Ancient Greek · ~14 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 7.1-11
Not analysed yet
Οὔπω δ᾿ οὗτος τῖς εἰρκτῆς ἠλευθεροῦτο καὶ τὸν Γρηγόριον αὖθις ἡ του Ἀνεμᾶ εἶχεν εἰρκτή. πύργος δ’ ἦν εἱς τις τῶν ἀγχοῦ τῶν ἐν Βλαχέρναις ἀνακτόρων τειχῶν τῆς πόλεως, ὁ του Ἀνεμᾶ καλούμενος, ὥσπερ τι λάχος τὴν ἐπωνυμίαν ταυτηνὶ κληρωσάμενος διὰ τὸ πρώτως τὸν Ἀνεμᾶν σιδηρόδετον δέξασθαι ἐπὶ πολὺν ἐν αὐτῷ χρονοτριβήσοντα χρόνον. καὶ γὰρ ἐπινεμήσεως παριππευούσης δωδεκάτης δοὺξ προβληθεὶς Τραπεζοῦνος ὁ ἤδη ῥηθεὶς Γρηγόριος ἀποστασίαν πόλαι ὠδίνων ἐν τῷ πρὸς Τραπε- ζοῦντα ἀπέρχεσθαι εἰς φῶς ἐξήγαγε τὸ ἀπόρρητον. ἐπανιόντι γὰρ πρὸς τὴν Κωνσταντινούπολιν τῷ Δαβατηνῷ τῆς δουκικῆς ἀρχῆς εἰς τὸν Ταρωνίτην μετατεθείσης συναντήσας δεσμώτην εὐθὺς αὐτὸν καὶ ἔμφρουρον εἰς Τήβενναν εἶχεν, οὐ τὸν Δαβατηνὸν δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν Τραπεζουντίων ἱκανοὺς καὶ αὐτὸν δὴ τὸν τοῦ Βακχηνοῦ ἀδελφιδοῦν. ἐπεὶ δὲ τῶν δεσμῶν καὶ τῆς εἰρκτῆς οὐκ ἐλύοντο, ὁμοφρονήσαντς ἅπαντες τοὺς μὲν φρουροῦντας αὐτοὺς τοὺ ἀποστάτου αἰκίαις καθυποβαλόντες ἔξω τῶν τειχῶν ἐξαγαγόντες πόρρω που ἀπήλασαν, αὐτοὶ δὲ τὴν Τήβενναν σφετερισάμενοι ρισάμενοι κατεῖχον. ὁ δ᾿ αὐτοκράτωρ πολλάκις διὰ γραφῶν ποτέ μέν μετεπέμπετο αὐτόν, ποτέ δὲ καὶ ξυνεβούλευε τῆς κακίστης ἀποστῆναι πράξεως, εἰ βούλοιτο συμπαθείας τυχεῖν καὶ εἰς τὴν προτέραν ἀναχθῆναι κατάστασιν, ἐνίοτε δέ καὶ ἠπείλει, εἰ μὴ πείθοιτο. ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ὑπακούειν τοῦ αὐτοκράτορος τὰ λῴονα συμβουλεύοντος, ὡς καὶ γραφὴν πολύστιχον πρὸς αὐτὸν ἐκπεπομφέναι καθαπτομένην οὐ μό- νον τῶν τῆς συγκλήτου καὶ τοῦ στρατοῦ λογάδων, ἀλλὰ καὶ αἰτῶν δὴ τῶν συγγενῶν καὶ γαμβρῶν τοῦ αὐτοκράτορος. ἐκ ταυτησὶ δέ τῆς γραφῆς διαγνοὺς αὐτὸν ὁ αὐτοκράτωρ καθ’ ἑκάστην ἐπὶ τὸ χεῖρον προβαίνοντα καὶ εἰς παντελῆ ἀπόνοιαν ἤδη συνελαυνόμενον καὶ ἀπογνοὺς αὐτοῦ παντάπασι τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως ἐφισταμένης Ἰωάννην τὸν ἴδιον ἀδελφιδοῦν τῆς πρωτοτόκου αὐταδέλφης, ἐξάδελφον δὲ πατρόθεν τοῦ ἀποστάτου πέμπει κατ᾿ αὐτοῦ κατὰ πρῶτον μὲν λόγῳ μᾶλλον συμβουλευσόμενον τὰ σωτήρια, οἰόμενος πεισθῆναι τούτῳ διὰ τὴν ἐκ τῆς συγγενείας γνησιότητα καὶ τὴν ἐκ ταὐτοῦ αἵματος ἀμφοῖν κοινωνίαν· εἰ δέ μὴ βούλοιτο, ἀνδρικῶς ἀντικαταστῆναι διά τε ξηρᾶς καὶ θαλάσσης πολλὰς συνεπαγόμενον δυνάμεις. μαθὼν δέ τὴν τούτου τούτου ὁ Ταρωνίτης Γρηγόριος ἐξελθὼν ὡς πρὸς Κολώνειαν ἀπῄει (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον καὶ ἀνάλωτον), ἐφ’ ᾧ τὸν Τανισμάνην εἰς ἀρωγήν. τοῦτο ἐν τῷ ἀπιέναι μεμαθηκὼς ὁ Ἰωάννης τοὺς Κελτοὺς τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος καὶ λογάδας Ῥωμαίους κατ’ αἰτοῦ ἐξέπεμψεν. οἵ καὶ προκαταλαβόντες καρτερὰν τὴν μετ’ ἀνεδήσαντο μάχην. δύο δέ γενναῖοι ἐντυχόντες αὐτῷ κατέσχον διὰ τῶν δοράτων καταβαλόντες τοῦ ἵππου. κᾆθ’ οἵτως ἀναλαβόμενος αὐτὸν ὁ Ἰωάννης ζωγρίαν ἄγει τῷ αὐἀδελφιδοῦν] τοκράτορι ἐπομοσάμενος μηδέ θεάσασθαι αὐτὸν τὸ παράπαν μήτε ὁμιλίας ἀξιῶσαι κατὰ τὴν ὁδόν. πολλὰ δέ ὅμως ὑπὲρ αὐτοῦ παρεκάλει τὸν αὐτοκράτορα, ἐκείνου ὑποκρινομένου τῶν ὀμμάτων αὐτὸν βούλεσθαι ἀποστερῆσαι. μόγις οὖν ὁ αὐτοκράτωρ τὴν ὑπόκρισιν παρεγύμνωσε κατανεύσας δῆθεν ταῖς αὐτοῦ παρακλήσεσι πολλὰ παρεγγυησάμενος, μὴ ἔκφορον τὸν λόγον ποιήσασθαι. μετὰ δὲ τρίτην ἡμέραν τὴν ἐν χρῷ κουρείαν κειράμενον τὴν κεφαλήν τε καὶ τὸν πώγωνα διὰ μέσης περιαχθῆναι τῆς ἀγορᾶς ἐκέλευσε κᾳθ᾿ οὕτως εἰς τὸν ἤδη ῥηθέντα πύργον τοῖ, Ἀνεμᾶ εἰοαχθῆναι. ἐπεὶ δὲ καὶ ἔμφρουρος ὢν ἀσύνετος ἦν ἀπονοίας δήματα πρὸς τοὺς δεσμοφύλακας ὁσημέραι ἀποφοιβάζων, πολλῆς παρὰ τοῦ αύτοκράτορος ἐπιμελείας διὰ μακρῶν ἠξιοῦτο χειρῶν, ὥστε μεταβαλεῖν καὶ μετανοίας ἐνδείξασθαι τρόπον. ὁ δὲ ὁ αὐτὸς καὶ αὖθις ἦν, μετεκαλεῖτο δὲ συχνῶς τὸν ἐμὸν Καίσαρα πάλαι πρὸς ἡμᾶς φιλίως ἔχων. καὶ παρεχώρει τούτῳ τηνικαῦτα καὶ ὁ αὐτοκράτωρ, ἐφ’ ᾦ καὶ τῆς πολλῆς αὐτὸν ἀνα- κτᾶσθαι ἀθυμίας καὶ συμβουλεύειν τὰ λῴονα. ὁ δὲ βραδὺς πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐφαίνετο. ἔνθεν τοι καὶ ἐπὶ πλείονα καιρὸν ἔμφρουρος ἦν. εἶτα συμπαθείας ἀξιωθεὶς τοσαύτης φιλοφροσύνης ἀπήλαυε καὶ δωρεῶν καὶ τιμῆς ὁπόσης οὐδὲ πρὸ τοῦ, ὁποῖος ὁ ἐμὸς βασιλεὺς περὶ τὰ τοιαῦτα.