Ancient Greek
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 8.1-15
Not analysed yet
Μετὰ δὲ ταῦτα τοῦ ἔτους *διϊππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν. καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυτοὺς λότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἂν τις εἴποι, δυσσέβεια, ἥν καὶ Παυλικιανῶν αἵρεσιν εἴπομεν, καὶ Mασσαλανῶν βδελυρία. τοιοῦτον δέ ἐστι τὸ τῶν Boγομίλων δόγμα ἐκ Μασσαλιανῶν καὶ Mανιχαίων συγκείμενον. καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ · δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν ὑποκρίνασθαι. καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφὼς βαδίζει καὶ ὑποψιθυρίζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ χειᾷ ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξ- εκαλέσατο καὶ ἐξήνεμεν. ἀπαρτὶ γὰρ τὸ πολὺ τῆς τῶν ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνει- ματικώτερον ἑαυτὸν ἐπέτεινεν. ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα ι μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος κόμενος δέ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. καί τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δέ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέθετο. καὶ δῆτα ἀναφαίνεται του Σαταναὴλ ἀρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκὼς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἠλικίαν [πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν]. καὶ αὐτίκα ὁ αὐτοκράτωρ τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθανάγκαις μετακαλεῖται τὸν ἄνδρα μεθ’ ὁσίου προσχήματος. καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδαποῖς δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αἰτῶ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ παρ’ αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αἰτῶ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. “καὶ ἐγὼ μέν, φησιν “ὡ πάτερ τιμώτατε,” περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) “ἄγαμαί σε τῆς ἀρετῆς ἓνεκα· ἀξιῶ σε] δὲ καταμαθεῖν, τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα”. ὁ δέ τὰ πρῶτα μὲν ἐσχηματίζετο καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. συμπαρῆν δ’ ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπήμεσε. καὶ ὁ τρόπος ὁποῖος; παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνιτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ βδελυροῦ τούτου πάνθ᾿, ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγομένου καὶ ἀναφανδὸν λέγοντος. ὁ δέ γραμματεὺς ἀπεγράφετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δέ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δέ τὰ τῆς διδασκαλίας λίας ὁ ὑπογραμματεύς. πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπι- θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρε- βλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναοὺς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε καὶ τὸ τελού- μενον παρ᾿ ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιερέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. ἀλλὰ τί τὸ ἐντεῦθεν; ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννυσι †τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνήθροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. προὐκάθητο δ᾿ ἄρα τὸ τηνικαῦτα τοῦ τῆς βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρχαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλητος. καὶ οὐδέ ὁ τῆς ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ᾿ αὐτίκα καὶ γυμνῇ τῇ κε- φαλὴ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. πεπισ- τεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν ἀΠέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῖς πυρκαϊᾶς. †πολλῶν δέ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αἰτοῖ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἢν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος. καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ ἠγκαλίζετο. ἔμφρουρος δέ γενόμενος καὶ πολλάκις πρὸς τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῖ· βασιλέως παρακλήσεις, ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα δριμύτερον, μετὰ τῳ τῆς ἀσεβείας ἐξαγόρευσιν ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ ποι· τῶν βασιλικῶν οἰκημάτων ἄρτι πρώτως δι’ αὐτὸν κατασκευασθέντα. ἐσπέρα δ᾿ ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπήστραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἐσπέραν ἐκείνην ἐπύρσευε. τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ μέσας νύκτας αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λΙθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον ὀββᾶν. μήνιμα δ’ ἠν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων, ὅτι δὴ τὰ *πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης λαμπρὸν ἐπήγαγε. καὶ ταῦτα μέν Παρασκευιώτης τις καλούμενος ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώδους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λίμης μεταδιδόναι, τὰ φρικωδέστατα ἐπώμνυτο ἰδεῖν τε καὶ] ἀκοῦσαι μέν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δέ συνεχεῖς καὶ ἀλλεπαλλήλους τοὺς λίθους, μηδένα δὲ μηδαμοῦ τὸν βάλλοντα τούτους θεάσασθαι. συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. ὁ μέντοι Παρασκευιώτης. πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δέ, ὅτι οἱ μὲν λίθοι ἄνωθεν οἶον εἰπεῖν ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρχικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαίμονας τὸ ἔργον ἀνενεγκὼν ἑ οὐκ εἶχεν, ὁ τι καὶ γένοιτο.