Ancient Greek
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.7.1
Not analysed yet
Ἔστω δὴ χάρις, ὅταν τις ὑπουργῇ καὶ βοηθῇ τῷ δεομένῳ χάριν ἤτοι δωρεὰν καὶ μὴ ἀντί τινος ἤτοι καὶ μὴ διότι ἔπαθε παρ’ αὐτοῦ τι ἀγαθόν ποτε οὐδὲ ἐβοήθησεν αὐτῷ ὡς ἐλπίζων αὐτὸς ὁ ὑπουρ γήσας καὶ βοηθήσας εὑρεῖν τι ἀγαθὸν παρὰ τοῦ βοηθηθέντος, οὐδ’ ἵνα αὐτῷ τῷ βοηθοῦντι γένηταί τι ὕστερον ἀγαθόν, ἀλλ’ ἵνα ἐκείνῳ ἤτοι ἀλλ’ ἁπλῶς δι’ ἐκεῖνον τὸν δεόμενον ἐποίησεν, ὃ ἐποίησε, καὶ ἐβοήθησε. [a 20] μεγάλη δὲ χάρις ἐστίν, ἐὰν ἡ χάρις καὶ ἡ βοήθεια πρός τινας δεομένους σφόδρα καὶ χρείαν ἔχοντας τοῦ βοηθήσοντος· ἢ εἰ δέονται μεγά λων καὶ δυσκόλων καὶ βοηθήσομεν αὐτοῖς, καὶ οὕτω μεγάλη χάρις, ἢ εἰ ἐβοήθησα αὐτῷ τῷ δεομένῳ ἐν καιρῷ τοιούτῳ ἤτοι ἐν πολέμῳ ἤ, ὅτε παρὰ τοῦ βασιλέως δέσμιος ἐκρατεῖτο καὶ οὐ συνεχωρεῖτό τις δοῦναι αὐτῷ ἄρτον, ἐγὼ δέδωκα τούτῳ ἄρτον, ἢ εἰ μόνος ἐγὼ αὐτῷ ἐβοήθησα, ἢ εἰ πολλῶν βοηθησάντων ἐγὼ πρῶτος ἐβοήθησα, [a 22] καὶ τούτων τῶν ὀρέξεων ἐκείνου αἱ ὀρέξεις τοῦ πράγματος τοῦ μὴ γινομένου μετὰ λύπης, ἤτοι ὅ, ἐὰν μὴ γένηται, λύπην μοι προξενεῖ. καὶ ἐν ταῖς τοῦ σώματος κακώσεσιν, ἤτοι καὶ εἰ κολαζομένῳ τινὶ αὐτῷ ἐβοήθησα καὶ ἀπήλλαξα τῆς κολάσεως. διὸ καὶ οἱ παριστάμενοι καὶ οἱ βοηθοῦντες τῷ ἐν πενίᾳ ὄντι ἢ ἐν φυγαῖς ἤτοι ἐξορίαις. [a 26] κἂν μικρὰ ὑπη ρετήσωσι καὶ βοηθήσωσι διὰ τὸ μέγεθος τῆς αἰσθήσεως, ἤτοι διότι ἠσθάνθη ὁ παθὼν τὴν χάριν, ὅτι μεγάλη ἐστίν (ἐν καιρῷ γὰρ τοιούτῳ ἐβοήθησαν αὐτῷ), κεχαρισμένοι τούτῳ νομίζονται. [a 2] οἷον ὁ ἐν Λυκείῳ τὸν φορμὸν διδοὺς ἤτοι μικρὸν καλαθίσκιον· κἂν γὰρ μικρὰ ἡ χάρις, ἀλλ’ οὖν μεγάλη αὐτῷ ἐνομίσθη ὡς ἀποκεκλεισμένῳ ὄντι καὶ δι᾽ αὐτοῦ ἐξελθόντι· ἐν τείχει γὰρ ἢ πύργῳ ἦν τις ἀποκεκλεισμένος, εἶτα διερχόμενός τις καὶ ἰδὼν αὐτὸν ἐναπόκλειστον, ἐπαφῆκε φορμὸν εἰς τὸν πύργον, οὗ ἐντὸς ἐμβληθεὶς καθῆκεν ἑαυτὸν διὰ τοῦ πύργου ἢ τοῦ τείχους. [a 28] ἀνάγκη οὖν τὸν παθόντα ταύτην τὴν χάριν ἔχειν τὴν ὑπουργίαν ἤτοι τὴν ἀνθυπουργίαν καὶ τὴν ἀντίχαριν ποιεῖν εἰς τοιαῦτα ἤτοι ἐν καιρῷ φυλακῆς ἢ πολέμου καὶ αὐτὸν ποιῆσαι τὴν αὐτὴν ἀντίχαριν πρὸς αὐτόν, ἤτοι καλαθίσκον δοῦναι αὐτῷ ἢ ἄρτον, εἰ ἔλαβεν ἄρτον. [a 29] εἰ δὲ μὴ τὰ αὐτὰ δύναται ποιῆσαι, ἀλλ’ οὖν τὰ ἴσα ἢ τὰ μείζω. καὶ πῶς ἔχουσιν ἤτοι διακειμένοις ἡ χάρις δίδοται αὐτοῖς. φανερόν ἐστιν ἐκ τούτων, πῶς ἰσχύσομεν δεῖξαι μὲν τούτους ὄντας τοιούτους ἤτοι δεομένους βοηθείας, ἢ ὅτι ποτὲ ἐδεήθησαν καὶ ἐγένοντο ἐν τοιαύτῃ λύπῃ ἤτοι μεγάλης δεομένῃ παρηγορίας καὶ ἐν δεήσει, ἤτοι ἑαυτοὺς δὲ δείξομεν ὑπηρετηκότας καὶ βοηθήσαντας αὐτοῖς ἐν χρείᾳ οὖσι βοηθείας. καὶ ποιεῖν ἑαυτοὺς εὐχαρίστους ἤτοι μὴ παθόντας χάριν παρὰ τοῦ δεῖνος κατὰ τὸν τότε καιρὸν ἢ ἀεὶ καὶ ὑπηρετοῦντας καὶ βοηθοῦντας. [a 34] φανερὸν δὲ καὶ ἐκ τίνων δεῖ ἀφαιρεῖν τὴν χάριν καὶ ποιεῖν εὐχαρίστους· ἔστι γὰρ λέγειν ὅτι, εἰ καὶ ἐβοήθησάς μοι, ἀλλὰ χάριν ἑαυτοῦ ὑπηρέτησας καὶ ἐβοήθησας ἐμοὶ ἢ ὑπηρετεῖς· ἔδει γὰρ βοηθῆσαί μοι, ἢ διότι ἐγὼ μεῖζόν σοι ἐβοήθησά ποτε, σὺ δὲ ἔλαττον ἐβοήθησας ἢ ὅτι ἐβοήθησά σοι καὶ ταῦτα μὴ δεηθέντι. [b 2] τοῦτο δὲ οὐκ ἦν χάρις ἤτοι τὸ βοηθῆσαί μοι χάριν ἑαυτοῦ ἤτοι διὰ τὸ ἐλπίζειν μᾶλλον ἑαυτὸν ὠφεληθῆναι ἐκ τῆς πρὸς ἐμέ σου βοηθείας ἢ τὸ ἔλαττον βοηθῆσαί μοι καὶ ταῦτα βοηθήσαντί σοι καὶ μὴ δεηθέντι. ἢ ὅτι ἀπὸ τύχης μοι ἐβοήθησας ἤτοι κατὰ τύχην ἢ κατὰ τύχην ἔσυρας τὸν φορμόν, ὁ δὲ εἰς τὸν πύργον ἔπεσεν. [b 2] ἢ ἠναγκάσθησαν ἤτοι ὅτι βίᾳ βιασθεὶς γὰρ ἐβοήθησάς μοι. ἢ ὅτι ἀπέδωκαν· οἷον παθών συ ἀγαθὰ πολλὰ παρ’ ἐμοῦ ἀπέδωκάς μοι τὴν ἀντίχαριν· χρεώστην σε γὰρ εἶχον. εἴτε εἰδότες εἰσὶν ἤτοι γνωρίζοντες ὅτι, ὃ ἐποίησας εἰς ἐμέ, ἀπόδοσίς ἐστι καὶ χάρις, εἴτε καὶ μή, ἢ ὅτι μεῖζον ἐγὼ εὐηργέτηκα αὐτούς, αὐτοὶ δὲ ἔλαττόν μοι ἀπέδωκαν, ἢ ὅτι ὑπηρέτησαν καὶ ἐβοήθησαν ἐμοὶ μὴ δεηθέντες καὶ παρακαλεσθέντες παρ’ ἐμοῦ, ἀλλὰ διότι εὐηργετήθησαν αὐτοὶ πολλὰ παρ’ ἐμοῦ· τοῦτο δὲ οὐκ ἦν χάρις τὸ ἐνδείξασθαι εἰς ἐμὲ τοιαῦτα, ἃ ἐγώ ποτε εἰς αὐτούς· [b 4] ἀμφοτέρως γάρ, εἴτε ἐγίνωσκον παρ’ ἐμοῦ εὐεργετη θέντες εἴτε καὶ μή, τὶ ἀντί τινός ἐστιν ἤτοι ἀντίχαρίς ἐστιν, ὃ ἐποίησαν εἰς ἐμέ, καὶ οὐ χάρις. [b 5] καὶ περὶ ἁπάσας τὰς δέκα κατηγορίας σκεπτέον, εἰ τὸ γενόμενον χάρις ἐστίν. ἢ ὅτι τοδὶ δέδωκας αὐτῷ ἤτοι ζῷον ἢ δοῦλον ἢ τοσονδὶ ἤτοι δέκα λίτρας ἢ τοιονδὶ οἷον σκεῦός τι χρυσοῦν, αὐτὸς δὲ δέδωκέ σοι φορμὸν ἢ ἄρτον, καὶ ποτὲ ἐβοήθησας αὐτῷ ἤτοι ἐν καιρῷ περιστάσεως καὶ ποὺ ἤτοι ἐν τόπῳ τοιούτῳ, ἔνθα οὐκ ἦν δυνατόν τινα εἰσελθεῖν, αὐτὸς δὲ ἐβοήθησέ σοι οὐκ ἐν καιρῷ περιστάσεως οὐδ’ ἐν τοιούτῳ τόπῳ. [b 7] σημεῖον δὲ τοῦ μὴ εἶναι χάριν, εἰ μὴ ὑπηρέτησεν ὅδε ποτὲ τῷ βοηθήσαντι αὐτῷ νῦν ἔλαττον ἤτοι ὀλίγον, αὐτὸς δὲ νῦν ὀλίγον ὑπηρέτησε· καὶ εἰ τοῖς ἐχθροῖς ἢ ταὐτὰ ἢ τὰ ἴσα ἢ μείζω, ἤτοι εἰ μὴ μόνον εἰς ἐμὲ φίλον ὄντα τοιαῦτα ἐνεδείξατο ἀγαθά, ἀλλὰ καὶ εἰς τοὺς ἐχθροὺς αὐτοῦ τοιαῦτα ἐνδείκνυται ἢ ἴσα ἢ μείζω ἢ ταῦτα ἃ ἐποίησεν εἰς ἐμὲ τὰ ἀγαθά, οὐ χάριν ἐμοῦ ταῦτα ἐποίησεν, ἀλλὰ διότι ἐκ τούτου καὶ εἰς αὐτὸν ἀνέτρεχέ τις ὠφέλεια, ἢ δέδωκέ μοι τόνδε τὸν ἵππον εἰδὼς αὐτὸν φαῦλον ἤτοι στασιάριν ἤ τι ἄλλο πάθος ἔχοντα· φαύλου δὲ οὐδεὶς δέεται.