Ancient Greek · ~60 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.1.12.1
Not analysed yet
Ταῦτα μὲν οὖν εἰσιν, ἤτοι τὸ ἡδύ, τὸ καλόν, τὸ τίμιον, ὧν χάριν ἀδικοῦσιν οἱ ἄνθρωποι· τίνας δὲ ἀδικοῦσι καὶ πῶς ἔχοντας αὐτούς, ῥητέον. [1372a 5] ἀδικοῦσι καὶ ἁρπάζουσι τὸ πρᾶγμα ἐκεῖνο, ὃ δυνατόν ἐστιν ἀνυσθῆναι παρ’ ἑαυτῶν ἢ ὃ εἰ πράξουσι λάθωσιν, ὅτι τοῦτο διε πράξαντο, ἢ εἰ μὴ λάθωσιν ὡς διαπραξάμενοι τοῦτο τὸ ἀδίκημα, οὐκ ἂν δώσουσιν ὑπὲρ τούτου δίκας, ἢ εἰ καὶ δώσουσιν, ἀλλ’ οὖν ἐλάττω κατὰ πολὺ τὴν ζημίαν καὶ τὴν δίκην εἶναι τοῦ κέρδους τοῦ ἐπιγινομένου ἢ ἑαυτοῖς ἢ τοῖς φίλοις ἢ τοῖς τέκνοις, ὧν κήδονται, ἐκ τοῦ ποιῆ σαι τουτὶ τὸ ἀδίκημα. [a 9] ταῦτα γὰρ τὰ δυνατὰ καὶ τὰ ἀδύνατα ὡς τελικὰ κεφάλαια κοινά εἰσι τῶν λόγων πάντων ἤτοι τοῦ δικανικοῦ, τοῦ συμβουλευτικοῦ καὶ τοῦ πανηγυρικοῦ. οὗτοι δὲ οἴονται ἀδικῆσαι καὶ μὴ ζημιωθῆναι οἱ δυνάμενοι εἰπεῖν ἤτοι οἱ κατὰ τὰς συνηγορίας δεινοί, καὶ οἱ πρακτικοὶ ἤτοι οἱ πολλὰ τοιαῦτα πράξαντες, καὶ οἱ ἔμ πειροι πολλῶν ἀγώνων ἤτοι δικαστηρίων. [a 13] καὶ εἰ πλούσιοί εἰσιν ἢ πολύφιλοι, θαρροῦσι τῷ πλούτῳ ἢ τοῖς φίλοις καὶ ἀδικοῦσι θαρροῦντες δόσεσιν ἀθῳωθῆναι ἢ φίλων ἀξιώσεσι καὶ μάλιστα, ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις, ἤτοι εἰπεῖν δυνάμενοι καὶ πρακτικοί, οἴονται ἀδικεῖν δύνασθαι. εἰ δὲ μή, ἤτοι εἰ δὲ μήτε εἰπεῖν εἰσι δυνάμενοι μήτε πρακτικοί, κἂν εἰ ἔχωσι φίλους τοιούτους ἤτοι δυναμένους εἰπεῖν καὶ πρακτικούς, ἢ κἂν φίλους τοιούτους οὐκ ἔχωσιν, ἀλλ’ ἢ ἐὰν ὦσιν ὑπηρέται καὶ δουλεύοντες τοῖς δυναμένοις εἰπεῖν καὶ πρακτικοῖς ἤ εἰσι κοινωνοὶ τοιούτων δυνατῶν εἰπεῖν. [a 17] ἀδικοῦσι καὶ εἰ φίλοι εἰσὶ τῶν ἀδικουμένων· θαρροῦσι γάρ, ὅτι, ἐπεὶ φίλος μού ἐστιν, οὐ θέλει φυλάττεσθαι, μή πως ἀδικηθῇ παρ’ ἐμοῦ, καὶ ῥᾳδίως αὐτὸν ἀδικήσω ὡς ἀφύλακτον μένοντα, καὶ ὅτι, εἰ ἀδικηθῇ, φθάσει προκαταλλαγῆναι καὶ σπείσασθαι αὐτῷ πρὸ τοῦ ἐξελθεῖν τὴν ὑπόθεσιν. [a 21] λανθάνουσι καὶ οἱ ἐναντίοι τοῖς ἐγκλήμασιν· οἷον εἰ ἔνδοξός τις κατηγορεῖ τινος πένητος ὡς αὐτὸν παίσαντος, ἀπίθανα δόξει λέγειν καὶ ἀδύνατα· καὶ ὁ αἰσχρὸς ἤτοι ὁ ἀειδὴς καὶ πτωχὸς (ἄμα τὰ δύο εἰπέ) εἰ κατηγορηθῇ, ὡς ἐμοίχευσε τὴν δεῖνα, ἄπιστον δόξει· πῶς γὰρ ἠράσθη τοιούτου δυσειδοῦς ἅμα καὶ πτωχοῦ; [a 23] καὶ τὸ λίαν ἐν φανερῷ, οἶον ὃ ἐν χερσὶ κρατῶ ἀεί, οὐ φυλάττεται παρ’ ἐμοῦ, οἷον τὸ καλαμάριόν μου, καὶ διὰ τοῦτο ῥᾳδίως ἄν τις δυνηθῇ ἀφελέσθαι αὐτὸ παρ’ ὃ τὸν ἐγκεκρυμμένον θησαυρὸν καὶ φυλαττόμενον παρ’ ἐμοῦ ἐν ἀφανεῖ τόπῳ. [a 25] καὶ περὶ τὰ τοιαῦτα καὶ τηλικαῦτα ἀδικοῦσιν, ἃ μηδείς τις ἠδίκησε· καὶ τὸ οἷον ἐμίγη τις τεταριχευμένῳ σώματι. τίς γὰρ ἠθέλησεν ἀδικῆσαί με περὶ τὸ ὑπόδημα; εὐτελὲς ὂν τοιοῦτον καὶ διὰ τοῦτο ἀφύλακτον μένον ὡς εὐκαταφρόνητον ῥᾳδίως ἀφαιρεῖται παρὰ τοῦ ἀδικοῦντος. [a 28] ἀδικοῦσι καὶ οἱ μηδένα ἐχθρὸν ἔχοντες καὶ οἱ πολλούς· οἱ μὲν γὰρ ἤτοι οἱ πολλοὺς ἐχθροὺς ἔχοντες λανθάνουσι καὶ οὐ φαίνονται ἀδικῆσαι διὰ τὸ μὴ δοκεῖν μηδὲ ὅλως ἐπιχειρῆσαι ἀδικῆσαι ὡς φυλαττόμενοι παρὰ τῶν ἐχθρῶν, οἱ δὲ μὴ ἔχοντες ἐχθρὸν οἴονται λαθεῖν διὰ τὸ μὴ φυλάττεσθαι παρά τινος. [a 32] ἀδικοῦσι καὶ περὶ ἐκεῖνα, ἃ ἔστι ῥᾳδίως κρύψαι ἢ διὰ τὸ εἶναι σμικρά, ἢ τρόπος, ἢ ἔστι τρόπος τις κρύψεως ἤγουν τὸ πέμψαι αὐτὸ εἰς ἕτερον τόπον, ὡς μηδὲ γνωσθῆναι, τί ἐγένετο, ἢ τόπος ἤτοι τὸ κρύψαι αὐτὸ ἔν τινι τόπῳ εὐφυλάκτῳ καὶ κεκρυμμένῳ, ἢ διάθεσις εὔπορος ἤτοι μετὰ τὸ κλέψαι αὐτὸ διαθεῖναι καὶ ἀλλοιῶσαι καὶ μετα σχηματίσαι, ὡς μηδὲ δοκεῖν ὁρώμενον, εἰ ἐκεῖνό ἐστι, διὰ τὸν μετασχη ματισμόν. [a 33] ἀδικοῦσι καὶ ὅσοι μὴ λαθόντες δύνανται ἀφ’ ἑαυτῶν διῶσαι τὴν δίκην, οἷον εἰ ἱερώμενός ἐστιν, ἀποσείσει τὴν δίκην ἑλκόμενος εἰς ἀπρόσφορον δικαστήν. ἢ ἀναβολὴ χρόνιος, ἤτοι ποιεῖ ὑπερθέσεις καὶ ἀναβάλλεται τὸ δικαστήριον. ἢ διαφθείρει τοὺς κριτὰς χρήμασιν, ὡς μὴ δικάσαι δικαίως. [a 34] ἀδικοῦσι καὶ ἐκεῖνοι, οἵτινες δύνανται ἀποδιῶσαι ἀφ’ ἑαυτῶν τὸ ἐκτῖσαι καὶ ἀπαιτηθῆναι, ἃ ἔλαβον ἀπὸ τοῦ ἀδικουμένου, ἐὰν γένηται αὐτοῖς ζημία ἤτοι ἐὰν κατακριθῶσι ζημιωθῆναι, ἢ ἀναβολὴ βολὴ χρόνιος, ἤτοι εἰ οὐ δύναται ἀφ’ ἑαυτοῦ ἀπορραπίσαι τὴν ζημίαν, κἂν ἵνα ἀναβάλληται καὶ ὑπερθήσει δοῦναι αὐτὸ μετὰ παραδρομὴν πέντε ἢ ἐξ ἐνιαυτῶν, ἢ δι’ ἀπορίαν μηδὲν ἕξει ἀπολέσαι διὰ τὸ μηδεμίαν ἀγωγὴν εἶναι ἐπ’ ἀπόρῳ. [a 36] καὶ οἷς τὰ κέρδη εἰσὶν ἐγγὺς ἤτοι ἀνὰ χεῖρας, ἡ δὲ ζημία ἡ ἐκ τοῦ λαβεῖν τόδε ἀνακύψασά ἐστι πόππω, ἤτοι καὶ τὸ μὲν κέρδος ἐγγύς ἐστιν (ἤδη γὰρ ἔσχον αὐτό), ὁ δὲ μέλλων με ἑλκύσαι εἰς δικαστήριον ἕνεκα τοῦ κέρδους τούτου κατοικεῖ πόρρω ἤτοι εἰς Ἀφρικὴν καὶ διὰ τοῦτο ἢ οὐ προσδοκῶ αὐτὸν ἐλθεῖν ἢ διὰ χρόνων καὶ βραδέως. [b 1] ἀδικοῦσι καὶ ἐκεῖνοι, ὧν ἡ τιμωρία οὐκ ἴση ἐστὶ τῇ ὠφελείᾳ, οἵτινες ὠφεληθέντες μεγάλως ἐκ τοῦ ἀδικῆσαι ἐλπίζουσι τιμωρηθῆναι ὀλίγα, οἷόν ἐστιν ὁ τύραννος· μεγάλα γὰρ ὠφελούμενος ἐκ τῆς τυραννίδος χώρας καὶ πόλεις ἀνδραποδίζων ὀλίγα τιμωρηθῆναι ἐλπίζει· ἡ γὰρ τιμωρία αὐτοῦ ἐστι τὸ ἐκβληθῆναι τῆς τυραννίδος. [b 2] ἀδικοῦσι καὶ ὅσοις τὰ μὲν ἀδικήματά εἰσι δωρεῶν μεγάλων λήμματα ἤτοι λήψεις, ἡ δὲ ζημία αὐτῷ οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ μέμψις καὶ τὸ ὀνει δισθῆναι. [b 3] καὶ οἷς τὸ ἀδίκημα τείνει εἰς ἔπαινον· οἷον εἰ γινώσκων τὸν Σωκράτην, ὅτι ποτὲ ἔβλαψε τὸν πατέρα μου ἢ τὴν μητέρα μου, καὶ ἀδικήσω αὐτόν, ἐπαινοῦμαι ὑπὲρ οὗ ἠδίκησα αὐτὸν διὰ τοὺς γονεῖς· ὑπὲρ οὗ δὲ ἠδίκησα τὸν Σωκράτην διὰ τοὺς γονεῖς, πρόκειταί μοι ζημιωθῆναι χρήματα ἤτοι φυγὴν ἐξορίαν. . [b 6] δι᾽ ἀμφότερα γὰρ ἀδικοῦσιν ἤτοι δι’ ἔπαινον καὶ διὰ λῆψιν χρημάτων καὶ ἀμφοτέρως ἔχοντες ἤτοι καὶ διακείμενοι πρὸς ἀμφότερα ἤτοι καὶ πρὸς ἔπαινον καὶ πρὸς χρή ματα, πλὴν οὐχὶ οἱ αὐτοὶ διάκεινται καὶ περὶ χρήματα καὶ περὶ ἐπαίκοῖς νους. [b 8] ἐναντίοι γὰρ τοῖς ἤθεσίν εἰσιν οἱ μικροπρεπεῖς καὶ οἱ μεγαλοπρεπεῖς· καὶ οἱ μὲν μεγαλοπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι ἔπαινον, οἱ δὲ μικροπρεπεῖς ἀδικοῦσι διὰ τὸ κτήσασθαι χρήματα. πλὴν οὐχὶ οἱ αὐτοὶ ἀδικοῦσι περὶ ἀμφότερα ἤτοι περὶ χρήματα ἢ ἔπαινον, ἀλλ’ οἱ ἐναντίοι τοῖς ἤθεσιν ἤτοι οἱ μικροπρεπεῖς καὶ μεγαλοπρεπεῖς, πλὴν οἱ μὲν μικροπρεπεῖς περὶ χρήματα, οἱ δὲ μεγαλοπρεπεῖς περὶ ἔπαινον. [b 8] καὶ οἱ πολλάκις ἀδικήσαντες ἀδικοῦσιν ὡς ἐθάδες τῆς ἀδικίας. ἢ οἱ λεληθότες ἤτοι οἱ πολλάκις ἀδικήσαντες καὶ λαθόντες διὰ τὸ πεφυκέναι λανθάνειν ἀδικοῦσι. καὶ οἱ πολλάκις ἀδικήσαντες καὶ κρατη θέντες καὶ μὴ ζημιωθέντες ἀδικοῦσι διὰ τὸ μηδέποτε ζημιωθῆναι ἐφ’ οἷς ποιοῦσι. [b 9] καὶ οἱ πολλάκις ἀποτετυχηκότες ἤτοι πολλάκις ὁρμή σαντες ἀδικῆσαι καὶ μὴ δυνηθέντες ἀδικοῦσιν· ὡς γὰρ ἐν τοῖς πολεμι πολλάκις ὁρμήσαντές τινες κατ’ ἐχθρῶν καὶ ἡττηθέντες οὐ στέργουλοῦνται σιν ἀλλ’ ἀναμάχονται καὶ ἐπὶ τῶν παλαιόντων πίπτοντές τινες προσκαλοῦνται πάλιν εἰς πάλην τὸν ἀντίπαλον, ἵνα ἀναπαλαίσωσιν, οὕτω καὶ οὗτοι πολλάκις ἀποτυχόντες ὁρμῶσιν εἰς τὸ ἀδικεῖν, ὡς ἂν ὀψέ ποτε τούτου ἐπιτύχωσι. [b 11] καὶ οἶς ἂν ἦ τὸ ἡδύ, ἤτοι ἀδικοῦσι καὶ οἷς ἡ μὲν ὠφέλειά ἐστι παραχρῆμα ὡς τοῖς πορνεύουσιν ἤτοι εὐθὺς καὶ ἐν χερσί, τὸ δὲ λυπηρὸν καὶ ἡ βλάβη ἡ μέλλουσα ἐπισυμβῆναι αὐτοῖς ἐκ τοῦ νοηθῆναι καὶ κρατηθῆναι ὕστερον καὶ μετὰ χρόνους πολλοὺς ἀποβήσεται. [b 12] ἢ τὸ κέρδος ἤτοι ἡ ὠφέλεια αὐτοῖς ἐπεγένετο εὐθύς, ἡ δὲ ζημία ὕστερον καὶ μετὰ χρόνους· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, τὴν μὲν ἐκ τῆς ἀκρασίας ὠφέλειαν ἔχουσιν ἐν χερσί, τὴν δὲ ζημίαν ὕστερον παρακολουθοῦσαν· ἡ δὲ ἀκρασία ἐστὶ περὶ πάντων, ὅσων ὀρέγονται, ἤτοι ὁ χρημάτων ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ χρήματα καὶ ὁ τιμῆς ὀρεγόμενός ἐστιν ἀκρατὴς περὶ τιμήν. [b 13] ἀδικοῦσι καὶ οἶς τὸ μὲν λυπηρὸν καὶ ἡ ζημία ἤδη ἐστὶν ἤτοι εὐθὺς παρακολουθοῦσι, πλὴν πάλιν συντόμως παρέρχονται, τὸ δὲ ἡδὺ καὶ ἡ ὠφέλεια ὕστερα μὲν ἐπακολουθοῦσι, πλὴν παραμένουσιν· [b 15] οἱ γὰρ ἐγκρατεῖς καὶ οἱ φρόνιμοι τὰ τοιαῦτα ἀδικοῦσιν, ἐξ ὧν, εἰ κρατηθῶσιν, ὀλίγα μὲν ζημιωήσονται, ἀλλὰ καὶ συντόμως τῆς λύπης καὶ τῆς ζημίας ἀπαλλαγήσονται, ὕστερον δὲ μεγάλα ὠφεληθῶσιν, ἀλλὰ καὶ ἡ γινομένη ὠφέλεια ἔσται ἐπὶ πολὺ παραμένουσα. [b 17] ἀδικοῦσι καὶ οἵτινες δόξουσιν ἀδικῆσαι κατὰ τύχην, ἤτοι κατὰ τύχην ἔσυρα τὸ βέλος τὸ τρῶσαν τὸν δεῖνα. ἢ κατ’ ἀνάγκην· ἔκλεψα, ἐπείνων γάρ. ἢ διὰ φύσιν· ἡ φύσις με ἠνάγκασεν ὑπνῶ σαι, ὡς ἐπὶ τῶν φυλάκων τῶν ὑπνωσάντων καὶ διὰ τοῦτο εἰσελθόντων τῶν πολεμίων. ἢ τὸ ἔθος, ἤτοι ἔθος τῇ πόλει ἦν μὴ ἀνοίγειν τὰς θύρας νύκτωρ καὶ διὰ τοῦτο οὐκ ἤνοιξα αὐτάς, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ ἀνοίξαντος τὰς πύλας, ὥστε εἰσελθεῖν τοὺς αἰχμαλώτους φυγόντας καὶ καταδιωκομένους ὑπὸ τῶν πολεμίων. [b 1] ἁμαρτεῖν λέγονται οἱ κατὰ συναρπαγὴν ἢ κατὰ ἀνάγκην ἄδικόν τι ποιήσαντες ἢ διὰ τύχην ἢ δι’ ἔθος ἢ διὰ θυμόν, ἀλλ’ οὐχὶ ἀδικεῖν· ἀδικεῖν γάρ ἐστι τὸ μετὰ προ αιρέσεως καὶ προβουλεύσεως καὶ σκέψεως. ἀδικοῦμεν καὶ ἐκείνους, ἐν οἷς ἔστι τυχεῖν ἐπιεικοῦς τοῦ κριτοῦ ἤτοι συγγνωμονικοῦ· εἰ γάρ τις ἀδικήσει τὸν τὰ ἀλλότρια ὑφαρπάζοντα, συγγνώμης ἂν εἴη ἄξιος. ἀδικοῦσι καὶ οἱ ἐνδεεῖς. [b 19] οἱ δὲ ἐνδεεῖς διχῶς ἐκλαμβάνονται· ἢ γὰρ ἐνδεεῖς εἰσιν ἀναγκαίου, ὡς οἱ πένητες τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἀδικοῦσι γὰρ οὗτοι, ὡς ἂν ἐμπλήσωσι τὴν γαστέρα· καὶ οἱ πλούσιοι ἐνδεεῖς εἰσιν εἰς τὰ περιττὰ ὑπερβολῆς ἤτοι τοῦ ὑπερέχειν πάντων δέονται. οἱ δὲ εὐδοκιμοῦντες ἀδικοῦσι θαρροῦντες, ὡς οὐ δόξουσιν ἀδικεῖν, οἱ δὲ ἀδοξοῦντες ἀδικοῦσιν ἐν τῷ θαρρεῖν, ὡς οὐδὲν ἧττον ἀτιμωθῶσι παρ’ ὅ εἰσιν, εἴ γε τέως κρατηθῶσιν. [b 24] ἀδικοῦσι δὲ τοὺς ἔχον τας τὰ τοιαῦτα, ὧν αὐτοὶ χρῄζουσιν. ἢ εἰς τὰ ἀναγκαῖα ἀδικοῦσιν ἤτοι ἄρτον, οἶνον καὶ ὅλως εἰς τὰ πρὸς τὸ ζῆν. [b 25] ἀδικοῦσι καὶ εἰς ὑπεροχήν ἁρπάζουσι γὰρ χρήματα καὶ πλῆθος δούλων συνάγουσιν. ἵνα ἐν τούτοις τῶν ἄλλων ὑπερέχωσι. καὶ εἰς ἀπόλαυσιν ἤτοι ἀδικοῦσι καὶ εἰς τὰ χρησιμεύοντα εἰς ἀπόλαυσιν, οἷον εἰς κήπους, εἰς δένδρα ὑψίκομα, ζῴδια. [b 26] τοὺς μὲν γὰρ τῶν ἐγγὺς ἀδικοῦσι, διότι ἡ λῆψις ταχεῖα, ἤτοι ἐν χερσὶ τὰ πράγματα τῶν ἐγγὺς ἔχουσι καὶ διὰ τοῦτο ῥᾷον λαβεῖν αὐτά, τῶν δὲ ἤτοι τῶν πόρρω ἡ τιμωρία βραδεῖα· εἰ γάρ τις ἐν Λακε δαίμονι ἀδικήσει τὸν ὄντα εἰς Ἀφρικὴν, βραδέως ἐλπίζει αὐτὸν ἐλθεῖν ἐκ τῆς Ἀφρικῆς, ὥστε ἑλκύσαι αὐτὸν εἰς δίκας, περὶ ὧν ἠδίκηται παρ’ αὐτοῦ. [b 27] οἱ συλῶντες τοὺς Καρχηδονίους ἤτοι τοὺς ἐν Ἀφρικῇ πέραν τῆς μεγάλης ὄντας θαλάττης οὐκ ἐλπίζοντές ποτε ἐλθεῖν ἐκ τῆς Ἀφρικῆς τινα, ἵνα αὐτοὺς ἑλκύσῃ εἰς δίκην, ὑπὲρ ὧν ἠδικήθησαν. [b 28] ἀδικοῦμεν καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλάττοντας ἑαυτοὺς ἀλλὰ πιστεύοντας παντί· ῥᾷον γάρ ἐστι πάντας ἀνθρώπους λαθεῖν, ὥστε ἀδικῆσαι τοὺς τοιούτους τοὺς παντὶ πιστευτικούς. [b 29] ἀδικοῦμεν καὶ τοὺς ῥᾳθυμοῦντας ἐπεξιέναι τῇ δίκῃ ἤτοι τοὺς μαλακοὺς ὡς οὐκ ἄν ποτε ἐλπίζοντες παρ’ αὐτῶν εἰς δικαστήριον ἑλκυσθῆναι. καὶ τοὺς αἰσχυνομένους ἀπαντᾶν εἰς δικαστήριον. [b 31] ἀδικοῦμεν καὶ τοὺς ἀδικηθέντας ὑπὸ πολλῶν καὶ μὴ ἐπεξελθόντας τοὺς ἀδικήσαντας ἐλπίζοντες, ὡς οὐδὲ καθ’ ἡμῶν κινήσουσι. Μυσῶν λεία. τοῦτο παροι μία ἐπὶ τῶν κακῶς ἁρπαζομένων λεγομένη· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληίζοντο· ἦσαν γὰρ ἄναρχοι, ἕως ἧρξεν ὁ Τήλεφος. [b 33] ἀδικοῦμεν καὶ οὓς μηδεὶς πώποτε ἠδίκησε καὶ οὓς πολλάκις τινὲς ἠδίκησαν· οἱ μὲν ἤτοι οἱ μὴ παρά τινων ἀδικηθέντες ποτὲ ἀφύλακτοί εἰσιν ὡς οὐδέποτε ἀδικηθέντες, οἱ δὲ οἱ πολλάκις ἀδι κηθέντες εἰσὶν ἀφύλακτοι ὡς μὴ παρά τινος ἐλπίζοντες ἀδικηθῆναι ἔτι διὰ τὸ μηδὲν ἔχειν δοκεῖν ἐκ τοῦ πολλάκις ἀδικηθῆναι. [b 35] εὐδιά βολοί εἰσιν οἱ ἔχοντές τι ἀγαθὸν καὶ διὰ τοῦτο παρὰ πάντων φθονούμενοι (πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει )ἢ οἱ εὐκολοδιάβλητοι· οἱ τοιοῦ τοι γὰρ οὐ προαιροῦνται ἑλκύσαι εἰς δικαστήριον τοὺς ἀδικήσαντας οἱ διαβεβλημένοι φοβούμενοι, μή πως ἐκβληθῶσι παρὰ τῶν δικαστῶν, οὔτε δύνανται πείθειν τοὺς δικαστάς, ὡς παρὰ τῶν ἀδικησάντων μισοῦνται ἢ φθονοῦνται, ὡς οἱ εὐδιάβολοι. [b 37] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς ἔχομεν προφασίσασθαι ὡς ἀδικήσαντάς ποτε ἢ τοὺς προγόνους ἡμῶν ἢ τοὺς φίλους ἢ μελετήσαντας καὶ φροντίσαντας ἀδικῆσαι ἢ τοὺς προγόνους ἢ ἡμᾶς ἢ τοὺς παῖδας ἡμῶν, ὧν κήδονται. [1373a 4] τοὺς μὲν γὰρ ἤτοι τοὺς φίλους ῥᾴδιόν ἐστιν ἀδικῆσαι ὡς ἀφυλάκτους, τοὺς δὲ ἤτοι τοὺς ἐχθροὺς ἀδικῆσαι ἡδὺ δοκεῖ. [a 5] καὶ μὴ δεινοὺς εἰπεῖν ὡς τοὺς συνηγόρους· ἢ γὰρ ἀδικηθέντες οὐκ ἐγχειροῦσιν ἐπεξιέναι τὴν δίκην ὡς μὴ δεινοὶ εἰπεῖν ἢ καταλλάττονται ἤτοι συμβιβάζονται. [a 7] ἀδικοῦμεν καὶ τοὺς ξένους, οἷς οὐ λυσιτελὲς διατρίβεν ἐν Κωνσταντινου πόλει ἐπιτηροῦσιν ἢ δίκην ἢ ἔκτισιν· οἱ γὰρ ἐξ ἀλλοδαπῆς ἐλθόντες εἰς Κωνσταντινούπολιν καὶ ἀδικηθέντες παρά τινος καταλλάττονται συντό μως· οὐ γὰρ βούλονται ἑλκύειν εἰς δικαστήριον τοὺς ἀδικήσαντας καὶ ἐνδια τρίβειν ἐπὶ πολὺ φοβούμενοι τὰς ἐκτίσεις, ἤτοι μή πως φωραθῶσι παρὰ τῶν δανειστῶν καὶ ἀναγκάζωνται ἐκτῖσαι τὸ χρέος, ἢ μή πως ἑλκυσθείη εἰς δίκην παρά τινος ἀδικηθέντος παρ’ αὐτοῦ φωραθεὶς καὶ ἐπιδημήσας τῇ Κωνσταντινουπόλει. [a 8] καὶ αὐτουργοὶ ἤτοι οἱ γεωργοὶ ἀδικη θέντες λαβόντες μικρὰ παρὰ τοῦ ἀδικήσαντος ὑπὲρ ὧν ἠδικήθησαν δια λύονται τὰς δίκας τὰς κατὰ τῶν ἀδικησάντων. [a 10] ἀδικοῦμεν καὶ τοὺς πολλὰ ἀδικήσαντας ἢ τοιαῦτα ἀδικήσαντας, οἷα καὶ ἀδικοῦνται· ἐγγὺς γάρ ἐστι τοῦ μὴ ἀδικεῖν, ὅταν τις ἀδικηθῇ, οἷον εἰώθει ἀδικεῖν· ἡδὺ γάρ ἐστι τὸ ἀδικεῖν τοὺς πολλὰ ἀδικήσαντας, ἀλλὰ καὶ καλόν ἐστι καὶ δίκαιον ἀδικεῖν αὐτοὺς τοιαῦτα, οἷα εἰώθεισαν ἀδικεῖν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται τὸ ἀδικῆσαί τινα, οἷον εἰώθει ἀδικεῖν. [a 16] καὶ οἷς χαριοῦνται, ἤτοι ἀδικοῦμεν καὶ ἐκείνους, ὧν ἀδικου μένων χαριζόμεθα ἢ φίλοις ἢ θαυμαζομένοις ἤτοι θαυμασταῖς ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί, ἤτοι οὓς θεραπεύειν σπουδάζομεν, ὡς πρὸς τὸ ζῆν συμβαλλομένους ἡμῖν. [a 18] ἀδικοῦμεν καὶ οὓς ἀδικη θέντας ἔστι τυχεῖν ἐπιεικείας, οὓς ἐλπίζομεν ἐπιεικευθῆναι ἡμῖν· ἐπιείκεια δέ ἐστιν ἐλάττωσις τῶν οἰκείων κατορθωμάτων καὶ τῶν οἰκείων δικαίων ἐπιεικευθῆναι ἤτοι τοῦ οἰκείου καταφρονῆσαι δικαίου. [a 18] ἀδικοῦμεν καὶ οἷς ὧμεν ἐγκαλέσαντες ἤτοι καθ’ ὧν ἐνεκαλέσαμεν πάλαι καὶ πάλιν προδιακεχωρήκαμεν ἤτοι συνεβιβάσθημεν· φαίνεται γάρ, ὅτι διὰ τοῦτο συνεβιβάσθημεν τότε, διότι οὐκ ἠδυνήθη μὲν ἀνταμῦναι· οἷον ὁ Διονύσιος ἀπέκτεινε τὸν Δίωνα φίλον ὄντα τοῦ Καλλίππου, ὁ δὲ Κάλλιππος ἐκίνησε κατὰ τοῦ Διονυσίου· μὴ δυνηθεὶς αὐτὸν βλάψαι συνεβιβάσθη αὐτῷ, εἶτα εὑρὸν καιρὸν ἴσχυσε φονεῦσαι τὸν Διονύσιον. [a 21] ἀδικοῦμεν καὶ τούς, οἳ ἔμελλον παρ’ ἄλλων ἀδικηθῆναι, ὡς μὴ ἦν δυνατὸν καὶ ἐνδε χόμενον βουλεύσασθαί τι ἐκφυγεῖν τὸ μὴ παρ’ αὐτῶν ἀδικηθῆναι· τούτους εἰ ἀδικήσομεν ἡμεῖς ἐν τῷ προλαβεῖν τοὺς μέλλοντας ἀδικεῖν αὐ τούς, οὐκ ἀδικεῖν φαινόμεθα. [a 23] τὰ κοττάβια ἢ ἐκπώματά εἰσι Θετταλικὰ ἢ σκυλία. ὁ Γέλων ἐσπούδαζε κατασχεῖν τὴν Γέλην καὶ ἤδη ἔμελλε κρατῆσαι αὐτήν, εἶτα ἐλθὼν Αἰνεσίδημος προέλαβε καὶ κατέσχεν αὐτὴν καὶ ἔπεμψε τῷ Γέλωνι κοττάβια χαριζόμενος ὡς μέλλοντι κατα σχεῖν τὴν πόλιν καὶ ἐμποδισθέντι, ὅτι προέφθασε κατασχεῖν αὐτήν. ὁ Αἰνεσίδημος ἐπεχείρησε κρατῆσαι τὴν Γέλην καὶ προέφθασεν αὐτὸν ὁ Γέλων καὶ ἐκράτησε τὴν Γέλην. ἔσφαλται δὲ ἄνωθεν ἡμῖν ἡ ἐξήγησις. [a 24] ἀδικοῦμεν καὶ ἐκείνους, οὓς εἰ ἀδικήσομεν δυνάμεθα πάλιν πολλὰ καὶ δίκαια πρᾶξαι ἄλλα καὶ ῥᾳδίως τοὺς ἀδικηθέντας εὐεργετῆσαι. [a 27] συγγνωμονηθῆναι γὰρ οἴονται ὡς ἀδικήσαντες, ἃ εἰώθεισαν οἱ πολλοὶ ἀδικεῖν. οἷον ἀδικοῦμεν ἁρπάζοντες ἐδώδιμα· ῥᾴδιον γὰρ ἀναλίσκονται ταῦτα, οἷον γρανάτα. [a 30] ἢ τὰ εὐμετάβλητα σχήμασιν, οἷον εἰ ἀργυροῦν ἔκπωμά ἐστι, μετασχηματίσει τις αὐτὸ καὶ ποιήσει καπτρίον· ἢ χρώμασιν, οἷον εἰ ἀληθινὸν πανίον ἁρπάσει καὶ βάψει αὐτὸ βένετον· ἢ κράσεσιν, οἷον εἰ Χιώτης οἶνός ἐστι, συγκεράσει τις μετὰ οἴνου ἑτέρου καὶ ἀλλοιώσει αὐτόν. [a 31] ἢ ἃ πολλαχοῦ ἔστιν ἀφανίσαι ἤτοι κρύ ψαι. καὶ οἷς ἀδιάφορα πολλὰ καὶ ὅμοια ὑπῆρχεν, οἷον εἴ τις κλέ ψει βιβλίον θεολόγον ἔχων πολλοὺς θεολόγους.