Ancient Greek · ~21 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 8.1-13
Not analysed yet
Ὁ δέ γε αὐτοκράτωρ περὶ τοὺς πρόποδας τ,ῶν κλεισουρῶν καὶ κατὰ τὴν Διάβολιν αὐλιζόμενος ἀπεῖργε μὲν τοὺς προχωρῆσαι τῷ Βαϊμούντῳ ὠδίνοντας, ὡσεὶ νιφετοὺς δέ πρὸς τοὺς τὰς κλεισούρας τηροῦντας ἐξέπεμπεν ἑκάστῳ ὑποτιθέμενος, ὁπόσοις εἰς τὴν πεδιάδα Δυρραχίου ἐξαποστέλλειν κατὰ τοῦ Βαϊμούντου καὶ ὁποῖον τὸ τοῦ πολέμου σχῆμα διατυποῦν τοὺς κατερχομένους χρὴ ἐν τῷ μάχεσθαι, τὰ πλεῖστά τε προτρέχειν τοῖς ἵπποις καὶ αὖθις ἀνθυπονοσἐπιπνέοντος τεὶν καὶ οὕτω πάλιν καὶ πάλιν ποιοῦντας διὰ τῆς τοξείας μάχεσθαι τοὺς δέ τὰ δόρατα φέροντας ὄπισθεν αὐτῶν βραδεῖ ποδὶ στείχειν, ἵν’ εἴ που γένηται τοῖς τοξόταις πλέον τοῦ δέοντος πρὸς τὰ ὄπισθεν παρασυρῆναι, δέχωνται τούτους, ἅμα δέ καὶ τὸν εἰς χεῖρας τούτων ἴσως ἐλθόντα Κελτὸν πλήττοιεν. ἐπεχορήγει δὲ δαψιλῆ τούτοις τὰ βέλη παρακελευόμενος μὴ φείδεσθαι τούτων ὅλως, ἀλλὰ κατὰ τῶν ἵππων μᾶλλον ἢ τῶν Κελτῶν ἐπιτοξάζεσθαι, τοῦτο μὲν εἰδὼς ὅτι ὅσον ἐπὶ τοῖς θώραξι καὶ τοῖς σιδηροῖς χιτῶσι δλτστρωτοι ἦσαν ἢ καὶ παντάπασιν ἄτρωτοι. βάλλειν οὖν μάτην καὶ πάντη ἀνόητον ᾤετο. ὅπλον γὰρ Κελτικὸν χιτών ἐστι σιδηροῦς κρίκος ἐπὶ κρίκῳ περιπεπλεγμένος καὶ τὸ σιδήριον ἀγαθοῦ σίδηροι; ὥστε καὶ βέλος ἀπώσασθαι ἱκανὸν καὶ τὸν χρῶτα φυλάξαι τοῦ στρατιώτου. προσθήκη δέ τῆς φυλακῆς καὶ ἀσπὶς οὐ περιφερής, ἀλλὰ θυρεὸς ἀπὸ ἀρξάμενος καὶ εἰς ὀξὺ καταλήγων καὶ τἄνδον ἠρέμα ὑποκοιλαινόμενος, λεῖος δὲ καὶ στίλβων κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν καὶ ἐπ’ ὀμφαλῷ χαλκοχύτῳ μαρμαίρων. βέλος τοίνυν, κἂν Σκυθικὸν εἴη, κἂν Περσικόν, κἂν ἀπὸ βραχιόνων ἀπορριφείη γιγαντικῶν, ἐκεῖθεν ἀποκρουσθὲν πρὸς τὸν πέμψαντα. διὰ ταῦτα τοίνυν ἔμπειρος ὢν, οἶμαι, ὁ βασιλεὺς τῶν Κελτικῶν ὅπλων καὶ τῶν ἡμετέρων τοξευμάτων ἀφεμένους τῶν ἀνδρῶν τοῖς ἵπποις μᾶλλον ἐπιθέσθαι παρεκελεύετο καὶ καταπερᾶν αὐτοὺς τοῖς τοξεύμασι παρῄνει, ἅμα δὲ καὶ ἵνα τῶν ἵππων ἀποβεβηκότες εὐχείρωτοι γένοιντο. Κελτὸς γὰρ ἀνήρ ἔποχος μὲν ἀκατάσχετος καὶ κἂν τεῖχος διατετρήνειε Βαβυλώνιον, ἀποβεβηκὼς δὲ τοῦ ἵππου ἄθυρμα τοῖς ἐθέλουσι γίνεται. γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρας ὑπερβῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊμούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήγητο. ἦν γὰρ πρὸς τὰς μάχας παντὸς ξίφους τομώτερος, ἄτρεπτος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος· ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρήματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. στενοχωρούιιενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ γὰρ ὁ μὲν αὐτοκράτωρ οἶον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττο- μένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοῦς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς · ὁ δέ γε Μαριανὸς τοῦ ἀναμεταξὺ Αογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύθους ἐπιτη- ρῶν ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντα, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάττης κομιζομένων τροφίμων ἐκλειπόντων αὐτῷ καὶ τῶν διὰ ξηρᾶς ἐπιτιθεμένων σὺν ἐμπειρίᾳ πολιὴ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορταγωηίας χάριν ἐξᾐει τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵπποις εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνᾐρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. ἐπεὶ δέ καὶ εἶς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομήτων Γελίελμος ὁ Κλαρέλης ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελτῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ γάρ τις τούτους ἐπέσκηψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγματεθόμενος μεθ’ ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτοκράτορα. ὁ δέ βασιλεὺς τὸν τοιοῦτον ἁποδεξάμενος πιθόμενός τε τὰ κατὰ τὸν Βαϊμοῦντον καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν τῷ τοῦ νωβελλισίμου τηνικαῦτα τιμᾷ ἀξιώματι πολλαῖς δωρεαῖς κὼ χάρισιν ἀμειψάμενος, μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων, ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης Ι πρὸς αὐτὸν διαxρεσβεύεται, κατανοῶν δέ καὶ τοὺς ἀμφ᾿ αὐτὸν ἀεί τι κακὸν κατ᾿ αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένουλ ὁρῶν καὶ βαλλόμενος μᾶλλον ὑπὸ τῶν ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις, ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι᾿ ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. διὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη, τῷ δὲ δουκὶ Δυρραχίου τοιαῦτα πρὸς τὸν Bαϊμοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν “οἶσθα πάντως, ὁσάκις ἠπάτημαι πιστεύων τοῖς σοῖς ὅρκοις καὶ ρήμασιν. καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Αριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελε ετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγοις τὰ ὦτα ἀνέῳξα. βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. διά τοι τοῦτο οὐκ ἀποπέμπομαί σου τὴν αἴτησιν. εἰ μέν οὖν ἐν ἀληθείᾳ τὴν εἰρήνην καὶ αὐτὸς βούλει μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ ἀτέλεστον καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν τιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ᾿ ὅσων ἂν βούλῃ. καὶ εἴτε τὰ σφῶν ἡμῶν θελήματα ἐς ταὐτὸν συμβαῖεν, ὡς ἡ σἰ μβασις ἕξει τῶν πραγμάτων, εἴτε καὶ μή, καὶ οὕτως, ὡς εἴρηται, ἀβλαβὴς πρὸς τὴν ἰδίαν ἐπαναστρέψεις παρεμβολήν.”