Ancient Greek · ~26 min
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 8.1-12
Not analysed yet
Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς ἐπιβούλους καὶ τὸν ἀποστάτην Γρηγόριον οἰκονομήσας οὐδὲ τὰ κατὰ τὸν Βαϊμοῦντον ἐλάθετο, ἀλλὰ μεταπεμψάμενος τὸν Κοντοστέγανον Ἰσαάκιον μέγαν δοῦκα τοῦ στόλου προὐβάλετο καὶ πρὸς τὸ Δυρράχιον ἐξέπεμψεν ἐπαπειλησάμενος τὴν τῶν αὐτοῦ ἐκκοπήν, εἰ μὴ φθάσας προκαταλάβοι τὴν πρὸς τὸ Ἰλλυρικὸν τοῦ Βαϊμούντου διαπεραίωσιν. πέμπει δὲ καὶ συνεχῆ γράμματα πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον, τὸν ἀδελφιδοῦν αὐτοῦ, ἐπαλείφων τοῦτον καὶ παρασκευάζων ἐγρηγορέναι διὰ παντὸς καὶ τοὺς κατὰ τὴν θάλασσαν ἐπισκοποῦτας αὐτὸ τοῦτο ποιεῖν παρακελεύεσθαι, ὡς μὴ λάθοι ὁ Βαϊμοπυντος διαπεράσας, ἀλλ’ εὐθὺς δηλωθῆναί οἱ διὰ γραμμάτων. ταῦτα μὲν οὖν ὁ αὐτοκράτωρ· ὁ δὲ Κοντοστέφανος ἐντεταλμένον ἔχων μηδέν ἄλλο ἢ τὸν ἀναμεταξὺ Λογγιβαρδίας *ἐπιμελῶς τηρεῖν πορθμὸν καὶ τοὺς πρὸς τὸ Δυρράχιον προπομποὺς τοὐ Βαϊμούντου καὶ πᾶσαν τὴν αὐ- τοῦ παρασκευὴν ἐκεῖθεν ἐνθάδε κομισομένους ἀπείργειν καὶ μηδέ τὸ τυχὸν κομίζεσθαί οἱ ἐκ Λογγιβαρδίας παράπαν συγχωρεῖν ἀπελθὼν ἠγνόησε τὸν ἐπιτήδειον τόπον τῶν πεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπλωϊζομένων· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ παραβλεψάμενος τὰ προστεταγμένα εἰς Ὑδροῦντα διαπερᾷ, ὅπερ πόλις ἐστὶ κατὰ τὴν παραλίαν τῆς Λογγιβαρδίας διακειμένη. ταύτην τὴν πόλιν γυνή τις ἐφρούρει, μήτηρ, ὡς ἐλέγετο, τοῦ Ταγγρέ, εἴτε ἀδελφὴ τοῦ ἐν πολλοῖς ἤδη ῥηθέντος Βαϊμούντου εἴτε καὶ μή, συνιδεῖν οὐκ ἔχω · οὐ γὰρ οἶδα σαφῶς, εἰ πατρόθεν ἢ μητρόθεν τὴν πρὸς τὸν Βαϊμοῦντον ὁ Ταγγρέ συγγένειαν ἐκέκτητο. ἐκεῖσε παραγενόμενος καὶ προσορμίσας τὰς νῆας ἀπεπειρᾶτο τῶν τοῦ Βρεντησίου τειχῶν καὶ εἰς χεῖρας εἶχεν ἤδη. ὡς δὲ τοῦτο ἡ ἐντὸς οὖσα γυνὴ φρενήρης οὖσα καὶ σταθηρὰ τὴν γνώμην ἐθεάσατο, ὁπηνίκα τὰς ναῦς κεῖθι προσώρμισεν, εἰς ἵνα τῶν υἱῶν αὐτῆς ἀποστείλασα σπουδαίως τοῦτον μετεκαλεῖτο. τοῦ δέ ναυτικοῦ παντὸς θαρσήσαντος ἤδη, ὡς ἐν χερσὶ τὴν πόλιν ἔχοντος, καὶ τὴν τοῦ βασιλέως εὐφημίαν ποιουμένων ἁπάντων, καὶ αὕτη ὲν ἀμηχανίᾳ καταστᾶσα ταὐτὸ τοῦτο παρεκελεύετο ποιεῖν καὶ τοὺς ἐντός. ἅμα δὲ καὶ πρὸς τὸν Κοντοστέφανον πρέσβεις ἀποστείλασα δουλείαν ὡμολόγει τᾷ αὐτοκράτορι καὶ εἰρηνικὰς μετ’ αὐτοῦ σπονδὰς ὑπισχνεῖτο ποιήσασθαι πρὸς αὐτόν τε ἐξελεύσεσθαι τὰ κατὰ σκοπὸν ἀνακοινωσομένη, ὡς πάντα δι’ αὐτοῦ δηλωθείη τῷ αὐτοκράτορι. τοιαῦτα δὲ ἐμηχανᾶτο ἀπαιωροῦσα τὸν τοῦ Κοντοστεφάνου λογισμόν, εἴ που ἐν τῷ μεταξὺ καταλάβοι ὁ ταύτης υἱὸς καὶ τηνικαῦτα τὶν σκηνήν, καθάπερ τοὺς τραγικούς φασι, ῥίψασα μάχης ἀνθέξοιτο. ο συμμιγοῦς ὢν τῆς εὐφημίας ἀπό τε τῶν ἐντὸς ἀπό τε τῶν ἆτός γινομένης καὶ πάντα τὰ πέριξ κατειληφυίας, ἐπεὶ τοιού- τοῖς λόγοις καὶ ἐπαγγελίαις ψευδέσι τὸν τοῖ Κοντοστεφάνου ἀπῃώρει λογισμὸν ἡ στρατιῶτις ἐκείνη γυνὴ ὡς εἴρηται, καταλαμβάνει καὶ ὁ προσδοκώμενος μεθ’ ὡν συνυπήγετο κομήτων καὶ ὁμόσε κατὰ τοῦ Κοντοστεφάναυ χωρήσας ἡττᾷ κατὰ κρατῶ. οἱ μὲν οἶν τοῖ ναυτικοῦ ἅπαντες ὡς ἄπειροι τῆς διὰ ξηρᾶς μάχης τῇ θαλάσσῃ ἑαυτοὺς προσέρριψαν· τῶν δέ γε Σκυθῶν προεκδραμόντων (παρῆσαν γὰρ ἱκανοὶ μετὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος) ἐν τῷ καιρῷ τῆς μάχης εἰς προνομήν, ὡς ἔθος τοῖς τοιούτοις βαρβάροις, συμβέβηκεν ἁλῶναι τούτων ἓξ τὸν ἀριθμόν, οὒς καὶ ἀποσταλέντας θεασάμενος ὁ Βαϊμοῦντος καθάπερ τι μέγιστον πόρισμα τού- τοῖς λαβὼν εὐθὺς πρὸς Ῥώμην ἀπῄει. καὶ καταλαβὼν τὸν ἀποστολικὸν θρόνον καὶ τῷ πάπᾳ διαλεχθεὶς πρὸς ὀργὴν ὅλον κινήσας κατὰ τῶν Ῥωμαίων καὶ τὴν ἀνέκαθεν τῶν βαρβάρων τούτων μῆνιν κατὰ τοῖ ἡμεδαποῦ γένους ἀνερεθίασς, ἵνα μᾶλλον τοὺς ἀμφὶ τὸν πάπαν Ἰταλοὺς ἐκμήνειεν, ὁ Βαϊμοῦντος καὶ τοὺς ἑαλωκότας τῶν Σκυθῶν παρεστήσατο ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων ἐνδεικνύμενος, ὡς ἄρα ὁ αὐτοκράτωρ Ἀλέξιος δυσμενῶς ἔχων τὰ πρὸς Χριστιανοὺς βαρβάροις τινὰς ἀπίστοις καὶ ἀλλοκότους ἱπποεὐψημίας τοξότας ἐφίστησι κατὰ τῶν Χριστιανῶν ὅπλον κινοῦντας καὶ τόξον ἐντείνοντας. καὶ ἐφ’ ἑκάστου λόγου τοιούτου ὑπε- δείκνυ τοὺς Σκύθας ἐκείνους τῷ πάπα σκυθικῶς ἐσταλμένους καὶ κατὰ τὸ εἰωθὸς πρὸς τὸ βαρβαρικώτερον ἀποβλέποντας καὶ τούτους κατὰ τὸ ἔθος τῶν Λατίνων παγανοὺς ἄνω καὶ κάτω προσηγόρευε καταμωκώμενος καὶ τοὔνομα καὶ τὸ σχῆμα. πανούργως δέ, ὡς ἔοικε, τὸ πρᾶγμα μετεχειρίζετο τοῦ κατὰ Χριστιανῶν πολέμου, ἵνα δὴ καὶ ἀρχιερατικὴν γνώμην συμπείσειεν, ὡς εὐλόγως ἄρα κατὰ τῆς τῶν Ῥωμαίων ἔχθρας κεκίνητο, ἐν ταὐτῷ μνηστευόμενος καὶ πολλῶν ἀνδρῶν αὐτόματον συλλογὴν ἀγροικοτέρων καὶ ἀνοήτων. τίς γὰρ ἂν οὐχὶ τῶν ἀγχοῦ καὶ πόρρω βαρβάρων αὐτόμολος ἧκεν εἰς τὸν καθ’ ἡμῶν πόλεμον ἀρχιερατικῆς γνώμης ἐπιτρεπούσης καὶ τοῦ φαινομένου εὐλόγου πᾶσαν ἵππον καὶ ἄνδρα καὶ χεῖρα στρατιωτικὴν ἐξοπλίζοντος; τοῖς τούτου λόγοις οὖν συνελαθεὶς ὁ πάπας καὶ ὁμογνωμονήσας αὐτῷ τὴν πρὸς τὸ Ἰλλυρικὸν ἐπέτρεψε διαπεραίωσιν. ἐπανιτέον δὲ αὖθις πρὸς τὸ προκείμενον. ἐκθυμότερον μέν οὖν οἱ ἠπειρῶται στρατιῶται τῆς μάχης ἀντείχοντο· τοὺς δέ γε λοιποὺς τὸ τῆς θαλάττης ῥόθιον ὑπεδέξατο. κἀντεῦθεν λαμπρὰν οἱ Κελτοὶ εἶχον εἰς χεῖρας νίκην · οἱ δέ γε γενναιότεροι τῶν στρατιωτῶν καὶ μᾶλλον οἱ τῆς μείζονος τύχης, ὦν φέριστοι [μᾶλλον] ἐκεῖνος Νικηφόρος Ἐδκζηὸς ὁ Ὑαλέας καὶ ὁ τούτου ἐξάδελφος Κωνσταντῖνος ᾿Εξαζηνὸς ὁ καλοί μένος Δούκας καὶ ὁ ἀνδρικώτατος ᾿Αλέξανδρος ὁ Εὐφορβηνὸς καὶ ἕτεροι τῆς αὐτῆς ἀξίας καὶ τ΄ χης, μνησάμενοι θούριδος ἀλκῆς ἐπιστραφέντες καὶ τοῦς ἀκινάκεις σπασάμενοι ὅλῃ χειρὶ καὶ γνώμῃ πρὸς τοὺς Κελτοὺς ἐμάχοντο τὸν ὅλον ἀναδεξάμενοι πόhμον καὶ ἡττήσαντες αὐτοὺς λαμπρὰν τὴν αὐτῶν νίκην ἤραντο. ἀνακωχὴν οὖν ὁ Κοντοστέφανος ἐντεῦθεν λαβὼν τῆς Κελτικῆς ἐπελεύσεως λύσας ἐκεῖθεν τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ παντὸς τὸν Αὐλῶνα καταλαμβάνει. ἐπεὶ δέ, ὁπότε πρώτως τὸ Δυρράχιον καταλαβὼν τὰς ὑφ᾿ ἑαυτὸν πολεμικὰς ναῦς ἐξ αὐτοῦ τοῦ Δυρραχίοι μέχρι τοῦ Αὐλῶνος καὶ αὐτῆς τῆς καλουμένης Χιμάρας διέσπειρεν, ἀπέχοντος μέν τοῦ Δυρραχίου τοῦ Αὐλῶνος σταδίοις ἑκατόν, τῆς δὲ Χιμάρας τοῦ Αὐλῶνος αὖθις ἀπεχούσης σταδίους ἑξήκοντα, τὴν τοῦ Βαïμούντον ἐπειγομένην ἤδη ἐμάνθανε διαπεραίωσιν, στοχασάμενος ἐνδεχόμενον εἶναι μᾶλλον εἰς τὸν Αὐλῶνα διαπερᾶσαι ρᾶσαι αὐτὸν διὰ τὸ ἥττονα εἶναι τὸν πρὸς τὸν Αὐλῶνα πλοῦν τοῦ πρὸς τὸ Δυρράχιον καὶ διὰ τοῦτο δεῖν πλείονα τὴν φυλακὴν του Αὐλῶνος ποιήσασθαι ἀπελθὼν μετὰ τῶν ἑτέρων δουκῶν ἐτήρει ἐπιμελῶς τὸν ἀναμεταξὺ πορθμὸν ἐκ τοῦ Αὐλῶνος καὶ κατὰ τὴν ἀκρολοφίαν τοῦ καλουμένου Α Ἰάσονος βουνοῦ σκοποὺς ἐπιστήσας, ἐφ᾿ ᾧ τὴν θάλασσαν περιαθρεῖν καὶ τὰς ναῦς ἐπισκοπεῖν. Κελτὸς δέ τις ἐκεῖθεν ἄρτι. διαπεραιωθεὶς ἐβεβαίου τούτοις τὴν τοῦ Βαϊμοίν- του ἐπὶ ξυροῦ εἶναι διαπεραίωσιν. τοῦτο οἱ Κοντωτέφανοι μεμαθηκότες καὶ ἀποδειλιῶντες πρὸς τὴν μετὰ τοῦ Βαϊμούντου ναυμαχίαν (καὶ γὰρ καὶ φήμη μόνη τούτους κατέπληττε) νοσεῖν ἐσκήψαντο καὶ διὰ τοῦτο δεῖσθαι βαλανείων. καὶ ὁ Λαντοῦλφος καὶ τοῦ ναυτικοῦ παντὸς ἐξηγούμενος, ἐμπειρίαν πολλὴν τῆς κεκτημένος, καὶ τοῦ κατὰ θάλασσαν πολέμου ἐκ πολλοῦ κεκτημένος, πολλὰ τούτοις παρηγγυᾶτο ἐγρηγορέναι διὰ παντὸς καὶ τὴν τοῦ Βαϊμούντου καραδοκεῖν ἔφοδον. οἱ δὲ Κοντοστέφανοι ἐν τῷ πρὸς Χιμάραν ἀπιέναι βαλανείου χάριν τὸν καλούμενον δεύτερον τὸν δρουγγάριον τοῦ στόλου μετὰ τοῦ Ἐξκουσσάτου μονήρους κατ᾿ αὐτὴν τὴν Γλῶσσαν σκοπέα κατέλιπον οὐ πόρρω που του Αὐλῶνος διακειμένην. ὁ δέ γε Λαντοῦλφος κατὰ τὸν Αὐλῶνα προσέμενε μετά τινων συμμέτρων νηῶν.