Ancient Greek · ~30 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 8.1-3
Not analysed yet
Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε, τῇς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης πω· αὐτοῦ τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων, τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος τρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας, καὶ τῷ πελάγει Τῶν κατ’ ἐκείνους προτερημάων ἐπαφιέτω τὸν λόγον· ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καἰ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσων ὁ τῆς ἱστορίας ὑποτίθεται λόγος ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι καὶ αὐθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως, τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν, ἐξότου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος ,καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ· μέχρι τῆς βασιλείας τοὐμοῦ πατρός ,ἔπι τὸ βέλτιον ἀλλοιώσασα, εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα · καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ καιροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο, στάθμη καὶ κανὼν τοῖς πᾶσιν αὐτὴ γεγονυῖα, ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ φροντιστήρια εἶναι δοκεῖν. τοιαύτη τις ᾖν ἡ ὑπερφυὴς καἰ ὄντως ἱερὰ ἐκείνη γυνὴ. σωφροσύνῃ μὶν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας, πέρι ὧν ὁ πολὺς λόγος, ὁπόσον ἀστέρας ἥλιος· τὸν δὲ πέρι τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; κοινὸν μὲν ἢν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις, κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. ἱερέας δὲ καὶ μοναχοὺς διαφερόντως ἐτίμα καὶ ξυνδειπνοῦντας εἶχε, καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. ἡ δὲ ἔξωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέλοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά ,ἀνθρώποις δέ μὴ ἐχέφροσιν, ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος, τοῖς δ’ αὖ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρά τε καὶ προσηνής. μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν, μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον, καὶ ἔρον, οἶμαι, τοῦτ’ εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι. τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις ,ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας ,οὐ φθαρτικὰς τοῦ κοινοῦ, ὡς τινες ὑπετονθόρυζον, ἀλλὰ σωστικὰς, καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκληρίαν ἐπαναγούσας, τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἐληλακότα ἐπανορθούσας ,ὡς δύναμις. πλὴν εἰ καὶ τῇ τῶν κοινῶν διοιδήσει ἐνησχολεῖτο, τῆς τοῖς μοναχῶς προσηκούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει. ἄλλα τὸ πλεῖον μὶν τῆς νυκτὸς τὼς ἰεροὺς ἀπεπλήρου ὕμνους, προσευχῇ τε συντόνῳ καὶ ἀγρυπνίᾳ συντετηκυῖα, περὶ δὲ τὸ ὄρθειον, ἔστι δ᾿ τῶν καὶ δευτέρας ἀλεκτοροφωνίας, ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι, περί τε τῶν ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων αἰτήσεις ἐπιλύουσα, ὑπογραμματεύοντος αὐτῇ Γρηγορίου τοῦ Γενεσίου. ταῦτα εἴ τις ἡβούλετο ῥήτωρ εἰς πάλω μίου λόγους ἀγαγεῖν, τίνας ἄν οὐκ ἀπεκρύψατο τῶν πάλαι περιβοήτων ἐπ’ ἀρετῇ καὶ κατ’ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς, τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς οὐχ ἄλλους συγκρίσεσιν ἔξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην, ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν ; ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ συγγράφοντι. διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα σμικροπρεπέστερον εἴπωμεν, μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον ,ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἄξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρὸν τι ἐξετραπόμεθα ,πάλιν ἐπανακάμψωμεν. ἐκείνη τοίνυν τὴν βασίλειαν, ὡς ἔφημεν, διιθύνουσα, οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο, ἀλλὰ τὰς ἐκ τύπου λειτουργίας εἰς τὸ ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου, οὑπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος ἀνδράδελφος ἐκ τοιαύτης αἰτίας ἐδείματο. ἔπει γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ῥωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον, ἀλλὰ παρασπονδήσαντες διέλυσαν, τούτου δὲ δήλου τοῖς Σαυρομάταις γεγονότος ,οἱ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο, οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν, νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀλλ’ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. αἴτια δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ’ αὐτῶν ἄσπονδος ἔχθρα ,ὁμορούντων μὲν ἐκείνοις, τούτους δὲ λῃστευόντων. διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες, ἔπει τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον, ὡσπερ ἠπείρῳ τούτῳ χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις ,καὶ δεινῶς ἐληίζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας. τοῦτ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος, δέον ἔκρινε τὴν Τριάδιτζαν καταλαβεὶν. ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος, τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο ,ἀπελάσαι βουλόμενος τῶν Ῥωμαϊκῶν οὔρων αὐτούς. καταστήσας δὲ ἄπαν τὸ ὁπλι- τικὸν ἐν εὐταξίᾳ, στρατηγὸς κατ’ αὐτῶν ἵεται. οἱ οἱ τοῦτον θεασάμενοι ,εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. ὁ δὲ οὐ πάνυ πιστεύειν αὐτοῖς ἔχων, ἐπὶ τὸ καρτερώτατον ίαι δυσμαχώτερον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἴεται. καὶ δὴ πλησιάσας αὐτοῖς, ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε. πρὸς μὶν γὰρ τὸν οἶα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες, αὐτοὶ διελύοντο. ὑποχωρήσαντες οὖν πρὸς μικρόν, πόλεμον εἰς τρίτην αὐτῷ ἐπαγγειλάμενοι ,τὰς σκηνὰς αὐθήμερον ἀφέντες, φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ καταλαβών, ἔνθα οὑτοι ηὐλίζοντο, καὶ τάς σκηνὰς αὐτῶν κατασκάψας καὶ τὴν εὑρημένην λείαν ἀπαγαγών, τρεοαιοφόρος ἐπάνεισι. γενομένου δὲ περί τοὺς τοῦ Λοβιτζοῦ πρόποδας, ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος, εἰκοστὴν πρὸς τῇ τετάρτη τοῦ Σεπτεμβρίου ἄγοντος, ἐν ῄ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. πλημμὐρας οὑν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος, θάλασσαν ἦν ὁρᾷν ἅπαν τὸ πεδίον ἐκεὶνο, ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἄπαν κατεσκήνου. κἀντεῦθεν τὰ πρὸς χρείαν ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίἴεται ὄις ῥεύμασι παρασυρέντα, οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. ἐμυκᾶτο δὲ καὶ βροντῶν ὁ οὐρανός ἀστραπαὶ δὲ συνεχεῖς, χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν, τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν. ταῦτα ὁρῶν ὁ βασιλεὺς ὲν ἀμηχανίᾳ ἦν· ἀναστολῆς δὲ μετρίας γενομένης, πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας ῥευμάτων ,ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ’ ἀυτῶν ἀπελθὼν ἵστατο. ῆχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἶον ἔξερχομένου αἰσθόμενος καὶ σφοδροτέρων ἀνέμων τηνικαῦτα πνεόντων ,πτοηθείς, μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ, τοσοῦτον διάστημα ἀποστάς, ὁπόσον ὁ δρῦς ,εἰ κατενεχθείη, μὴ φθάσῃ καταρράξαι αὐτόν, ἐννεὸς ἵστατο ὁ δ' εὐθὺς ὡσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος. ὁ δὲ βασιλεὺς θαυμάζων εἰστήκει τὴν τοῦ θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἵω μαθών, εἴσεισιν εἰς τὰ βασίλεια. καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο, μεγαλοπρρεπῶς μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ, χειρός τε τὸ ποι- Ἴον ἔχοντα, σῶστρα τε θύσας ὲν αὐτῷ Χριστιανοῖς τὰ προσήκοντα, τοὺς θείους ὔμνους διὰ παντὸς έν αὐτῷ ἀπεπλήρου. οὕτω δὴ τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ’ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ἀνῳκοδόμητο, ἐν ᾠ τἀς ἐντεύξεις, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡ βασιλίς καὶ· μήτηρ τοῦ αὐτοκράτορος Ἀλξίου συνεχεῖς ἐπεποίητο. ἥν κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον κω τεθαύμακα · καὶ ὅτι μὴ κόμπος τὰ ῥηθέντα, ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν, εἰ γε βούλοιντο, ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. εἰ μὲν γὰρ ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ ἱστορίαν ποιεῖν ,ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς πέρι τούτων διηγήμασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν ἄρος τὸ προκείμενον.