Ancient Greek · ~19 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 6.1-13
Not analysed yet
Θαρσήσαντες οὑν ὡς πρὸς τὸν Καντακουζηνὸν αὖθις ἐπανατρέχουσιν. ἐπεὶ δὲ τὸν τόπον, οὗπερ ἔφθασεν ὁ Καντακουζηνός. ὡς εἴπομεν, τὸν χάρακα πήξασθαι, μὴ προσβοηθοῦντα τούτοις ἐγνώκεσαν, δειλιάσαντες ἀνεβάλοντο τὴν μάχην. ὁ δὲ αἰτῶν αἰσθόμενος τῆς ἐφόδου δι᾿ ὅλης νυκτὸς ξυμπάσῃ στρατιᾷ τὴν τοῦ ποταμοῦ περαίαν κατέλαβεν. ἡλίου δὲ τοῦ ὁρίζοντος μήπω ὑπερκίψαντος αὐτός τε θωρακισάμενος καὶ ἅπαν ὁπλίσας τὸ στράτευμα τὴν μέσην τῆς παρατάξεως εἶχε χώραν προμετώπιος, οἱ δὲ Τοῦρκοι ἐξ εὐωνύμου· ὁ δέ γε Ἀλανός ῾Ρωσμίκης τὸ δεξιὸν διεῖπε κέρας μετὰ τῶν ὑπ᾿ αὐτὸν ὁμοχθόνων. τοῦς δὲ Σκύθας προέπεμψε κατὰ τῶν Κελτῶν ἐντειλάμενος δι᾿ ἀκροβολισμοῦ ἐπισπᾶσθαι τούτους καὶ βάλλειν μὲν συχνῶς, ὑπεκφεύγειν δὲ αὖθις καὶ παλιμπορεύτῶς, γίνεσθαι. καὶ οἱ μὲν προθύμως ἀπῄεσαν, ἤνυσαν δὲ οὐδαμῶς, ἐπείπερ οἱ Κελτοὶ συνησπικότες οὐδ᾿ ὅλως τῆν παράταξιν ἔλυον, ἀλλὰ βραδεῖ ποδὶ συντεταγμένοι λίαν ἤεσαν. ὡς δὲ κατὰ τὰ προσήκοντα μέτρα τῆς μάχης ἄμφω τὰ στρα- τεύματα ἐλήλυθεσαν, οἱ μέν Σκύθαι οὐκέτι βάλλειν ὀϊστοὺς ήσύναντο σφοδρᾷ τῇ ῥὑμῃ τῶν Κελτῶν αἰτῶν ἐξιππασαμένων, ἀλλ’ ἐδίδουν εὐθὺς τοῖς Κελτοῖς τὰ μετάφρενα. τούτοις ἐπαμύνειν οἱ Τοῦρκοι προθυμηθέντες προσέβαλον· καὶ οἶδέ τούτων λόγον ὅλως ποιησάμενοι οἱ Κελτοὶ ἐκθυμότερον ἐμάχοντο. ὁ δὲ Καντακουζηνὸς ἡττωμένοις ἀπαρτὶ τούτους ὀρῶν τὸν ἐξουσιοκράτορα Ῥωμίσκην τὸ δεξιὸν ἐπέχοντα κέρας μετὰ τῶν ὑπ᾿ αὐτόν Ἀλανοὶ δέ ἴσαν ἄνδρες μαχιμώτατοι) τὴν μετὰ τῶν Κελτῶν μάχην ἐπέτρεψεν. ἀλλὰ καὶ οὑτος προσβαλὼν ὀπισθόπους ἐφαίνετο καίπερ ὡς λέων δεινὸς κατ’ αὐτῶν βρυχώμενος. ὡς δὲ καὶ τοῦτον ἡτττώμενον ὁ Καντακουζηνὸς ἐθεάσατο ἐπιρρώσας ἑαυτὸν ὥσπερ ἐξ ὁρμητηρίου τινὸς κατὰ μέτωπον τῆς τῶν Κελτῶν παρατάξεως ἴεται καὶ καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ στράτευμα τρέπει τοῖς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου τοῦ καλουμένου Μύλου πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν κομήτων ζωγρήσας, τόν τε Οὐβον *ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον νικητὴς ὑπέστρεψεν. ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆναι βουλόμενος πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας τῶν κατασχεθέντων, Οὐβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παραχρῆμα ἐξέπεμψεν. ἐνταῦθα δὲ γενομένη καὶ πρὸς λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα μικρὸν πρὸς τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λῴου ἀπορ- ρέοντος. ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα τῆς ἱστορίας καὶ τὸ συνεχές τῆς γραφῆς κατ’ ἄρθρα ἔοικε διακόπεσθαι· καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῆ. ὡς δὲ ὁ μαχιμώτατος Βαϊμοῦντος ἱν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἑώρα ἔκ τε θαλάσσης ἔκ τ' ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράτευμα πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπάσας ληΐσασθαι. ἀλλ’ οὐδ’ ὁ Καντακουζηνὸς ἠμέλει οὔτε νήδυμος ὕπνος ἔσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν, ἀλλὰ γοργῶς τὸν Βεροΐτην μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. ἡττᾷ μὲν οὑν αἰτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρπολήσας διεληλύθει. ὡς ᾔσθητο δέ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέντων ἥττης, ὡσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς· μᾶλλον μέν οὖν καὶ θαρραλεώτερος ἐφαίνετο κὼ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους εἰς χιλιάδας ἲξ ποσουμένους κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν οὶόμενος αὐτοβοεὶ αἰρήσειν σὺν τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. ἀλλ’ ἐκεῖνος σκοποὺς ἀεὶ τοῖς ἐφεδρεύοντας τὰ Κελτικὰ πλήθη ἔχων μεμαθηκῶς τὴν αὐτῶν τῶν ἐπέλευσιν ωθκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. ὡς δ' οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούσῃ τοῖ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αἰτοῦ που καταλαμβάνει τουτους μειδιώσης ἀπαρτὶ τῆς ὴμέρας καὶ παραχρῆμα ἐπιθέμενος Πολλοῖς μέν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει· οἱ δέ γε λοιποὶ ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες ἀπεπνίηγσαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. τοὺς μὲν οἶν κόμητας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ’ οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον. τόπος δὲ οὑτος ἑλώδης καὶ δύσβατος. κεῖθι γοῦν ἑβδόμην ἡμέραν ἐγκαρτερησας μετρητοῖς σκοποῖς ἐν διαφόροις ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν αϊμοῦντον καὶ γλῶτταν αἰτῶ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν βαϊμοῦντον πυθόμενος ἀκριβέστερον ἐγνωκέναι. ἐντυγχάνουσι δέ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι’ ὧν τὸν ποταμὶν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν διασκοποὺς κείμενον πολίχνιον αἱρήσειν ἠβούλοντο. τούτως ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὺρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄπι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. παρεκελεύσατο δέ ὁ Καντακουζηνὸς τοὺς κατασχεθέντας ἀποστέλλων τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι άστεϊζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. ὡς δὲ φθάσαντας τούτους ὁ βασιλεῖς μεμαθήκει, ἰπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνοι· ἐκέλευσεν εἰσάγεσθαι τοὺς δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ’ ἄχρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος. εὐ- θὺς οἷν γέλως πάντων ὦρτο πολύς. καὶ τοὺς μέν λοιποὺς κόμητας φρουρὰ διεδέξατο · **