Ancient Greek · ~39 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 8.1-7
Not analysed yet
Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως πέρι τὴν δύσιν πολυσχιδῆ ὄχλησιν καί τοὺς Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς, εὐκαιρίαν εὑρών δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχών, τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων, ὡς πέρι τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστά, καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους, λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθών, εἷλε καἰ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτορα τὸν Ἀλω- πόν, πάνδεινα ἠπειλήσατο εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαι τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν, τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. ὁ δὲ ἀπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδειματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθών, τὴν βασιλεύουσαν ἀνεζήτησε. τοῦτο δὲ μεμαθηκὼς ὁ Τζαχᾶς, οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα ἀπελθών, ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἔπει δ’ ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένην οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος, παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν, κατωχυρώσατο ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος, ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν, ἡγεμόνα τούτων καταστησάμενος Νικητᾶν τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον, ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος, ἕτερον ἐξοπλίζει στόλον, ἐπιστήσας δοῦκα τούτῳ Κωνσταντῖνον τὸν Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ἠϊόνα τῆς Κίου γενόμενος παραχρῆμα τῆς τοῦ πολιορκίας πολιορκίας εἴχετο, ἐκθύμως μαχόμενος καὶ σπεύδων τὴν πόλιν εἰλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. διὰ πολλῶν οὑν ἑλεπόλεων καὶ πετροβόλων ὀργάνων πλήξας τὰ τείχη, καθαιρεῖ τὸ μεταξὺ τεῖχος τῶν δυεῖν πύργων οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς γονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοι ἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωαΐζοντες. οἱ δὲ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἦσαν, σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἀν παρ’ ἀυτῶν διεκωλύοντο, δεδιότων, μή πως τὴν προαποτεθεῖσαν θεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων, ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καἰ ὡς ὑπόσπονδοι ὑμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν." ἐπεὶ δὲ τὸ πᾶν τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες, ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καἰ πᾶν τὸ παρατυχὸν πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα μερικῶς ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους, τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει παραθέων τὴν ἠιόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκώς, λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρε- κελεύσατο, ἀποχρῶντας εἰσαγαγὼν έν αὐτῷ στρατιώτας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἴ που τούτῳ συναντήσει διαπλωιζομένῳ κατ’ αὐτοῦ, συμμίξαι πρὸς πόλεμον. ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν, κατευθὺ Χίου τόν ἀπόπλουν ἐποιεῖτο. καἰ συναντήσας αὐτῷ πέρι μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον, γὰρ ἅλυσιν κατασκεύασας παμμεγέθη, ἅπαντα τὰ αὐτοῦ ἐδέ- σμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι, μήτ’ αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι,) ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτοις θαρρήσας ὅλως, στρέψας τοὺς οἴακας, τὴν Χίον αὖθις ἀνεζήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ, οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὸν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου, προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ Δαλασσηνός,) ὁ δὲ Τζαχᾶς περιπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον, τῷ τείχει τοῦ κάστρου τὰς ἰδίᾳ προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος τῇ δὲ μετ᾿ αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας, ἠρίθμει τε καὶ ἀπεγράφετο. ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκώς, ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον, αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ’ ἀλλήλων παρεσκευά- ζοντο. ἀλλὰ τὸ μὶν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο, τοῦ Δαλασσηνοῦ κελεύσαντος, μηδένα τὸν συνασπισμὸν λύειν. ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθη· ξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέπεσθαι τούτοις. τοῦτον οἱ Λατῖνοι θεασάμενοι, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατὰ ὦν βαρβάρω, ἐξιππάσαντο. οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καἰ διὰ τῶν δοράτων δέ τινας πλήξαντες, πλείστους ἀνεῖλον, καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω υνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες, μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κᾀθ᾿ οὕτως οἱ βάρβαροι εἰς τὴν ἠϊόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι, λύσαντες τὰ πρυνήσια ἀπέρραξαν τῆς χέρσου, καὶ τὰς ἀγκύρας χαλάσαντες σταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς πααπεπλευκέναι τὰς πέρι τὸ δυτικώτερον μέρος μέρος τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καἰ τὴν αὐτοῦ τοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ, τὴν τοῦ Δαλασσηνοῦ βουλὴν προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὶν τηνικαῦτα πεντήκοντα σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι, πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. ὁ δὲ εἰς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἀμφοῖν τούτοιν συνδόξειεν. οὐδ’ ὁ βάρβαρος πρὸς τοῦτο ἀνένευσεν. ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην, καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν, ὀνομαστὶ τοῦτον καλέσας. “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον, ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζώγρια παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηγόρῳ τῷ Βοτανειάτῃ προσενεχθέν, παραχρῆμα τῇ τῶν πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καἰ δωρεῶν μεγάλων ἄξιωθείς, ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξότου δὲ τὰς τῆς βασι- λείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγελῶν ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καί εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι, ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα συναφεῖναι, προβεβλήσθω μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία, ὡς τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί κᾆθ’ οὕτω τῶν ἁπάντων ἴδη ῥηθέντων πέρας ἐσχηκότων, ἁπάσας τὰς νήσους, ἅς αὐτὸς καταδραμὼν τῆς Ῥωμαϊκῆς ἐξουσίας ἀφειλόμην, διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα, καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα." ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογισάμενος ὡς ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσκων, ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν, παραγυμνώσας ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος, ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις, οὔτε σὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς, καταθέσθαι δύναμαι. ἀλλ’ ἔπει δοὺς μέγας ὁ Ἰωάννης καἰ γυναικάδελφος τοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. καὶ οὕτως, εὑ ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ, αὐτοῦ τὴν εἰρήνην μεσάζοντος, πέρας λάβοιεν." κὼ γὰρ τουτονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου κατέπεμψεν, ἅμα μὲν καὶ περὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος Βοδῖνος μαχιμώτατος ὢν καὶ ῥᾳδιουργίας πλήρης, οὐ μέχρι τῶν ἰδίων ὁρίων ἑστάναι ἠβούλετο, ἀλλ᾿ ὁσημέραι τἀς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων, τοῖς ἰδίοις προσετί- θει ὁρίοις. ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς δέκα πρὸς τῷ ἑνὶ εἰς τὸ Δυρράχιον ἐνδιατρίψας, πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας, καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ πέρι τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα, ἔπει τοιούτου ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκρά- τωρ, μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψεν, δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων, ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον δοῦκα ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος ἐδόκει λέγειν· “νὺξ ἤδη τελέθει, ἀγαθὸν καἰ νυκτὶ πιθέσθαι." αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειω- δῶν κόμισαι ὑπέσχετο. ἅπαντα δὲ δόλος ἥν καὶ ἀπάτη. καὶ ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ἠϊόνα τῆς Χίου κα. τεληλυθώς, οὐρίου τυχὼν πνεύματος, τὴν Σμύρνην κατέλαβεν, ἐφ’ ᾦ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας έν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ᾿ ὁ Δαλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. εἰσελθὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτόν, τὴν Βολισσὸν κατέλαβε. καὶ τὰς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας παρασκευασάμενος, τούς τε στρατιώτας διαναπαύσας κα πλείονας τούτων συμπαραλαβών, αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον, καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν, τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκώς, εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.