Ancient Greek · ~14 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 8.1-8
Not analysed yet
Ταῦτα ἐνωτισθεὶς ὁ σεβαστοκράτωρ ἐν Κωνσταντινουπόλει διατρίβων, σπουδαίως ἐξῄει καὶ ἐπὶ δυσὶ νυχθημέροις καταλαμβάνει τὴν Φιλιππούπολιν. ὑπνώττοντος δὲ τοῦ βασιλέως εἴσω τῆς βασιλικῆς σκηνῆς ἀψοφητὶ εἰσελθών, εἰς τὴν ἑτέραν κλίνην τοῦ βασιλέως καὶ ἀδελφοῦ κατακλιθεὶς καὶ αὐτὸς ὕπνωττε, τοὺς κατευνάζοντας τὸν αὐτοκράτορα διὰ τῆς χειρὸς ἡσυχάζειν ἐπιτάξας. ὡς γοῦν ὁ βασιλεὺς τοῦ ὕπνου ἀνέθορε καὶ τὸν ἀδελφὸν παρ᾿ ἐλπίδας ἐθεάσατο ἡσυχάζων τέως ἦν καὶ τοὺς παρατυχόντας αὐτὸ τοῦτο ποιεῖν καὶ αὐτὸς ἐκέλευεν. ἐπεὶ δὲ καὶ ὁ σεβαστοκράτωρ ἔξυπνος γενόμενος τὸν ἀδελφὸν καὶ βασιλέα γρηγοροῦντα ἐθεάσατο, κἀκεῖνος ἐνιδὼν αὐτόν, προσελθόντες ἀμφότεροι ἀλλήλους κατησπάζοντο. εἶτα ὁ μὲν βασιλεὺς ἐπυνθάνετο, τι ἄρα καὶ βούλοιτο κὼ τίς ἡ αἰτία τῆς αὐτοῦ ἐλεύσεως. ἐκεῖνος δὲ “σοῦ ἕνεκα” ἔφη. καὶ ὃς “μάτην σεαυτὸν συντείνας τοσοῦτον κεκοπίακας.” ὁ δὲ σεβαστοκράτωρ τέως οὐκ ἀντεφθέγξατο, ἀλλ᾿ ὀνειρώττων ἦν τὰ ἀπὸ τοῦ Δυρραχίου μετὰ τοῦ προπεμφθέντος παρ᾿ αὐτοῦ κομισθησόμενα μηνύματα. καὶ γὰρ ἅμα τῷ ἐνωτισθῆναι τὰ θρυλλούμενα περὶ τοῦ υἱοῦ οὐτοῦ, δισύλλαβον ἐγχαράξας πρὸς αὐτὸν γράμμα, παρεκελεύσατο θᾶττον πρὸς τὸν αὐτοκράτορα φοιτῆσαι. ὡς καὶ αὐτὸν ἐπ᾿ αὐτῷ τούτῳ τοῦ Βυζαντίου ἐξεληλυθότα πρὸς Φιλιππούπολιν ἐπείγεσθαι, ἐφ᾿ ᾧ τὰ κατ᾿ αὐτοῦ πρὸς τὸν αὐτοκράτορα εἰσηγηθέντα κατασεῖσαι. τὰ εἰκότα πρὸς τὸν ἀδελφὸν καὶ βασιλέα ὁμιλήσαντα· ἅμα δὲ καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν ἐγκαρτερῆσαι ἄφιξιν. ὑποχωρήσας δὲ ἀπὸ τοῦ βασιλέως, εἰς τὴν ἀποτεταγμένην αὐτῷ σκήνην ἄπεισιν. παραχρῆμα δὲ καὶ ὁ πρὸς τὸν Ἰωάννην ἀποσταλεὶς γραμματοκομιστὴς δρομαῖος εἴσεισιν ἐκεῖθεν ἐπανελθών, τὴν τοῦ Ἰωάννου ἀπαγγέλλων ἔλευσιν τῆς ὑποψίας οὖν τηνικαῦτα ὁ σεβαστοκράτωρ ἀπαλλαγεὶς καὶ κρείττοσιν ἀναρρώσας ἑαυτὸν λογισμοῖς, θυμοῦ πλησθεὶς κατὰ τῶν πρώτως εἰσηγησαμένων τὰ κατὰ τοῦ υἱοῦ αὐτοῦ, τεταραγμένος πρὸς τὸν βασιλέα εἰσῄει. ὁ δὲ βασιλεὺς τοῦτον θεασάμενος, ἐγνώκει μὲν παρευθὺ τὴν αἰτίαν, ἠρώτα δ᾿ ὅμως, ὅπως ἔχοι. ὁ δὲ “κακῶς" ἔφη “ἐξ αἰτίας σῆς.” οὐδὲ γὰρ ὅλως τὸν θυμὸν περιυλακτοῦντα χαλιναγωγεῖν ἠπίστατο, παρεφέρετο δὲ καὶ ὑπὸ ψιλοῦ, εἰ ἔτυχε, ῥήματος. ἔπι τούτοις δὲ καὶ ἄλλο τι προσέθετο λέγων, “οὐ τοσοῦτον κατὰ τῆς σῆς λελύπημαι βασιλείας, ὅσον κατὰ τουτουὶ’ (τὸν Ἀδριανὸν τῷ δακτύλῳ ὑποδείξας) “καταψευδομένου.” πρὸς ταῦτα δὲ ὁ πραῢς ἐκεῖνος καὶ ἡδὺς βασιλεὺς οὐδ᾿ ὁτιοῦν ἐφθέγξατο. ἐγίνωσκε γάρ, ὅπως ζέοντα τὸν θυμὸν τἀδελφοῦ καταπαύσει. συγκαθεσθέντες οὖν ἄμφω, μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καὶ τινων τῶν ἔξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμίλουν πέρι· τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως ἰδίου υἱοῦ ἑώρα, αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν, δριμὺ πρὸς τὸν Ἀδριανὸν ἀτενίσας, ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν. ἐν τούτοις ὁ Ἰωάννης κατέλαβε, καὶ παραχρῆμα εἴσω τῆς βασιλικῆς σκηνῆς εἰσάγεται, καὶ πάντων τῶν κατ᾿ αὐτοῦ λαληθέντων ἀκούει. οὐ μέντοι γε εἰς ἐξέτασιν ὅλως ἄγεται, ἀλλ᾿ ὁ κατάκριτος ἐλεύθερος ἵσταται, τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντος· “πρὸς τὸν σὸν πατέρα καὶ ἀδελφὸν ἐμὸν ἀφορῶν, οὐδ’ ἀκοῦσαι τῶν κατὰ σοῦ λαληθέντων ἀνέχομαι. ἔσο τοίνυν ἀμερίμνως διάγων, ὡς τὸ πρότερον.” ταῦτα μὶν οὖν ἅπαντα ἐντὸς τῆς βασιλικῆς ἐρρήθη σκηνῆς, μόνων τῶν συγγενῶν, ὀθνείου δὲ οὐδενὸς παρόντος. οὕτω γοῦν τῶν λαληθέντων ἢ μελετηθέντων ἴσως κατευνασθέντων, τὸν ἴδιον ἀδελφόν, τὸν σεβαστοκράτορά φημι Ἰσαάκιον, μετακαλεσάμενος σὺν αὐτῷ τῷ Ἰωάννῃ τῷ υἱῷ αὐτοῦ, πολλὰ ὁμιλήσας πρότερον, ἔφη πρὸς τὸν σεβαστοκράτορα “σὺ μὲν χαίρων ἄπιθι πρὸς τὴν βασιλεύουσαν, τὰ καθ᾿ ἡμᾶς τῇ μητρὶ ἀνακοινωσόμενος. ἐγὼ δὲ τουτονὶ” (τὸν Ἰωάννην φησιν ὑποδείξας) “αὖθις, ὡς ὁρᾷς, ἐκπέμπω πρὸς τὸ Δυρράχιον, ἐφ᾿ ᾧ τὰ τῆς ἰδίας ἀρχῆς ἐπιμελῶς ἐνεργεῖν.” οὕτως οὖν ἀπ’ ἀλλήλων διακριθέντες, ὁ μὲν τῆς πρὸς τὰ Βυζάντιον τῇ μετ’ αὐτὴν εἴχετο, ὁ δὲ πρὸς τὸ Δυρράχιον στέλλεται.