Ancient Greek · ~13 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 6.1-6
Not analysed yet
Ὁ δέ γε Ῥομπέρτος (ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὃθεν ἐξέπεσε καὶ καθ᾿ εἱρμὸν ἐχέσθω τῆς μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἔπει προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μέτα τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας φαληνίας ἀπέστειλε σπεύδων τὴν ὲν αὐτῇ πόλιν κατασχεῖν, τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβέ. καὶ πρὶν ἥ ταῖς λοιπαῖς δυνάμεσι καἰ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἁθέρα, (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας,) πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν, ὕδωρ ψυχρὸν αὐτεῖ. τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων εἰς ἦν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις μεγάλη πρώην ᾠκοδόμητο Ἰερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ ηρειπωται· ὲν ἀυτὴ πηγὴ ἢν πότιμον ἐσαεὶ καὶ ψυ- χρὸν ὕδωρ ἀναδιδοῦσα." τούτων ὁ Ῥομπέρτος ἀκούσας, δέει πολλῷ τηνικαῦτα συνεσχέθη. συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλήμ, τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα έπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινὲς αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῖ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχόμενος, τῷ χρεὼν λειτουργήσεις." εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν, πλευρῖτις ἦν ἡ νόσος, ἀκριβῶς λέγειν οὐκ ἰχῶ. τέως δἰ ἒξ ἡμερῶν τελευτᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿ ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθών, λύπῃ μὲν ἀφορήτῳ τηνικαῦτα συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς, μετακαλεσόμενος ἅπαντας, πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν, ἀπαράκλητα κλαίων ἔπι τῇ τοῦ πατρὸς τελευτῇ, ὁρ- κίζει δὲ ἅπαντας εἰς ἑαυτόν. καἰ ἀναλαβόμενος τούτους εἰς Ἀπουλίαν διαπερᾷ. ἐν τῷ διαπερᾷν δὲ μεγίστῳ κλύδωνι, κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν υθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κόμιζον πλοῖον ἡμίθραυστον γέγονε· μόλις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ’ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενοὐσιον διεσώσαντο. καὶ εἰς τὴν ἐπ’ ἀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ κω οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, καἰ αὐτὸς ἀνσωριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ άρχῆς, τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον, ἀνέσφαλε μὲν ᾶχθος τοιοῦτον ἀπωμισάμενος. ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον εντι κατέχουσιν, εἰς διχόνοαν τούτους διὰ γραμμάτων καἰ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος, κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου έλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ὲν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφινοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἔποικοι εἰς Ἐπίδαμνον ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ οἱ τὸ Δυρράχιον. ἀλλὰ καἰ αὐτὸς δἰ ὑποσχέσεων καὶ δω- ῥεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν πόλιν Δυρράχιον παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες, τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑὼς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα,) μεγάλα ἐλπίσαντες καἰ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι, ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ρομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ παραδιδόασι τὸ κέστρον τῷ βασιλεῖ, πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.