Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 6.1-5
Not analysed yet
Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα, τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνόν καὶ αὐτὸς τὴν ἰδίαν κατ’ αὐτῶν κατεστήσατο φάλαγγα, διχῆ διελὼν τὰς δυνάμεις, καὶ τῶν μὶν αὐτὸς κατάρχων, ὦν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν, ὃν καἰ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις, τὸ σύνηθες καὶ· πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπη τὰ βασιλικὰ ἐώρα παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἷναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες, τὰ τούτῳ διδόασιν · ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦν- τον ὄπισθεν τῶν Ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα, στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δέη καὶ τοῖς μετ᾿ αὐτοῦ παρακελευσάμενος, καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος, πολλοὺς μὶν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λά- φύρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καἰ φεύγοντας. καὶ ἐπεὶ ἀτεχνῶς ἑώρα τὴν φυγὴν ποιουμένους, καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πυρρὸν Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους, χωρίσας ἱκανοὺς πελταστάς, ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν ἐπέσκηψεν φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μάλα συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς κελτούς, τοὺς ἵππους πυκνοῖς ὀϊστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. καὶ γὰρ Κελτὸς ἀνὴρ πᾶς, ἐποχούμενος μέν, ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν εστιν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον, εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν ἢ πρότερον, ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ τοῦτο, οἶμαι γινώσκων ὁ βασιλεύς, μὴ τοὺς ἱππότας, ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων, περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι τοῦτον κατ᾿ ἐκεῖ- νο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι πάλαι σκότει τάς τε γὰρ τούτων ὄψεις ἀπετύφλου ἡ πυκνότης τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τινων οἱ ὀϊστοἰ πέμπονται. τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἱ καὶ κατέλαβον αὐτὸν εἰς τι νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετὰ τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καἰ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον, ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον." τοιοῦτον γὰρ ἡ ὑφεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ’ ὄψιν καὶ ἐν ποσὶ κείμενα ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι’ ἀπάτης νίκην τοῦ αὐτοκράτορος, ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οἶν τινὲς τῶν ὑπ’ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. τούτους τὸ ὁπλιτικὸν θεασάμενοι, ξὺν πολλῇ Προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κὰτ· αὐτῶν ὡρμηκότες, ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. εἶτα τοῦ βασιλέως στοχασαμένου τὸν τόπον ,δι᾿ οὗ ὁ Βαϊμοῦντος μελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας ετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ τλησίον γενέσθαι, εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ’ αὐτῶν, ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.