Ancient Greek · ~19 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 7.1-6
Not analysed yet
Τὴν δὲ τοῦ Ῥομαέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν, μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρη- σμοῦ, ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας, τωι τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε, παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ρομπέρτου τετελευτηκότος, κότος, ἐς ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως· “μέγας ἐχθρὸς ἔξ ἑσΠέρας πολλὰ κυκήσας ἄφνω πεσεἴται.’’ ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἥν γὰρ ἐπὶ ταύτῃ τῇ σοφίᾳ εἰς ἄκρον καὶ ἵνα τι βραχὺ παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας μικρὸν αποσταντες, οὕτως ἔχει τὰ κάτα τους χρησμους. νεώτερον μὶν τὸ ἐφεύρεμα καὶ οὐκ οἶδε τὴν ἐπιστήμην ταύτην ὁ πάλαι χρόνος. οὔτε γὰρ ἐπ’ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἥν, οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾕδει, ἀλλ’ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λεῖψις ἦν ἐκείνοις ὡροσκόπου, ἐν οἶς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐσύστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ τὰ τοιαῦτα ματαιάζουσιν. ἡμεῖς δὲ ἐκεῖθέν ποτε ἀίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἴνα τι τοιοῦτον διαπραξαίμεθα, μὴ γένοιτο,) ἀλλ’ ἵνα τῆς ματαιολογίας ταύτης ἀκριβέστερον καταγνόντες, καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδείξαίμην, ὅτι ἔπι τοῦ αὐτοκράτορος τούτου τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν, τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε τῶν ἄνωθεν ἐλπίδων καὶ κεχηνέναι τοῖς ἄστρασιν. αὕτη αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ’ ἐκεῖνο καιροῦ ἐξήνθησε, καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια. ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο· ἐν δὲ οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφοφορίαις τὰς προρρήσεις ἐπεποίητο. ἦν δ’ ἄρα καὶ τοῦτο μαντικὸν μὶν οὐδαμῶς, ἀλλὰ τέχνη τις Ἀλεξανδρέως λογική. ὁρῶν δὲ ὁ αὐτοκράτωρ τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην, δὶς καὶ αὐτὸς τοῦτον ἐπηρωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἅπαντες, κατὰ τὴν ‘Pαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε, τῆς πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ δικλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων, εἰς ἄκρον ἤλαυνεν εὐφυίας, μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν καἐξήνθει ταλαβών, τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν, ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο, καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἔξερεύξασθαι· εἰς ὃ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ ἱκανοῦ, αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· τεθνήκει δ’ ὅμως ἡ Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν Κατανάγκης προεῖπεν ὁ δὲ βασιλεύς, ἐπεὶ ποσάκις περὶ αὐτοῦ προμαντευσάμενος, τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἕνα μὴ ὄι ἐμπάθειαν δόξη τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχοι τινὲς καὶ ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς λόγος ἐκράτει καὶ τινες ἔλεγον, ἡγεμὼν γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λό- γοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ’ αὐτοῦ μεγάλη, εὐπρόσιτος, εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἔθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σώζων, κὼ τούτοις ἐπιγαννύμενος, δι’ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο πάντας τοὺς ὑπ’ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκωτέρως πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσώτατος, ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ’ ὦν πάντων ἡττώμενος, πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ’ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνε- ζήτησεν, ὡς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδἰνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς οἰστοὺς διὰ γλώττης πέμπον. τες. τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον καὶ πέρι τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον πάντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνι- ζομένων ἥν ὁ ἀνήρ, ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινομενος.