Ancient Greek · ~11 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 7
Not analysed yet
Ἔαρος δὲ ἤδη ἀναφανέντος, ἐκεῖθεν εἰς Χαριούπολιν ἔρχονται ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον διατρίβων, οὐκέτι ἐν ἀναβολαῖς ἦν. ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμνόμενος ἱκανόν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους καλουμένους νέους, ἀρτιφυεῖς πάντας τὸ γένειον τὴν ὁρμὴν ἀνυποστάτους, προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ακρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν. τὸ δὲ τῶν ἀρχοντοπουλων τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων, συλλεξάμενος ἁπανταχόθεν αὐτοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς, ἐγύμνασέ τε πρὸς ὅπλα καἰ πόλεμον ναὶ ἀρχοντοπούλους ὠνόμασεν, ὡσανεὶ ἐξ ἀροχόντων υἱοὺς γεγονότας ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγένειάν τε καὶ ἀνδρίαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο, τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς έν ὀλίγῳ εἰπεῖν, εἰς δύο χιλιάδας συμποσούμενον, ὥσπερ ποτε καὶ τοῖς Δάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ἤεσαν. οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας, ἀσχέτῳ ῥύμη κατ᾿ αὐτῶν ἵενται. καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης, πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. πέρι ὦν ἐπὶ πολὺν χρόνον νυ βύθιον ἔστενεν ὁ βασιλεύς, δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος. ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους, διὰ τῆς Χαριουπόλεως διελθόντες, ἀπονενεύκασι πρὸς τὸν Ἄπρον, ἅπαντα ληιζόμενοι. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκαταλαμβάνει τούτους καἰ εἰσεῖσιν εἰς τὸν Ἄπρον· οὐ γὰρ προσῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις, καθάπερ πολλάκις εἴρηται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίω εἰς προνομὴν ἐξερχομένους, μετακαλεσάμενος τὸν Τατίκιον, οὑ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μαθ᾿ ἑαυτοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας, καἰ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν, ὥσθ’ ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάζοιντο, κατ᾿ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκώς, κτείνει μὲν τριακοσίους, ἱκανοὺς δὲ καὶ ζωγρίαν ἄγει. τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακόσιοι, χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα, ἀποδεδώκασι τούτῳ τιμῆς. ὁ δὲ βασιλεὺς Ἀλέξιος δεξιωσάμενος τούτους, ἱκανὰς ἀπεδίδου τὰς χάριτας. ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης, ὅσον ἤδη ὁπλίζεσθαι τὸν τὴν Νικαιαν φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ περσῶν φρονοῦντες Τοῦρκοι ἀμηραν ὀνομάζουσι, τὸν Ἀπελχασὴμ κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῖς χώρας.