Ancient Greek · ~27 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 8.1-5
Not analysed yet
Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρών, οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς μαθητὴς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κὰν κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο, Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται,) ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἔπι τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν περὶ τῆς αἱρέσεως τοῦ Ἰταλικοῦ] ἐβλάστησαν μεγάλως τὴν ἐκκλη- σίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς δεῖ γὰρ τὰ κὰτ αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι,) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κὰτ αὐτῶν καἰ μάχας ἀπονεωευκότες, τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο μεθ᾿ ὦν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν, ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἶα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ, καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης, τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος, τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ λοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἁπάσης παιδείας καἰ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννήτου μέχρι αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ καί τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταδεδυκώς, ἀνέλαμψε καὶ ἀνέθορε καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἔπι τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκώς, καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις, (ἦσαν γὰρ τότε καί τινες πέρι τὴν βασιλεύουσαν τοιοῦτοι,) παιδείας τοίνυν λογικῆς ἐξ ἐκείνων μετασχών, καὶ Μιχαὴλ ἐκείνῳ τῷ φελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τοι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεμνῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καἰ τὰ Χαλδαίων ἀκριβωσάμενος, γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν, διδασκάλων ὅλως μηδ’ έν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρ- βαρικῆς, πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος, καἰ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ, μεθημερινοὺς θορύβους έν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο, σοφιστικὰς συνείρων ἐρεσχελίας, καὶ πᾶν εἶ τι τοιοῦτον προτιθείς, καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον. τοῦτον προσηταιρίσατο κὼ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν φελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ κὼ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι, καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. τί τὸ μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ῥωμαίων, καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. κω ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἵνα συντέμω τὸν λόγον ὡς κἀκεῖ κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδούς, καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἰθ᾿ ὁποῖος ἐκεῖνος μεταμεληθείς, πρὸς τὸ βασιλέα παρακλήσει χρησάμενος, κάτα τὴν κέλευσιν ἐκείνου τὴν Κωνσταντινούπολιν κατέλαβε, τὴν μονὴν τὴν οὕτω κα. λουμένην πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ φελλοῦ μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν, αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τὰς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζεν. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἄλλων τὴν δεινοτάτην περιπατητικήν, καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ συνενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει δρι- μύτητος. διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ σύγ- γράμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συναχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε, καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως ἔχων τῆς διαλεκτικῆς ὁ ἀνήρ, καἰ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους, συγχέων αὐτῶν καὶ συνταραττων τὸν νοῦν. καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτους διελθεῖν. ἀμουσότατος δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἤν τινά που προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνήρ, κω τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως λθεῖν, οὐδὲ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτῷ καταψηφιεῖσθαι, ἀλλ᾿ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο, καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἥν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ μόνον οὐκ ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανεν τοῦτον ὁ θυμός, καὶ τὸ δάκρυον κατελάμβανε, καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, πρόσωπον ἐμφανές κὼ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα, καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν, τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοιτο τὴν φωνήν· ἀλλ’ ἔστιν οὗ καὶ κολοβώτερα ἐκφέρειν τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγές, οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις. ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.