαλὰς ἐντοσθίοις βοῶν καὶ προβάτων ταινίας δίκην κοσμήσαντες ἐν βουσὶν ἀναγαγόντες καὶ ἐγκαθίσαντες οὐ περιβάδην ἀλλὰ κατὰ θατέραν πλευρὰν τούτοις διὰ τῆς βασιλικῆς ἦγον αὐλίσος. ῥαβδοῦχοι ἔμπροσθεν τούτων ἐφαλλόμενοι καὶ ᾀσμάτιόν τι γελοῖον καὶ κατάλληλον τῇ πομπῇ προσᾴδοντες ἀνεβόων, λέξει μέν ἰδιώτιδι διηρμοσμένον, νοῦν δὲ ἔχον τοιοῦτον. ***ἐβούλετο γὰρ τὸ ᾆσμα πάνδημον πᾶσι παρακελεύεσθαι *τε καὶ ἰδεῖν τοὺς τετυραννευκότας τούτους κερασξόρους ἄνδρας, οἵτινες τὰ ξίφη κατὰ τοῦ αὐτοκράτορος ἔθηξαν. ἅπασα μέν οὖν ἡλικία εἰς τὴν τοιαύτην θέαν συνέτρεχεν, ὡς καὶ ἡμᾶς, τὰς τοῦ βασιλέως θυγατέρας, ἐξελθούσας λαθραίαν τὴν θέαν ποιεῖσθαι. ὡς δέ τὸν Μιχαὴλ ὡς πρὸς τὰ ἀνάκτορα ἐθεάσαντο ἐνατενίζοντα καὶ χεῖρας ἱκέτιδας εἰς οὐρανὸν αἴροντα, αἰτουμένου ἐν σχήματι, χεῖρας ἐξ ὤμων ἀφαιρεθῆναι καὶ πόδας ἐκ γλουτῶν αὐτῶν καὶ κεφαλὴν αὐτὴν ἀποτμηθῆναι, ἅπασα φύσις πρὸς δάκρυον καὶ οἰμωγὰς κεκίνηται καὶ μᾶλλον ἡμεῖς, αἱ τοῦ βασιλέως θυγατέρες. ἐγὼ δὲ βουλο- μένη τὸν ἄνδρα τοῦ τοιούτου ῥύσασθαι κακοῦ τὴν βασιλίδα καὶ μητέρα ἅπαξ καὶ δὶς προὐκαλούμην ἐς θέαν τῶν πομπευομένων. ἐκηδόμεθα γὰρ τῶν ἀνδρῶν τοῦ αὐτοκράτορος χάριν, εἰρίσεται γὰρ τἀληθές, μὴ τοιούτων ἀποστεροῖτο στρατιωτῶν καὶ μᾶλλον τοῖ Μιχαήλ, ὅσῳ καὶ βαρυτέρα ἡ κατ’ αὐτοῦ ψῆφος ἐξενήνεκτο. ὁρῶσα, ὁπόσον αὐτὸν ἐξεταπείνου ἡ ξυμφορά, ὅπερ οὖν ἔλεγον, ἐξεβιαζόμην τὴν μητέρα τὴν ἐμαυτῆς, εἴ πως τοῦ κινδύνου ῥισθεῖεν οἱ ἄνδρες ἤδη τούτοις ἐγγύθεν ἐφεστηκότος. σχολαιοτέραν γὰρ τὴν πορείαν οἱ σκηνικοὶ ἐποιοῦντο χώραν πραγὶιατευόμενοι συμπα- θείας τοῖς μιαιφόνοις. ὡς δ᾿ ἐκείνη ἀπώκνει τὴν ἔλευσιν (καθῆστο γὰρ μετὰ τοῦ αὐτοκράτορος, οὖ τὰς πρὸς Θεὸν ἐντεύξεις κοινῇ ἐποιοῦντο ἰνώπιον τῆς θεομήτορος), κατελθοῦσα καὶ ἔξω τῶν πυλῶν περίφοβος ἑστηκυῖα, ἐπεὶ μὴ ἀπεθάρρουν τὴν εἴσοδον, νεύμασι τὴν βασίλισσαν προὐκαλούμην. καὶ δὴ πεισθεῖσα εἰς τὴν θέαν ἀνέρχεται καὶ θεασαμένη τὸν Μιχαὴλ ᾤκτειρέ τε καὶ δάκρυον ἐπαφεῖσα τούτῳ θερμὸν ἐπανατρέχει πρὸς τὸν αὐτοκράτορα ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐξαιτουμένη χαρίσασθαι τῷ Μιχαὴλ τοὺς ὀφθαλμούς. καὶ παραχρῆμα πέμπεται ὁ τοῦς δημίους ἀπείρξων· καὶ δὴ σπεύσας προφθάνει τούτους ἔνδοθεν τῶν λεγομένων χειρῶν, ἃς ὁ διαβὰς οὐκέτι ῥύεται τοῦ δεινοῦ. οἱ γὰρ τὰς χαλκᾶς ταυτασὶ χεῖρας βασιλεῖς πήξαντες ἐπί τινος ὑψηλοτάτης περιωπῆς καὶ μετεώρου λιθίνης ἁψῖδος τοῦτο κρατῆσαι ἐβούλοντο, ὡς εἰ μέν τις ἐντὸς τούτων γένουτο, ὃν ὁ νόμος θανάτῳ κατέκρινε, καὶ μεταξὺ τῆς ὁδοῦ φθάσοι τὰ τῆς αὐτοκρατορόθεν φιλανθρωπίας, ἐλεύθερος ἔσται τῆς συμφορᾶς, ὡς τῶν χειρῶν τοῦτο σημαινουσῶν, ὅτι ὁ βασι- λεὺς τούτους πάλιν ἐνηγκαλίσατο καὶ ὅλαις κατέσχε χερσὶ καὶ μήπω τῶν τῆς φιλανθρωπίας χειρῶν ἀπολέλυκεν. εἰ δ’ ὑπερβαῖεν ἐκείνας, σύμβολόν ἐστι τοῦτο, ὡς δῆθεν καὶ τὸ βασίλειον κράτος τούτους ἀπώσατο. τῆς Τύχης οὖν ἐστι τὰ τῶν ὑπὸ τὴν τιμωρίαν ἀνθρώπων· ἥν ἐγὼ θείαν ψῆφον λογίζομαι, καὶ δεῖ καλεῖν ἐκείνην εἰς ἀρωγίν. ἢ γὰρ τὰ τῆς συμπαθείας ἐντὸς ἔφθακε τῶν χειρῶν καὶ ἐξῄρηντο τῶν κινδύνων οἱ δυστυχοῦντες ἢ τὰς χεῖρας παρωδευκότες καὶ πόρρω σωτηρίας εἰσίν. ἐγὼ δὲ τὸ πᾶν εἰς τὴν τοῦ Θεοῦ ἀνατίθημι πρόνοιαν, ἥ κὼ τότε τὸν ἄνδρα τῆς εξορύξεως τῶν ὀμμάτων τοῦτον ἐξείλετο. Θεὸς γὰρ ἱμᾶς, ὡς ἔοικε, τὸ τηνικαῦτα ἐκίνησεν εἰς τὴν τούτου συμπαθέων. ὁ γάρ τοι τῆς σωτηρίας ἄγγελος σπεύσας ἔνθεν τῆς ἁψῖδος, ἐν ᾗ αἱ χαλκαῖ χεῖρες ἤσαν ἐμπεπηγμέναι, τὸ τῆς συμπαθείας γραμμάτιον ἐπιδοὺς τοῖς τὸν Μιχαὶλ ἄγουσιν ἐκεῖθεν τοῦτον τὸν λαβὼν ὑπέστρεφε καὶ καταλαβὼν τὸν ἀποῦ τῶν ᾠκοδομημένον πύργον κεῖθι τοῦτον καθεῖρξε· τοῖτο γὰρ ποιῆσαι κεκέλευστο.