Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 7.1-5
Not analysed yet
Τῇ δὲ μετ᾿ αὐτήν, αὐγαζούσης ἤδη τῆς ἡμέρας, παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου, ἐπεὶ ἑλώδη τότον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν, (κλεισούραν τοῦτο καλοῦσιν,) τὴν λεγομένην Δεμενίκου ταλάτιον, διὰ τούτου εἰσελθὼν, ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ᾿ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτον ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός ἀνὴρ ἐπὶ φρονήσει διαβεβονμήνος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε καιροῦ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων, θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα,) συνιδεῖν δὲ τὸ μέλλον αὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψεν μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὶν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν, ὀλίγους δὲ διελεῖν Τούρκων καἰ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καἰ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις, μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποι- ουμένων κατὰ τῶν Λατίνων, οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης, τοὺς ὑπ᾿ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι, καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου, εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώ ματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαήλ, ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτοις διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, καθ’ Ὅμηρον, ἐν τῷ τοῦ στομίου ἔξέρχεσθαι δεξιὰ παρεκκλίνας, γοργῶς ἐπιστραφείς, καίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ᾿ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος, καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας, μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. οἱ γοῦν Λατῖνοι τὴν σημαίαν ἐ· ξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες, ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράοντο ἀτραπόν, δι’ ἦς καὶ τὰ Τρίκαλα καταλαμβάνουιν ἤδη προκατασχεθέντα παρά τινων τῶν τοῦ Βαϊμουντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ ἔτην Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποτείλας, πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν ἰς τὴν θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου, καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς νὼ εὐεργεσιῶν μυρίων ἐπαπολαῦσαι. καἰ ὅσοι μὲν τούτῳ ἑαὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ’ αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες, τοὺς τῶν παραδραμόντων τεσσάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι, ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εὔλογα αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε, τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε, καὶ τὸν τοὺ Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλεύουσαν τῶν πόλεων ἐπαναζεύγνυσι.