Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 7.1-12
Not analysed yet
Οὔπω μικρὰν ἐπιμειδιάσαντος τοῦ αύτοκρατορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι ἑτέρα τις ἀπόφημος κατέλαβεν ἀγγελία φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα Ῥωμαϊκῶν ταγμάτων μηνύουσα. κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν καρδίαν καὶ ἀνιώμενος ἐπιστενάζων τε τοῖς πεσοῦσιν, ἔστιν οὗ καὶ δακρύων τὰ καθ’ ἕκαστον, ἀλλὰ Κωνσταντῖνον τὸν Γαβρᾶν, ἄνδρα ἀρηίφιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψάμενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις τὴν δίοδον. δυσχεραίνοντος δέ τοῖ Γαβρᾶ καὶ πρὸς τὴν ἐπιχείρησιν οἶον ἀποκναίοντος (οἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκατακαλὼν παραχρῆμα, τὸν ἔτι ἀδελφῇ γαμβρὸν τοὐμοῦ Καίσαρος, ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλούμενόν τε λίαν παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιοτάτων ἀνδρῶν ἐκπέμπει. οἶς καὶ πολλοὺς τῶν τοῖς Πορφυρογεννήτου καὶ τὠμῷ Καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. ἐδεδίει μέντοι πρὸς τοῦτο καὶ οὐτος, ἀλλ’ ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου θαλασσοκράτορος τυγχάνοντος κατατρέχοντα αἰτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρραθυμούντων τοῦ πορθμοῦ Λογγιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε πρὸς τὴν ἤπειρον χάριν ῥᾳστώνης, προκειμένου τοῖς γράμμαἐναντίνω] σιν ὅτι “κἂν σύ, βασιλεῦ, τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν τοῦ πορθμοῦ Λογγιβαρδίας σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν. οἱ γὰρ ἀπὸ Λογγιβαφδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι τὸν ἐπιπνέοντα τούτοις εὔθετον ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μέν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν διαπλέουσίν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. σφοδρῶς δέ ὁ νότος ἐπιπνέων προσορμίσαι μέν εἰς τὸ Δυρράχιον οὐδαμᾶς παρεχώρει, παραπλεῦσαι δὲ τὴν ἠιόνα Δυρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. κεῖθι δέ τὰς μυριοφόροτς ὁλκάδας προσορμίσαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπαγόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντηῳ προσαγηόχασι. κἀντεῦθεν πανηγύρεις πολλὰς συνεστήσαντο, ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πὼς διοίκησιν ἐμπορεύωνται.” ὁ δέ βασιλεὶς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος, εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. ἐπεὶ δέ μὴ κατὰ γνώμην τῷ Κοντοστεφάνῳ ἐπεραίνετο (καὶ γὰρ ἅπαξ καὶ δὶς ἐπιπροσηγηόχασι χειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ · μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ᾿ ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἶός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμοις ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος τσταμένου· ούδὲ γὰρ τὸν ῾Ηρακλέα πρὸς δύο φασί· τῇ βίᾳ τοίνυν τοῦ πνεύματος παλίνορσος ἐγίνετο), ἐπὶ τούτοις ὁ αὐτοκράτωρ διεπρίετο· διαγνοὺς δέ, ὅτι οὐχ ὅπη προσήκει τὸν ῾Ρωμαϊκὸν στόλον ὁ Κοντοστέφανος προσώμισε καὶ διὰ τοῦτο αὐτὸν οἱ νότοι ἀπείργουσιν εὔθετον τοῖς Κελτοῖς μᾶλλον τὸν πλοῦν παρεχόμενοι, διαγράψας τὴν τῆς Λογγιβασρίας ἠϊόνα καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοὺς παρ᾿ ἑκάτερα διακειμένους λιμένας ἀπέστειλε τῷ Κοντοστεφάνῳ ὑποδείξας ἐν γράμμασι, καὶ ὅπη δεῖ προσορμίσαι τὰς ναῦς καὶ ὅθεν οὐρίου τύχοι τοῦ πνεύματος κατὰ τῶν διαπλωϊζουένων Κελτῶν ἐξορμῶν. ἀνέρρωσέ τε αὖθις τὸν Κοντοστέφανον καὶ ἔργου ἅψασθαι ἀνέπεισεν. ἀνακτησάμενος οὖν ἑαυτὸν ὁ Ἰσαάκιος καὶ καταλαβὼν οὗπερ ὁ αὐτοκράτωρ αὐτῷ παρεκελεύσατο τὰς ναῦς προσώκειλε. καὶ καιρὸν ἐπιτηρήσας, ὁπηνίκα οἱ ἄπο Λογγιβαρδίας μετὰ πολλῆς παδσκευῆς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ἐποιοῦντο, ἀνέμου δεξιοῦ τηνικαῦτα ἐπιπνέοντος δέχεται τούτους τοῦ πορθμοῦ μέσον καἰ τινα μὲν τῶν λῃστρικῶν πλοίων πυρίκαυστα πεποίηκε, πλείω δὲ καὶ αὔτανδρα τῷ βυθῷ παρέπεμψεν. οὔπω ταῦτα μεμαθηκὼς ὁ βασιλεύς, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Λαντούλφου γραφέντα καὶ αὐτοῦ δουκὸς Δυρραχίου ἐγκείμενον ἔχων τὸν νοῦν, ἑτέρου λογισμοῦ γεγονὼς παραχρῆμα τὸν ἤδη ῥηθέντα Μαριανὸν τὸν Μαυροκατακαλὼν μεταπεμψάμενος ἐκεῖθεν δοῦκα τοῦ στόλου προχειρίζεται, τὰ δέ τῆς Πετρούλας ἑτέρῳ ἀνατίθησιν. οὗτος οὑν ἀπελθὼν καὶ κατά τινα συντυχίαν εὐθὺς ἐντυχῶν ταῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζομέναις λῃστρικαῖς καὶ φορτηγοῖς ναυσὶ κατέσχεν ἁπάσας πλήρεις παντοίων ἐδωδίμων. καὶ τοῦ λοιποῦ ἄγρυπνος φύλαξ τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τυγχάνων οὐ συνεχώρει τὸ παράπαν τοῖς Κελτοῖς τὸν πρὸς τὸ Δυρράχιον ἀπόπλουν.