Ancient Greek · ~41 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.6.1
Not analysed yet
Ἒστι δὲ αἰσχύνη λύπη καὶ ταραχὴ ἀπὸ τῶν κακῶν περὶ τὰ κακὰ τὰ εἰς ἀδοξίαν φέροντα, κἄν τε πάρεισι ταῦτα κἄν τε μέλλωσι γενέσθαι. [b 16] ἀναίσχυντος δέ ἐστιν ὁ καταφρονῶν τῶν τοιούτων κακῶν τῶν εἰς ἀδοξίαν φερόντων καὶ μηδὲν πάσχων ὑπὸ τῶν τοιούτων, ὅσα δοκοῦσιν αἰσχρὰ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει, ἤτοι φίλων, παίδων. [b 22] καὶ τὸ συγγενέσθαι, οἷς οὐ δεῖ, ἤτοι τῇ αὑτο μητρυιᾷ. ἢ ὅου οὐ δεῖ, ἤτοι εἰ ἐν ἐκκλησία ἐμοίχευσεν. ἢ ὅτε μὴ δεῖ. ἤτοι ἐν καιρῷ νηστείας καὶ προσευχῆς. καὶ τὸ σπουδάζειν ἁρπάζειν καὶ κερδαίχουσι· νειν ἀπὸ τῶν μικρῶν ἤτοι τῶν πτωχῶν ἢ ἀπὸ αἰσχρῶν ἤτοι ἀπὸ τοῦ μαυλίζειν ἢ ἀπὸ τοῦ πορνοβοσκὸν εἶναι· [b 25] ὅθεν καὶ ἡ πόροι μία λέγεται ἐπὶ τῶν σπουδαζόντων κερδαίνειν καὶ ἀπὸ τῶν τεθνεώτων τὸ κἂν καὶ ἀπὸ τῶν νεκρῶν φέρειν ἐκδύουσι γὰρ τὰ σάβανα αὐτῶν, ὡς οἱ λωποδύται. [b 27] καὶ τὸ τὸν δυνάμενον βοηθῆσαι τῷ κινδυνεύοντι μεγάλως ἧττον ἤτοι μικρῶς βοηθῆσαι αἰσχύνης ἐστὶν ἄξιον τοῦτο δοκεῖν. αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ σὲ ἔνδοξον ὄντα βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων ἤτοι τῶν πτωχῶν. καὶ τὸ δανείζεσθαι, ὅτε δόξει αἰτεῖν οἷον εἰσί τινες ζητοῦντες λαβεῖν ἀπό τινων χρήματα μὴ ἔχοντες καὶ οὐ ζητοῦσιν ἐξ ὀρθοῦ, ἀλλὰ δανειακῶς ζητοῦσι νομίσματα. [b 30] αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ ἐπαινεῖν τινα, ἵνα δόξῃ αἰτεῖν, ἤτοι διὰ τὸ λαβεῖν ἀπ’ αὐτοῦ τι· κολακεύει γὰρ τοῦτο. καὶ τό, ἐὰν ζητήσῃ τινὰ καὶ ἀποτύχῃ ἤτοι οὐ λάβῃ ἀπ’ αὐτοῦ τι. μηδὲν ἧττον· ζητεῖν πάλιν. [b 32] καὶ τὸ ἐπαινεῖν μὲν τὰ ἀγαθὰ καὶ τὰ κατορθώματά τινος, συναλείφειν δὲ καὶ μειοῦν καὶ σμικρύνειν τὰ φαῦλα ἤτοι τὰ κακά. καὶ τὸ παρών τινι λυπουμένῳ δοκεῖν συλλυπεῖσθαι ἐκείνῳ καὶ ἐπέκεινα αὐτοῦ. [b 35] καὶ τὸ μὴ μένειν πὀνους οὓς οἱ πρεσβύτεροι, οἷον εἰ οἱ γηραιοὶ ἢ οἱ ἐν ἐξουσίᾳ ἑαυτοὺς λούουσι, σὺ δὲ βούλει ὑπ’ ἄλλων λούεσθαι. [1384a 5] καὶ τὸ περὶ ἑαυτοῦ λέγειν καὶ ἐπαγγέλλεσθαι μεγάλα ἤτοι τὸ ἐπαινεῖν ἑαυτόν. καὶ τὸ φάσκειν τὰ ἀλλότρια πράγμτα εἶναι ἑαυτοῦ· οἷον εἰ τὸ κτῆμα τὸ ἀλλότριον λέγω ἐμὸν εἶναι. [a 7] ὁμοίως καὶ τὰ ἔργα τῶν ἄλλων κακιῶν τῶν ἠθικῶν εἰσιν αἰσχρὰ καὶ ἄξια αἰσχύνης. αἰσχυντικόν ἐστι καί, εἰ μὴ μετέχει τις τοῦ ἀγαθοῦ, οὗ πάντες μετέ [a 13] κἂν ἐπὶ τοσοῦτον ἤγουν ἐπὶ μικρόν· οἷον εἰ πάντες μετέχουσι παιδεύσεως καὶ τῶν ἄλλων, οἷον γραμματικῆς, σὺ μόνος ἐστέρησαι· πάντα γοῦν ταῦτά εἰσιν αἰσχυντικά, εἴ γε φαίνεταί τις μείνας ἀπαίδευτος δι’ ἑαυτόν, ἤτοι εἰ αὐτὸς ἐγένετο αἴτιος ἑαυτῷ τοῦ μεῖναι ἀπαίδευτος καὶ τῶν ἑτέρων κακῶν ἢ τῶν ὑπαρχόντων, ἤτοι ὧν ἔχει, ἢ τῶν μελλόντων, φαίνεται φαύλης καὶ κακῆς γνώμης ὥν. [a 18] εἰς ὑπηρετήσιες σώματος, οἶον εἰ δουλεύει τινὶ ἢ εἰ δώσει τὸ ἑαυτοῦ σῶμα εἰς τὸ πορνεύεσθαι παρ’ ἄλλων, ἢ αἰσχρῶν ἔργων, ὧν ἐστι τὸ ὑβρί ζεσθαι ἤγουν τὸ μαστροπεύειν. αἰσχρόν ἐστι καὶ τὸ πάσχειν μὲν τὰ πρὸς ἀκολασίαν, εἴτε ἑκών τις ταῦτα πάσχει εἴτε καὶ ἄκων, αἰσχυντηλόν ἐστιν. [a 20] εἶτα λέγει καὶ τίνα εἰσὶ τὰ πρὸς ἀκολασίαν ἄκοντα καί φησι φημὶ δὲ ἄκοντα τὰ πρὸς βίαν, οἷον βίᾳ τις συσχεθεὶς ἐφθάρη παρὰ τοῦ κατασχόντος· ἄνανδρος γὰρ φαίνεται ὁ τοιοῦτος ὡς ὑπομείνας καὶ ἄκων τὴν οἰκείαν ὕβριν. αἰσχυντικόν ἐστι καὶ εἰ ἐβλάβην παρά τινος καὶ οὐκ ἀμύνωμαι αὐτόν. [a 23] ἐπεὶ δὲ ἡ αἰσχύνη ἐστὶ φαντασία περὶ ἀδοξίας ἤτοι τὸ φαντάζεσθαι, ὅτι θέλω ἀτιμηθῆναι καὶ ἀδοξασθῆναι, καὶ ταύτης αὐτῆς χάριν ἤτοι καὶ φαντάζεσθαι ἀτιμηθῆναι χάριν ταύτης αὐτῆς ἤτοι χάριν αὐτοῦ τοῦ ἀτιμηθῆναι, ἀλλὰ μὴ φαντάζεσθαι ἀτιμηθῆναι ἕνεκεν τῶν ἀποβαινόντων ἤτοι ἐκ τοῦ ἀφαιρεθῆναι τὰ οἰκεῖα χρήματα ἤτοι τοῦ ἐλπίζειν ἡττηθῆναι εἰ πολεμήσει, οὐδεὶς δὲ φροντίζει τῆς δόξης ἀλλ’ ἢ διὰ τοὺς δοξάζοντας, ἀνάγκη αἰσχύνεσθαι τούτους, ὧν ἔχει λόγον ἤτοι ὧν φροντίζει. [a 27] φροντίζει δὲ τῶν θαυμαζόντων αὐτόν, ἵνα μὴ παρ’ ἐκείνοις ἄδοξος νομισθῇ, καὶ οὓς θαυμάζει· ἐπειδὴ γὰρ θαυμάζει αὐτούς, δῆλον, ὡς καλοὺς ὄντας θαυμάζει αὐτοὺς καὶ διὰ τοῦτο φροντίζει, μή πως ἄδοξος φανῇ παρ’ αὐτοῖς ἀγαθοῖς οὖσι. [a 28] καὶ πρὸς οὓς φιλοτιμεῖται καὶ ἐπιδείκνυται, καὶ ὧν τις δόξης οὐ καταφρονεῖ ἤτοι καὶ ὑφ’ ὧν δοξάζεται, οὐ καταφρονεῖ. [a 30] οἳ ἔχουσί τι ἀγαθὸν τῶν τιμίων, οἷον ἡ σοφία τίμιόν ἐστι καὶ ἡ ἀρετή. θαυμάζουσι καὶ ἐκείνους, ὧν δέονται σφόδρα ἕνεκά τινος, ὧν οὗτοί εἰσι κύριοι, οἷον οἱ ἐρῶντες θαυμάζουσι τοὺς ἐρωμένους, ἵνα παρ’ αὐτῶν τύχωσιν ἢ ὁμιλίας ἢ συνουσίας, ἧς κύριοί εἰσιν οἱ ἐρώμενοι. [a 32] φιλο τιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους, οἷον οἱ φιλόσοφοι πρὸς τοὺς φιλοσόφους. μᾶλλον δὲ φροντίζουσι τῶν φρονίμων, διότι οὗτοι ἀληθεύου σιν, εἴ τι ἂν καὶ εἴπωσι. [a 34] τοιοῦτοι δὲ ἤτοι φρόνιμοί εἰσιν οἱ πρεσβύτεροι καὶ οἱ γηραιότεροι διὰ τὸν χρόνον καὶ οἱ πεπαιδευ μένοι ἤτοι οἱ σοφοί. αἰσχύνονται καὶ τὰ ἐν ὀφθαλμοῖς ἤτοι τὰ φανερά, οἷόν τινες ἐπιτηδεύονται· τὰ μὲν μανίκια τῶν ὑποκαμίσων ποιοῦσι καὶ καθαρὰ καὶ ψιλά (αἰσχύνονται γάρ, εἴ γε ταῦτα μὴ τοιαῦτά εἰσι, διὰ τὸ φανερὰ εἶναι), τὸ δὲ ὅλον κορμίον καὶ ῥυπαρὸν καὶ τραχὺ ποιοῦσιν. [a 35] ὅθεν καὶ ἡ παροιμία τὸ εἶναι αἰδῶ καὶ ἐντροπὴν ἐν τοῖς κειμένοις ὀφθαλμοῖς ἤτοι εἰς τὸ φανερόν. καὶ διὰ τοῦτο αἰσχύ νονται τοὺς αἰεὶ παρεσομένους ἤτοι τοὺς ἀνθρώπους, μεθ’ ὧν ἀεὶ συν διάγουσι, καὶ τοὺς προσέχοντας καὶ παρατηροῦντας αὐτοὺς ἀεί, διότι ἐν ὀφθαλμοῖς ἐστι καὶ τῶν συνδιαγόντων αὐτοῖς ἀεὶ καὶ τῶν παρατηρούν των. [b 1] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους, οἷον ὁ κάπηλος αἰσχυνθῇ ἂν τὸν μὴ ὄντα κάπηλον, κάπηλος δὲ κάπηλον οὐδέποτε αἰσχύνεται· δῆλον γάρ, ὅτι οἱ μὴ ἔνοχοι τοῖς αὐτοῖς ἐγκλήμασιν ἤτοι οἱ μὴ κάπηλοι ὄντες τἀναντία δοξάζουσι τοῖς καπήλοις. [b 2] καὶ τοὺς μὴ συγγνω μονοῦντας, εἴ τινα ἴδωσιν ἁμαρτήσαντα· ἃ γάρ τις αὐτὸς ποιεῖ ἤτοι εἰ κλέπτης ἐστί τις καὶ ἄδικος, λέγει μὴ νεμεσᾶν καὶ μέμφεσθαι τοῖς πέλας, εἴ γε καὶ οὖτοι δρῶσι ταῦτα ἤτοι τὸ κλέπτειν καὶ τὸ ἀδικεῖν, ὁ δὲ μὴ ποιῶν ἤτοι ὁ μὴ κλέπτων δῆλον ὅτι νεμεσᾷ τῷ κλέπτη. [b 5] καὶ τοὺς ἐξαγγελτικοῦς ἤτοι τοὺς μὴ φυλάσσοντας μυστήριον, ἀλλ’ εἴ τι ἂν ἀκούσωσι, τοῦτο καὶ λέγουσι· τὸ γὰρ μὴ δοκεῖν ἤτοι συνιέναι, οἷοί εἰσιν οἱ ἀναίσθητοι, καὶ συναισθάνεσθαι καὶ τὸ μὴ ἐξαγγέλλειν καὶ λέγειν, ἃ ἀκούσωσι, ταὐτά εἰσιν. [b 7] ἐξαγγελτικοὶ δέ εἰσιν οἱ ἀδικηθέντες παρά τινος καὶ διὰ τοῦτο παρατηροῦντες. μή πως ἀκούσωσιν αὐτοῦ εἰπόντος λόγον τινά, καὶ οἱ κακολόγοι ἤτοι οἱ λοίδοροι· εἰ γὰρ ὑβρίζουσι τοὺς μὴ ἁμαρτήσαντας, πολλῷ μᾶλλον ὑβρίζουσι τοὺς ἁμαρτήσαντας. [b 11] αἰσχύνονται καὶ ἐκείνους, ἐν οἷς μηδὲν ἀποτετυχήκασιν ἤτοι ἐν οἷς οὐδέποτε ἀπέτυχον δεηθέντες· καὶ διὰ τοῦτο φοβοῦνται, μή ποτε νοηθέντες αὐτῷ φαῦλοι οὐκ ἂν ἐπιτύχωσιν, οὗ δέονται. γράφεται καὶ [b 13] οὐδέν πω ἠδοξηκότες. αἰσχυνόμεθα καὶ τοὺς πρῶτόν τι δεηθέντας ἡμῶν, εἴ γε οὐδέποτε ἐφάνημεν αὐτοῖς ἄδοξοι, ἀλλ’ ὡς ἀεὶ τιμώμενοι παρ’ αὐτῶν ἐκτελοῦμεν καὶ τὴν αἴτησιν· εἰ γὰρ βουλόμεθα φίλοι τούτοις γενέσθαι, οὐκ ἀποπεμπόμεθα αὐτοὺς πρώτως δεηθέντας· [b 15] τὰ γὰρ βέλτιστα τίθενται ἤτοι οὐκ ἠδόξησάν ποτε παρ’ αὐτοῖς, εἴπερ φιλῆσαι θέλουσιν. [b 16] Εὐριπίδης πρὸς τοὺς Συρακουσίους πρέσβυς ἀποσταλεὶς καὶ περὶ εἰρήνης καὶ φιλίας δεόμενος, ὡς ἐκεῖνοι ἀνένευον, εἶπεν ἔδει, ἄνδρες Συπρακούσιοι, εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλά γε διὰ τὸ ἄρτι ὑμῶν δέεσθαι αἰσχύνεσθαι ἡμᾶς ὡς θαυμάζοντας. τὸ δὲ ὅλον τοιοῦτόν ἐστι· φησὶν ὁ Εὐριπίδης πρὸς τοὺς Συπρακουσίους ὡς οὐ δεῖ ἀποπεμφθῆναι παρ’ ὑμῶν, διότι ἅπαξ ὑμῶν ἐδεήθημεν ὡς ὑμᾶς θαυμάζοντες. [b 16] καὶ ἀπὸ τῶν πάλαι γνωρίμων οἱ μηδὲν καθ’ ἡμῶν συνειδότες κακὸν αἰσχύνονται ἡμᾶς. [b 19] ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, οἷον τὸ τζιμπίσαι. καὶ οὐ μόνον ποιοῦντες τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες· ἔλεγε γὰρ καὶ ὁ Δημόκριτος λόγος ἔργου σκιή. [b 23] ὦν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν· καταφρονοῦσι γὰρ αὐτῶν, διότι, εἰ καὶ κατ’ αὐτῶν εἴπωσί τι, ἀλλ’ οὐ δόξωσιν ἀληθεύειν. [b 25] ἀλλὰ τοὺς μὲν γνωρίμους αἰσχύνονται τὰ πρὸς ἀλήθειαν κακά, ἤτοι μή πως νομισθῶσιν, ὅτι εἰσὶ φαῦλοι ἐν τοῖς κατὰ ἀλήθειαν οὖσι κακοῖς, οἷον ὅτι εἰσὶν ἀκόλαστοι ἢ ἠλίθιοι. τοὺς δὲ ἄποθεν αἰσχύνονται τὰ πρὸς τὸν νόμον, ἤτοι μή πως φωραθῶσι παρ’ αὐτῶν ποιήσαντες ἐκεῖνα, ἃ τῷ νόμῳ κολάζονται, οἶον εἰ προδότης ἐστίν εἴ που γὰρ προσαγγείλῃ τῷ βασιλεῖ, ὅτι προδότης εἰμί, κολασθήσομαι παρ’ αὐτοῦ ὁ γὰρ νόμος τοὺς προδότας κολάζει. γράφεται καὶ τοὺς δὲ ἄποθεν τὰ πρὸς δόξαν μόνον, ἤτοι ἵνα μὴ νομι σθῶσι παρ’ αὐτοῖς φαῦλοι ἐν τοῖς κατὰ δόξαν οὖσι κακοῖς· εἰσὶ γάρ τινα μὴ κατὰ ἀλήθειαν ὄντα κακὰ ἀλλὰ φαινόμενα καὶ δοκοῦντά τισι κακά. [b 28] πρῶτον μέν, εἴ τινες ὑπάρχουσιν ἔχοντες πρὸς αὐτοὺς οὕτως, ὥσπερ ἔχειν ἔφαμεν, οὓς αὐτοὶ αἰσχύνονται· οἷον ἐπεὶ αἰσχυνόμεθα τοὺς θαυμά ζοντας ἡμᾶς, δηλονότι καὶ ἄλλοι αἰσχυνθῶσιν ἡμᾶς, εἴ γε διάκεινται οὗτοι πρὸς ἡμᾶς οὕτως, ὡς ποιεῖν αὐτοὺς θαυμάζεσθαι παρ’ ἡμῶν· καὶ εἰ αἰσχυνόμεθα ἐκείνους, παρ’ ὧν θαυμαζόμεθα, λοιπὸν καὶ ἄλλοι ἡμᾶς αἰσχυνθῶσιν, εἴ γε παρ’ ἡμῶν θαυμάζονται. [b 31] ἢ ὧν δέονται κατά τινα χρείαν, ὧντινων οὐκ ἂν ἐπιτύχωσιν, εἴ γε δόξουσιν ἐκείνοις ἄδοξοι ὡς ἀπαίδευτοι· οὐ γὰρ τὰ τῶν μυσαττομένων παρ’ ἡμῶν ἐκτελοῦμεν αἰτήματα. [b 32] καὶ οὗτοι οἱ θαυμάζοντες ἢ εἴ εἰσιν ὁρῶντες ἡμᾶς, μέλλουσιν αἰσθήσεσθαι καὶ νοῆσαι ἡμᾶς ὡς πράξαντάς τι κακόν. οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἀμφισβητοῦντες, τίνι ἀνήκει ἡ Σάμος, ἔθεντο κλήρους περὶ αὐτῆς. ὁ Κυδίας Λακεδαιμόνιος ἦν. [b 36] διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες· οἷον εἰ εὐδαίμων ὢν εἶχον πολλοὺς τοὺς ζηλοῦντάς με, εἰ δυστυχήσω, αἰσχύνομαι βλέπειν ἐκείνους τοὺς ζηλοῦντας ἐμέ. [1385a 1] αἰσχύνονται καὶ ὅταν ἔχωσιν ἔργα τοιαῦτα, ἃ καταισχυνοῦσι τὰ ἔργα καὶ τὰς πράξεις ἢ αὑτῶν ἢ τῶν προγόνων ἢ φίλων, ὑπὲρ ὧν αἰσχύνονται οὗτοι. [a 4] καὶ οἱ εἰς αὐτοὺς ἀναφερό μενοι· οἷον εἰ διδάσκαλος ὤν τοῦ Σωκράτους ἐποίησά τι, δι’ οὗ ἀπε φάνθην ἀμαθής, δηλονότι καὶ τὸν μαθητήν μου ἀμαθῆ ἀπέδειξα· ὁ γὰρ μαθητὴς πρὸς τὸν διδάσκαλον ἀναφέρεται. καὶ εἰ συνεβουλευσάμην τινὶ ποιῆσαι τό, εἶτα ἐφάνη κακόν τι ποιήσας καὶ ἀλόγιστον, κατῄσχυνα καὶ τὸν ἐμοὶ χρησάμενον συμβούλῳ ὡς ἀπατηθέντα καὶ μὴ χρησάμενον ἀγαθῷ συμβούλῳ. [a 6] ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι, πρὸς οὓς φιλοτι μοῦνται, ἤτοι εἰ σοφοί εἰσι, πρὸς οὓς ἐπιδεικνύμεθα σοφοὶ ὄντες καὶ αὐτοί, αἰσχυνόμεθα αὐτούς· καὶ δι’ αὐτούς, εἰ ἐνεργοῦμεν, πολλὰ ποιοῦσι καὶ παρὰ τὴν οἰκείαν προαίρεσιν καὶ οὐ ποιοῦσι δι’ αἰδῶ. [a 8] καὶ εἴ μέ τις σύνοιδεν ὡς πόρνον, εἰ μέλλω τούτῳ ὁρᾶσθαι καὶ συνδιάγειν αὐτῷ ὡς συνειδότι, αἰσχύνομαι.