Ancient Greek
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 8.1-10
Not analysed yet
Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸν Οὖβον ἐκ προοιμίου· ὁ δέ γε Βαϊμοῦντος, οἱ ἄνωθεν ὁ λόγος πολλάκις ἐμνήσθη, πεντεκαίδεκα ἡμερῶν οὔπω διελθουσῶν διεπέρασεν εἰς τὴν ἀκτὴν τοῦ Καβαλίωνος μετὰ κομήτων διαφόρων καὶ στρατεύματος ἀριθμὸν ὑπερβαίνοντος ἅπαντα. τόπος δέ οὗτος ἐγγὺς τῆς Βοούσης · ὀνόματα δέ ταῦτα τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις τόπων. καὶ μεμφέσθω μηδεὶς ἡμῖν τοιούτοις χρωμένοις ὀνόμασιν βαρβαρικοῖς καὶ ἀφ’ ὦν ἔστι τὸ ὕφος τῆς ἱστορίας καταμιαίνεσθαι· οὐδὲ γὰρ οὐδ’ Ὅμηρος ἀπηξίωσε Βοιωτοὺς ὀνομάζειν καί τινας βαρβαρώδεις νήσους διὰ τὴν τῆς ἱστορίας ἀκρίβειαν. κατὰ πόδας δὲ τούτου καὶ ὁ κόμης Πρεβέντζης ταῖς ἀκταῖς τοῦ Πορθμοῦ Λογγιβαρδίας προσπελάσας, ἐπεὶ διαπερᾶν καὶ αὐτὸς ἐβούλετο, μυριοφόρον ναῦν λῃστρικὴν μισθωσάμενος τριάρμενον ἑξακισχιλίων χρυσίου στατήρων, ἐν ᾗ ἐρέται μὲν διακόσιοι, ἐφόλκια δὲ τὰ συνεφεπόμενα ταύτῃ τρία. τὸν ἀπόπλουν οὐ πρὸς τὰ μέρη τοῦ Αὐλῶνος ἐπεποίητο καθὼς τὰ λοιπὰ τῶν Λατίνων στρατεύματα, ἀλλὰ τὸν ῾Ρωμαϊκὸν ὑφορώμενος στόλον λύσας τὰ πρυμνήσια μικρὸν παρεκκλίνας κατευθὺ Χιμάρας τὸν ἀπόπλουν ἐποιεῖτο οὐρίου τυχὼν πνεύματος. φεύγων δέ τὸν καπνὸν εἰς πῦρ ἐπεπτώκει. καὶ γὰρ οὐχὶ τοῖς σποράδην ἐνεδρεύουσι τὸν τῆς Λογγιβαρδίας πορθμὸν ναυτικοῖς περιέτυχεν, ἀλλ’ αὐτῷ τῷ δουκὶ τοῦ ὅλου ῾Ρωμαϊκοῦ στόλου Νικολάᾳ τῷ Μαυροκατακαλών. ὃς πόρρω περὶ τῆς λῃστρικῆς ἐκείνης νηὸς μεμαθηκώς, τὰς τοῦ ὅλου στόλου διήρεις καὶ τριήρεις καί τινας δρομάδας ἀναλαβόμενος ναῦς ἀπελθὼν ἵστατο εἰς Καβαλίωνα ἀντικρὺ τοῦ Ἄσωνος, ἐξ οὗπερ ἐξεληλύθει τὸν μέγαν ἐκεῖσε στόλον καταλιπών, καὶ ἀπέστειλε τὸν καλούμενον δεύτερον κόμητα μετὰ τοῖ· ἰδίου κατέργου ἐξκουσσάτου παρὰ τοῖς ναυτικοῖς καλουμένου ἐπισκήψας αὐτῷ, ἵν’ ὁπηνίκα τὰ πρυμνήσια τῆς ἤδη ῥηθείσης νηὸς οἱ ἐρέται λύσαντες εἰς κῦμα θαλάσσης ἐμβάλωσι πυρσὸν ἀνάψῃ. ὁ δέ ἀπελθὼν παραχρῆμα τὸ κελευσθὲν ἐποίει. ὁ δὲ δοὺξ Νικόλαος τοῦτο θεασάμενος τὰς μέν τῶν νηῶν τοῖς ἱστίοις παραχρῆμα ἐπτέρου, τὰς δὲ καὶ οἶον πολύποδας ταῖς κώπαις ἀπεργασάμενος κατὰ τοῦ διαπερῶντος χωρεῖ κόμητος. οὔπω δέ τρεῖς σταδίοις ἀπὸ τῆς χερσοῖ καταλαμβάνει τοῦτον πρὸς τὴν περαίαν Ἐπιδάμνου σπεύδοντα, ἐνόπλους μέν στρατιώτας ἔχοντα χιλίους πρὸς τοῖς πεντακοσίοις, ἵππους δέ τῶν ἐκκρίτων ὀγδοήκοντα. ὃν θεασάμενος ὁ πηδαλιοῦχος τῆς νεώς φησι πρὸς τὸν κόμητα Πρεβέντζης· “ἐκ Συρίας ὁ ἤδη καταλαμβάνων ἡμᾶς στόλος ἔστι καὶ κίνδυνος μαχαίρας καὶ ξιφῶν παρανάλωμα γενέσθαι.” παραχρῆμα γοῦν ὁ κόμης θωρήξασθαί τε ἐκέλευεν ἅπαντας καὶ καρτερῶς μάχεσθαι. κἂν δὲ μέσος χειμὼν ἦν, ὁπότε ἡ μνήμη τοῦ ἱεράρχαις μεγίστου Νικολάου τελεῖἐξκουσσάτου τᾶι, ἀλλ᾿ ὅμως νηνεμία ἔτυχε παντελὴς καὶ ἡ νὺξ πανσέληνος φαίνουσα τότε μᾶλλον ἢ ἐν ἔαρι. πεπαυμένων δὲ παντάπασι τῶν ἀνέμων οὐκέτι ἡ λῃστρικὴ ναῦς κινεῖσθαι πρὸς ἰσχύος εἶχε καὶ συνέβαινε ταύτην ἀτρεμεῖν ἐν τοῖς ὕδασιν. ἀλλ᾿ ἐνταυθοῖ τοῦ λόγου γενομένη βουλοίμην ἂν τὴν γλῶτταν ἐπαφεῖναι τοῖς τοῦ Μαριανοῦ κατορθώμασιν. ὃς παραχρῆμα παρὰτοῦ δουκὸς τοῦ στόλου καὶἰδίου πατρὸςτὰ κουφότερα τῶν πλοίων αἰτήσας κατευθὺ τῆς νεὼς ἐκείνης ἵεται καὶ τῇ πρώρᾳ συνεισπεσὼν ταύτης ἀπεπειρᾶτο. συνέρρεον δὲ παραχρῆμα ἐκεῖσε οἱ ἔνοπλοι καρτερῶς τοῦτον ἐξωπλισμένον μάχην θεασάμενοι. ὁ δέ Μαριανὸς τοῖς Λατίνοις τῇ ἐκείνων ἀποχρώμενος διαλέκτῳ παρεκελεύετο μὴ δεδιέναι μηδέ μάχεσθαι πρὸς ὁμοπίστους. βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος. ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβαρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον· τείνεται δέ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν, τῆς δὲ λαιᾶς ἀνθελκούσης τὸ τόξον, ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον, ὡς ἄν τις εἴποι, ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεὶσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου, ἀμφοτέραις δέ ταῖς χερσὶ τὴν νευρὰν μάλα γενναίως ἀνθελκύσαι. ἧς κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ’ αἴτης τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ’ οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν. ἐν τούτῳ τούτῳ τὰ βέλη τιθέμενα βραχύτατα μέν τῷ μήκει, παχύτατα δὲ καὶ πρόσθεν ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὖ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει, ἀλλὰ καὶ ἀσπίδα διέτρησε θώρακα βαρυσίδηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιούτων βελῶν. ἤδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερόνησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῖ βέλους ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον του τείχους ἀφανὲς γέγονε. τὸ μὲν οἶν τίς τζάγγρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον. ὁ δὲ πειρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδέ τῆς πληγῆς, ὁπόση τίς ἐστιν, αἰσθανόμενος. τὸ μὲν οἶν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ’ ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. ὁ δέ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφιεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος· ὃς τὴν ἀσπίδα διατρήσας τόν τε φολιδωτὸν διε- ληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. ἱερεὺς δέ τις Λατῖνος τρισκαιδέκατος τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς βολίδας κατὰ τοῦ Μαριανοῦ ἐξέπεμψεν. ἀλλ’ οὐδ’ ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύμως μαχόμενος καὶ τοῖς ὑπ’ αὐτὸν τοῦτο παρακελευόμενος, ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. καὶ αὐτὸς δὲ ὁ ἱερεύς, κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος, ἀλλ’ ὅμως ἄτρεστος ἦν. οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λα- τίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ’ ἡμεῖς μέν ἐντετάλμεθα παρά τε τῶν κανόνων καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος “μὴ θίξῃς, μὴ γρύξῃς, μὴ ἅψη· ἱερωμένος γὰρ εἶ”, ὁ δέ τοι βάρβαρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισάμενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵματος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν Δαυιτικὸν ψαλμὸν γίνεται. οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον. οὗτος τοίνυν ὀρεκτῆς μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν στολὴν ἐνεδιδύσκετο καὶ τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα, κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. τὰ γὰρ ἡμέτερα, καθπεριρρέομενος ἀπερ ἔφθην εἰρηκυῖα, τῆς **Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ᾿ ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται. ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδέ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης ἐπέπαυτο, ἀλλὰ τὸν γωρυτὸν τῶν βελῶν ἐκκενώσας χερμάδα ἀναλαβόμενος λίθον πέμπει κατὰ τοῦ Μαριανοῦ, τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῆ καὶ τὴν κόρυθα κατέθραυσεν. ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναιδος παραχρῆμα ἐφ᾿ ἱκανὸν ἔκειτο, ὥσπερ ὁ Ἕκτωρ ἐκεῖνος ἀπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν ἔψυχορράγει. μόλις δ᾿ ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισστάκις τὸν παίσαντα ἔπληξε βέλεμνα κατ᾿ αὐτοῦ ἐπαφείς. ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος, ἐπειδὴ καὶ τοὺς λίθους ἅπαντας τας ἀπεπέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς νὸς καὶ βελῶν, οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι᾿ ὧν ἀμυνεῖται τὸν ἀντίπαλον, ἐσφάδαζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος· τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος ἦν. σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος ἐκεῖθεν ἀπὸ σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν, ὡσπερ ἱερατείων καὶ τελετήν τινα ποιούμενος καὶ ἱεροτελεστίαν τὸν πόλεμον ἐργαζόμενος. μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλη χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς του Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειᾶς. ταῦτα μέν οὑν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας· ὁ δέ κόμης Πρεβέντζης πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηῒ καὶ τοῖς ὑπ’ αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. ἐπεὶ δὲ · κατὰ τὴν χέρσον γενόμενοι ἀπέβαινον τῆς νηός, πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αἰτοῦ μὴ γινώσκων, ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος. προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο ἐγκαυχώμενος ἅμα ὡς ἱεῖ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε, πολλοὶ ἂν ταῖς ἐμαῖς χερσὶν ἀνῃρέθητε”. ἐκβαλὼν δ’ ἐπιδίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπνεύκει.