Ancient Greek · ~17 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.9.1
Not analysed yet
Τὸ γοῦν ἐλεεῖν ἐστιν, ὅταν τις λυπῆται ἐπί τινι ἀναξίως πάσχοντι καὶ κακοπραγοῦντι, νεμεσᾶν δέ ἐστι τὸ λυπεῖσθαι ἐπὶ τῷ ἀναξίως εὐπραγοῦντι ὡς πονηρῷ· δεῖ γὰρ λυπεῖσθαι μὲν ἐπὶ τοῖς ἀναξίως πράττουσιν ἤτοι δυσπραγοῦσι, νεμεσᾶν δὲ ἐπὶ τοῖς ἀναξίως εὖ πράττουσιν ἤτοι ἐπὶ τοῖς ἀναξίως εὐπραγοῦσι· [b 15] διὸ καὶ τοὺς θεοὺς νεμεσᾶν λέγομεν· Ζεὺς γάρ οἱ νεμεσᾷ. [b 19] ὁ μὲν φθόνος ἐστὶ λύπη εἰς εὐπραγίαν. ἤτοι ὅταν τις λυπῆται ἐπὶ ἀγαθῷ ἀνθρώπῳ εὐπραγοῦντι. [b 21] ἅπασι δὲ ἤγουν καὶ τῷ φθονερῷ ἀνθρώπῳ καὶ τῷ νεμεσητικῷ δεῖ ὑπάρχειν ὁμοίως τὸ λυπεῖσθαι ἐπὶ τῷ πλησίον εὐπραγοῦντι, οὐχ ἵνα μὴ ἐπισυμβῇ αὐτῷ τι κακὸν ἀπὸ τοῦ εὐπραγῆσαι τὸν πλησίον, ἀλλ’ ἵνα λυπῆται διὰ τὸ εὐπραγῆσαι αὐτὸν τὸν πλησίον, καὶ ταῦτα μὴ ὑποπτεύων παθεῖν τι κακὸν ἐκ τοῦ πλουτῆσαι ἐκεῖνον· ὅταν γὰρ λυπῆταί τις ἐπὶ τῷ πλησίον εὐπρασεται, γοῦντι δι’ αὐτὸ τοῦτο ἤτοι διὰ τὸ ὑπάρξαι αὐτῷ τι φαῦλον καὶ κακὸν ἀπὸ τῆς ἐκείνου εὐπραγίας, φόβος ἐστὶ τοῦτο, ἀλλ’ οὐ νέμεσις. [b 26] εἰ γοῦν τις λυπεῖται, ἐὰν ἴδῃ τινὰ ἀναξίως κακοπραγοῦντα, πάντως ἡσθή ἐὰν ἴδῃ τινὰ κακὸν κακοπραγοῦντα ἀξίως· ὡσαύτως δὲ εὐφρανθῇ, καὶ ἐὰν ἴδῃ τινὰ ἀγαθὸν εὖ πράττοντα κατ’ ἀξίαν [b 32] διὰ τοῦτο γὰρ χαίρει, διότι ἐλπίζει αὐτῷ ἀγαθῷ ὄντι ὑπάρξαι τὰ ὅμοια, ἐπεὶ καὶ τῷ ὁμοίῳ ἤτοι τῷ ἐπιεικεῖ ταῦτα συνέβησαν. τὰ δ’ ἐναντία ἤτοι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἀξίως εὐπραγοῦσιν εἰσὶ τοῦ ἐναντίου ἤτοι τοῦ φθόνου. φθόνος μέν ἐστι λύπη ἐπὶ τῷ ἐπιγινομένῳ ἀγαθῷ τινι τῶν πλησίον· [b 34] ἐπιχαιρέκακος δέ ἐστιν, ὅταν τις χαίρῃ, εἰ ἴδῃ τὸν πλησίον στερηθέντα τοῦ ἐνόντος αὐτῷ ἀγαθοῦ. [1387a 4] ὥστε ταῦτα, ἃ εἴπομεν, χρησι μεύουσί σοι, ὥστε δεικνύειν μὴ ἐλεεινὰ ὄντα τὰ ἐπισυμβάντα τινὶ ἐκ τοῦ λέγειν, ὅτι ἀξίως τοῦτο πέπονθεν. [a 11] οὐδεὶς γὰρ νεμεσᾷ τῷ ἀνδρείῳ ἢ τῷ ἔχοντι ἄλλην τινὰ ἀρετήν, ἐπεὶ οὐδὲ ἐλεοῦμεν τοὺς ἐναντίους τούτοις ἤτοι τοὺς δειλοὺς καὶ τοὺς ἀδίκους, ἀλλὰ νεμεσᾷ τις ἐπὶ πλούτῳ καὶ δυνάμει καὶ τοῖς τοιούτοις. εἰ δὲ δύο τινὲς ἔχουσι τὸν πλοῦτον, ὁ μὲν νεωστὶ τοῦτον κτησάμενος, ὁ δὲ ἔκπαλαι, νεμεσῶμεν μᾶλλον τῷ νεωστὶ τοῦτον κτησαμένῳ. [a 20] καὶ διὰ γένους ἤτοι ἐκ γένους τὸν πλοῦτον ἔχοντες. κἂν διὰ ταῦτα ἤτοι τὸ εἶναι πολυφίλοις ἐπιγένηται αὐτοῖς τι ἀγαθόν ,ὡσαύτως νεμεσῶσιν· ἐλλειπτικῶς νοητέον, ὡσαύτως νεμεσῶσιν, εἰ ἐκ νέου αὐτοῖς ἐπιγένηται. [a 25] ὅτι οἱ μὲν ἤτοι οἱ ἀρχαιόπλουτοι δοκοῦσιν ἔχειν τὰ οἰκεῖα, οἱ δέ, οἱ νεόπλουτοι, οὐ δοκοῦσιν ἔχειν τὰ οἰκεῖα· τὸ γὰρ ἀεὶ καὶ ἔκπαλαι φαινόμενον οὕτως ἔχον ἀληθές· ὥστε οἱ ἕτεροι, οἱ νεόπλουτοι, οὐ τὰ αὐτὰ ἔχειν δοκοῦσιν ἀλλὰ τὰ ἀλλότρια. [a 27] καὶ ἐπεὶ ἕκαστον ἀγαθὸν οὐχὶ ἁρμόζει τῷ τυχόντι, ἀλλ’ ἔστι τις ἀναλογία καὶ ἐπ’ αὐτῷ, οἷον τῷ μὲν ἀνδρείῳ ἁρμόττει τὸ κάλλος τῶν ὅπλων καὶ οἱ γάμοι οἱ διαφέροντες ἤτοι ὑπερβάλλοντες ἁρμόττουσι τοῖς εὐγενέσιν, εἰ γοῦν ἐπιγένηταί τινι ἀγαθόν, οὐχὶ ἀναλόγως νεμεσῶμεν τούτῳ. [a 32] νεμεσῶμεν καὶ εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι, καὶ μάλιστα νεμεσῶμεν τοὺς ἐπὶ τῷ αὐτῷ, οἷον εἴ εἰσιν οἱ δύο ἀνδρεῖοι ἢ μουσικοί, εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι (Αἴαντος δ’ ἀλέεινε μάχην ὁ Ἕκτωρ), εἰ δὲ μὴ ἤτοι εἰ δὲ μή εἰσιν ὁμότεχνοι ἢ τὴν αὐτὴν ἔχουσιν ἀρετήν, ἀλλ’ οὖν νεμεσῶμεν τὸν ἔχοντα τὴν ἥττονα τέχνην ἢ τὴν ἀρετήν, εἴ γε ἀμφισβητεῖ τῷ ἔχοντι μείζονα τέχνην ἢ μείζονα ἀρετήν. [b 2] ἡ δικαιοσύνη κρείττων τῆς μουσικῆς. νεμεσητικοὶ δέ εἰσιν οἱ μεγάλων ἀγαθῶν ὄντες ἄξιοι· καὶ ταῦτα ἔχοντες νεμεσῶσιν, εἴ γε ἴδωσί τινα μὴ ὄντα ἄξιον τούτων τῶν ἀγαθῶν μηδὲ ὅμοιον ὄντα αὐτοῖς ἢ τῇ ἀρετῇ ἢ τῇ εὐγενείᾳ ἔχοντα ταῦτα τὰ ἀγαθά. [b 7] δεύτερον δέ, ἂν ὦσί τινες ἀγαθοὶ καὶ σπουδαῖοι ἤτοι ἐνάρετοι καὶ τυγχάνουσιν ἐκείνων τῶν ἀγαθῶν· οἱ τοιοῦ τοι γὰρ κρίνουσιν εὖ καί, εἰ ἴδωσι μὴ σπουδαῖον ἔχοντα τὰ ἀγαθὰ ταῦτα, νεμεσῶσι τοῦτον καὶ μισοῦσιν ὡς ἄδικον. [b 9] καὶ ὀρεγόμενοί τινων μεγάλων πράξεων νεμεσητικοὶ καὶ οὗτοι. [b 11] καὶ ὅλως οἱ ἀξιοῦντες ἑαυτοὺς ἀγαθῶν, ὧν ἄλλους μὴ ἀξιοῦσιν ἤτοι ἀναξίους κρίνουσι, νεμεσητικοὶ τούτοις εἰσὶν [ὡς ἔχοντες] ὡς ἔχουσιν, ὧν ἀνάξιοί εἰσιν ἔχειν, καὶ τούτων ἕνεκεν τῶν ἀγαθῶν. [b 15] ἢ μὴ τυγχάνουσιν, ὧν ζητοῦσιν ἀγαθῶν, δεῖ χαίρειν καὶ ἀλύπως ἔχειν. ὥστε ἂν ὁ λόγος παρασκευάσῃ τοὺς κριτὰς τοιούτους ἤτοι νεμεσητικοὺς καὶ δείξῃ μὴ ὄντας ἀξίους τυχεῖν ἐλέους τὸν ἀξιοῦντα ἐλεηθῆναι, ἀδύνατον τοὺς κριτὰς ἐλεεῖν τοὺς ἀξιοῦντας ἐλεηθῆναι· ὁ γὰρ λόγος ἐκβολὴν ἐλέους ἐποίησεν.