Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 6.1-7
Not analysed yet
Συνάγεται έν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βεπόην, ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. τότε καὶ ὁ Θλάντρας κόμης ἐξ Ἱεροσολύμων επανερχόμενος, ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον, ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦτον ὁ βασιλεύς, πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ’ ὧν αὖθις συνελέξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν. οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη, μέσον Γολόης καί Διαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. ὁ δέ γε αὐτοκράτωρ τὰ κάτα τοὺς Κομάνους μεμαθηκώς, ἔπει προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει, τὴν ἐκείνων ἔλευσιν ὑφορώμε- νος. μεταπεμψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας, ἐκπέμπει παραγγείλας, ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι· καὶ δοῖεν ὁμήρους, ἀναχαιτίσαι αὐτοὺς τῆς ἔπι τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μένειν ἐν ᾧ προκατέλαβον τόπῳ, καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη· ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά- νων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν· εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος, καὶ εἰκότα προσομιλήσας, ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. κἀκεῖσε προσκαρτερῶν πάπας αὐτοὺς θεραπείας ἠξίου, πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κομανοὶ παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον, καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθηκότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν, καὶ ὅτι τὴν Μαρκέλλαν καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. ὁ δὲ πρὸς τοῦτο ἀνένευσε, προεφθακὼς σπείσα- σθαι μετὰ τῶν Σκυθῶν, εἰπών, ὡς “οὐ χρεία τὸ παρὸν βοηθείας ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέψατε." καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις, δῶρα τε ἱκανὰ ἐπιδούς, μετ᾿ εἰρήνης ἀπέστειλε. τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε, καἰ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο, ληϊζόμε- νοὶ τὰς παρακειμένας πόλεις καἰ χώρας. ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε. τοῦτο θεασάμενος ὁ Συνέσιος, ἐπανέρχεται πρὸς τὸν βασιλέα, αὐτάγγελος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοσύνης καὶ παραβάσεως. τὴν Θιλιππουπολιν δὲ τούτων καταλαβόντων, τοῦτο μεμαθηκὼς ὁ βασιλεύς, ἐν ἀμηχανίᾳ καθίστατο, ἀποχρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις, ὥστε ὅλως τὴν μετ᾿ αὐτῶν μάχην ἀναδέξασθαι. ὁποῖος δὲ ἐκεῖνος ὲν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ’ ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω δι’ ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. κὼ οὕτω στοχασάμενος τῶν τόπων καὶ τῶν πόλεων, ἔνθα καταλαμβάνειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἐσπέρας τούτους ἐμεμαθήκει τόπον τινὰ καταλαβεῖν, ἐκεῖνος τὸν τοιοῦτον πρωίας κατελάμβανε. καὶ ὡς δύναμις, δι’ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. κατέλαβον οὖν ἄμφω οἱ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καἰ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας τῶν πόλεων ξὺν τάχει πολλῷ, ἐν ἀμηχανίᾳ ἥν. καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχ· ων, τὸ μὴ χεῖρον, ὅ φασιν, βέλτιον λογισάμενος, πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. ἐρωτᾷ γοῦν, πρέσβεις ἀποστείλας πρὸς αὐτούς, τὰ περὶ εἰρήνης· οἱ δ’ αὖθις τῷ τοῦ βασιλέως ὑπεῖξαν θελήματι. προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης. πέμπεται τοίνυν ὁ Μιγιδηνός, ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρακειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα ὕστερον πόλεμον κατὰ τὸν τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας, καὶ παρασύρεις παρὰ γυναικὸς Σκυθίδος ἑάλω, διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθεὶς. οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. οὐκ ἔπι πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ’ αὐθις πρὸς τὸν ἴδιον ἔμετον, ὡς κύνες, ἐστράφησαν. ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων, καταλαμβάνουσι τὸν Ταυρόκωμον, κἀκεῖ παραχειμάσαντες, ἐληίζοντο τὰς παρακειμένας κωμοπόλεις.