Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 8.1-6
Not analysed yet
Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων, τροπαιοφόρος νικητὴς πρὸς τὴν μεγαλόπολιν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνός, ἑβδόμης ἐπινεμήσεως τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πόρφυραν δὲ τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὖ ναὶ τὸ τῶν πορφυρογεννήτων ὄνομα εἰς τὴν οἰκουμένην διέδραμεν. κατὰ δὲ τὸ περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παίδιον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἥν ἅν τοῦτο. καὶ ὥς γε τῆς βασιλίδος καὶ μητέρος ἔν τισι καιροῖς διηγουμένης ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς Ῥομπέρτου μάγης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κότων,) ταῖς ὠδῖδι συνεχομένη, σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη “μεῖνον ἔτι παίδιον τὴν τοῦ πατρὸς ἄφιξιν." πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε- ρήσαις;" ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως ὑπεσημαίνετο. καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδωκυῖα καὶ τὸ φρονοῦν καθαρῶς, φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καί τῶν |πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καἰ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γάρ με τὸ πρὸς αὐτοὺς φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δι’ αὐτοὺς προέσθαι πολλά- κις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λογάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἔχαιρον, ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες, καὶ μᾶλλον οἱ τῇ βασιλίδι καθ’ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιντο. μετρη- τῶν δέ τινων παρελθουσῶν ἡμερῶν, στέφους κἀμὲ ἄξιοῦσιν οὶ γονεῖς νὼ βασιλικοῦ διαδήματος. ἐπεὶ δέ, Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα, περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη, συμβασιλεύοντος ἔτι τῷ αὐτοκράτορι καἰ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ ἐρυθρῶν αυνυπογράφοντος τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεφεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου, κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ὲν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας προεξάρχοντες. καἰ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων, εἶτε τοῦμπαλιν δυστυχημάτων. ἔπει δὲ τοῖς βασιλεῦσι καὶ δεύτερον ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ τὴν ὄψιν εἰς τοὺς προγόνους, ἐμφαῖνον δὲ ἅμα καὶ τὴν ἐσύστερον ἐπιλάμπουσαν αὐτῷ ἀρετήν τε κὼ φρόνησιν, ἐπεπόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι’ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης, τίκτεται τούτοις καὶ ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν, καὶ πένθους οὐκέτι ἴπῳ αὐτοῖς ἐπιλέλειπτο, τῆς σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. τὸ δὲ ὑπήκοον ἅπαν ἐσκίρτων, τοὺς κρατοῦντας οὕτω χαίροντας ὁρῶν, συνέχαιρον ἀλλήλοις, ἐγεγήθεσαν. καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω, καὶ πένθος οὐδαμοῦ, οὐδὲ ἑτέρας οἱασδηποτοῦν ἐννοίας, τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὐνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσιν, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ᾿ οὖν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονὴν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν, μέτωπον τούτῳ εὐρύ, παρειαὶ ὑπόξηροι, ῥὶς οὔτε σιμή, οὔτε κάμπτουσα πρὸς τὸ γρυπόν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παίδιον εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασίλειαν Ῥωμαίων καταλιπεῖν, εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσιν. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἥμιν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐσύστερον ξυμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.