Ancient Greek · ~11 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 5
Not analysed yet
Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατὸς τὸν Ἴστρον μεθ᾿ ὧν ὑπεποιήσατο Κομάνων, οἱ τὴν τοσαύτην λείαν καὶ τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι, τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν, ὡς “ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες, εἰς ὑμετέραν ἤλθομεν βοήθειαν, τὴν τοσαύτην ὁδὸν διηνυκότες, ἐφ’ ᾡ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας, οὐ χρὴ κενοὺς αὐθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες, οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ᾿ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἥ γοῦν κοινῇ μεθ’ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε, ἢ ἀντὶ συμμαχων πολεμίους ἡμᾶς ἕξετε." πρὸς τοῦτο ἀνένευσαν οἱ Σκυθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων, σφοδρὸς ἀνάμεσον αὐτῶν ἀναρρήγνυται πόλεμος, καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες, εἰς τὴν καλουμένην Ὀζολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κομάνων, ἐφ᾿ ἱκανὸν ἐκεῖσε διέτριβον, τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν Νη’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν εστι κατά τε διάμετρον καὶ περίμετρον, καὶ τῶν ὅπου δήποτε φημιζομένων πάρα τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν Ἕκατόν βουνῶν ὕπερθεν, καὶ εἰς αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγούς εστιν ἀνέχουσαν νῆας, ὡς εἷναι κἀντεῦθεν δῆλον τὸ βάθος αὐτῆς ὁπό- σὸν τί ἐστιν. Ὀζολίμνη δὲ κατωνόμασται, οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν, ἀλλ’ ὅτι οὑννικῆς ποτὲ στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ τούτους δὲ τοὺς Οὔννους Οὔζους ἡ ιδιῶτις ἀπεκάλεσε γλῶσσα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης, Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην, μετὰ προσθήκης, οἴμαι, καὶ τοῦ ὒ φωνήεν- τος. καί ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εἵρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἔπι δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω, ὥσπερ πὰρ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πολλαχοῦ στρατηγίαις νῦν ἀφ᾿ ἑαυτοῦ, νῦν δὲ ἀπὸ τῶν ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας. τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ’ Αἴγυπτον, ὅπου δὲ ἡ Ἀλεξάνδρεια ἡ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου τινος τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμάχειαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ ναί ὁ βασιλεὺς Ἀλἐξιος ζῆλον Ἀλε- ξάνδρειον ἀναλαβών, ὅπου μὲν ἐξ ἐθνῶν ἥ συρραγέντων ἢ προσκεκλημένων παρ’ αὐτοῦ παριῆψε τοῖς τόποις ὀνομάτων καινότητας, ἥ ἀφ’ ὧν αὐτὸς κατεπράξατο, τῆς ἑαυτοῦ προσηγορίας ὦς τόποις μετέδωκε. τοσαῦτα μὲν πέρι τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. οἱ δὲ Κομανοὶ, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια, ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι, αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.