Ancient Greek · ~21 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.8.1
Not analysed yet
Ὁ ἔλεός ἐστι λύπη ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ, ἤτοι ὅταν τις λυπῆται ἐπί τινι παθόντι φαινόμενον κακὸν φθαρτικὸν καὶ λυπηρὸν καὶ ταῦτα μὴ ὄντι ἀξίῳ παθεῖν τοιαῦτα κακὰ ἀλλὰ μᾶλλον ἀγαθά, ἅτινα (τὰ κακὰ τὰ ἐπισυμβάντα τῷδε τῷ ἀνθρώπῳ) προσδοκήσει καὶ οὗτος ὁ λυπούμενος παθεῖν, ἤ τις τῶν αὑτοῦ ἤτοι ἢ φίλων ἢ συγγενῶν· καὶ μᾶλλον, εἰ φαίνονται ταῦτα τὰ κακὰ πλησίον ἤδη ἐγγίζοντα καὶ ἐπιφερόμενα τῷ λυπουμένῳ καὶ ἐλεοῦντι. [b 18] καὶ τοιοῦτον κακὸν ἤτοι φθαρτικόν, οἷον εἴπομεν ἐν τῷ ὅρῳ, τὸ μὲν ὅμοιόν ἐστι τὸ ἀπαραλ λάκτως ὂν τοιοῦτον, τὸ δὲ παραπλήσιόν ἐστι τὸ πῂ μὲν ἐοικὸς ἑαυτῷ, πῂ δὲ καὶ διαλλάττον. οὔτε γοῦν ἐλεοῦσιν οἱ παντελῶς ἀπολωλότες ἤτοι παθόντες πάντα τὰ δεινὰ καὶ μηκέτι προσδοκῶντες παθεῖν τι διὰ τὸ μηδέν τι καταλειφθῆναι τῶν κακῶν, ὃ οὐκ ἔπαθον, οὔτε οἱ ὑπερευδαι οἰόμενοι ἤτοι οἱ εἰς ἄκρον εὐδαιμονίας ἐλθόντες ἐλεοῦσιν, ἀλλ’ ὑβρίζουσι καὶ ὑπερηφανεύονται· ἐπειδὴ γὰρ πάντα τὰ ἀγαθὰ ἔχουσιν, ἔστι δὲ ἀπὸ τῶν ἀγαθῶν καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακόν, λοιπὸν καὶ τοῦτο τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακὸν ὑπάρχει αὐτῷ. [b 24] εἰσὶ δὲ τοιοῦτοι, οἷοι νομίζειν παθεῖν ἄν, ἤτοι οἱ δυνάμενοι παθεῖν κακόν τι, οἱ πεπονθότες κακόν τι καὶ διαπεφευγότες· οἱ γὰρ γηραιό τεροι διά τε τὸ φρονεῖν καὶ τὴν πολυπειρίαν πάντα ἐλπίζουσι παθεῖν τὰ δεινά· ἀλλὰ καὶ οἱ πεπαιδευμένοι εὐλόγιστοί εἰσιν ἤτοι συλλογίζονται παθεῖν ποτε τὰ δεινά. [b 28] ἐλπίζουσι παθεῖν τὰ δεινὰ καὶ οἱ ἔχοντες γονεῖς ἢ τέκνα ἢ γυναῖκας· καὶ γὰρ ταῦτα, ἅτινα πάσχουσιν οἱ παῖδες ἢ αἱ γυναῖκες, αὐτοῦ εἰσιν ἤτοι ὡς ἴδια κακὰ λογίζεται τὰ ἐπεισφρήσαντα τῇ γυναικὶ ἢ τῷ παιδὶ κακά, καὶ δυνατά εἰσιν αὐτὰ τὰ τέκνα καὶ αἱ γυναῖκες παθεῖν τὰ εἰρημένα ἤτοι τὰ φθαρτικὰ κακά. [b 30] καὶ γὰρ ταῦτα ἤτοι ἡ ὀργὴ καὶ τὸ θάρρος ἀλόγιστά εἰσιν ἤτοι ποιοῦσι τὸν ὀργιζόμενον ἢ τὸν θαρροῦντα μὴ λογίζεσθαι, ὡς ἐπισυμβήσεται αὐτοῖς τι κακόν· διὰ τοῦτο γὰρ καὶ οἱ ἀνδρεῖοι ὡς θαρροῦντες καὶ ὀργίλοι οὐκ ἐλεοῦσιν. [b 31] ἀλλὰ καὶ οἱ μὴ ὄντες ἐν ὑβριστικῇ διαθέσει ἤτοι οἱ μὴ διακείμενοι καὶ μὴ θέλοντες πάντας ὑβρίζειν ἐλεοῦσι καὶ οὖτοι· καὶ γὰρ οὐδὲ οὗτοι οἱ ὑβρισταὶ λογίζονται παθεῖν τι κακὸν καὶ διὰ τοῦτο οὐκ ἐλεοῦσιν· ἀλλ’ οἱ μεταξὺ τούτων ἐλεοῦσιν οἱ μήτε πάντῃ ὀργίλοι ὄντες μήτε πάντῃ θαρροῦντες, ἀλλ’ οἱ μέσον πως ἔχοντες. [b 33] οὔτε οἱ φοβούμενοι σφόδρα· οἱ γὰρ ἐκπεπληγμένοι διὰ τὸν φόβον οὐκ ἐλεοῦσι διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει ἤτοι διὰ τὸ ὅλοι τοῦ πάθους γενέσθαι· καὶ γὰρ οἱ ἐν κλύδωνι κατασχεθέντες καὶ κινδυνεύοντες ποντισθῆναι, εἰ ἐκπλαγεῖς τῷ φόβῳ γένωνται, οὐκ ἄν ποτε ἐλεήσωσι τὸν συμπλέοντα αὐτοῖς, εἴ γε ὁρῶσιν αὐτὸν ἐλεεινὰ θρηνοῦντα διὰ τὸν κίνδυνον εἰ δὲ μήτε ἄγαν φοβηθῶσι τὸν κλύδωνα μήτε πάλιν πολλὰ θαρροῦσιν, ἐλεήσουσιν οὗτοι τὸν συμπλέοντα καὶ παραθαρρυνοῦσιν. ἐλεοῦσι καὶ τοὺς ἐπιεικεῖς· [b 35] ὁ γὰρ μηδένα οἰόμενος ἐπιεικῆ οἰήσεται πάντας ἀξίους τοῦ παθεῖν τὰ κακά. [1386a 1] καὶ ὅλως ἐλεοῦσι βλέποντές τινα κακῶς πάσχοντα οἱ ἀναμιμνησκόμενοι, ὅτι τοιαῦτά ποτε καὶ αὐτοὶ ἔπαθον ἢ φίλοι αὐτῶν, ἢ καὶ ἐλπίζοντες παθεῖν ποτε τοιαῦτα. [a 11] ἐλεεινόν ἐστι καὶ τὸ αἶσχος ἤτοι τὸ δυσειδὲς καὶ ἡ ἀσθένεια καὶ ἡ ἀναπηρία ἤτοι τὸ βεβλαμμένον. καὶ τὸ ὅθεν προσῆκεν ἀγαθὸν πρᾶξαι ἤτοι καὶ τὸ παθεῖν τι κακόν, ἀφ’ οὗ ἤλπιζε καὶ ἔδει παθεῖν τι ἀγαθόν. καὶ τὸ γενέσθαι τι ἀγαθὸν τῷ πεπονθότι, οἷον ὁ Διοπείθης ἔπαθέ τι κακὸν ἤγουν τὸ ἐξορισθῆναι παρὰ βασιλέως· καὶ ὅτε ἔμελλεν ἐπισυμβῆναι αὐτῷ τι ἀγαθὸν ἤτοι ὅτε ἤδη ἤγγιζεν ἡ βασιλικὴ πρόσταξις ἡ συμπαθοῦσα αὐτὸν καὶ ἐπανακαλουμένη τῆς ἐξορίας καὶ ἤδη ἦλθεν εἰς τὸν τόπον, ἔνθα ἐξωρίσθη, ἀπέθανεν ὁ Διοπείθης· ἐλεεινὸν γοῦν ἐστι τὸ ἀποθανεῖν αὐτὸν πρὸ τοῦ ἐπαπολαῦσαι τῆς συμπαθείας. [a 15] ἐλεεινόν ἐστι καὶ τὸ μηδὲν παθεῖν ποτε ἀγαθὸν ἢ γενομένων τινὶ ἀγαθῶν μὴ ἐπαπολαῦσαι αὐτῶν, ἀλλ’ ἢ θανεῖν ἢ ἐξορισθῆναι. [a 17] ἐλεοῦσι τοὺς γνωρίμους, ἀλλ’ οὐχὶ πρὸς οὓς ἔχουσι πολλὴν τὴν οἰκειότητα καὶ συγγένειαν· τούτους γάρ, πρὸς οὓς ἔχουσι τὴν συγγένειαν, ὡς ἑαυτοὺς ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἐπισυμβῇ τι αὐτοῖς κακόν, ὡς οἰκεῖον ἡγοῦνται. [a 21] καὶ γὰρ τοῦτο μὲν τὸ προσαιτεῖν τὸν φίλον ἐλεεινόν ἐστιν, ἐκεῖνο δὲ τὸ ἀποθανεῖν τὸν υἱὸν δεινόν τὸ γὰρ δεινὸν ἐπίτασίς ἐστι τοῦ ἐλεεινοῦ. [a 22] καὶ πολ λάκις τῷ ἐναντίῳ χρήσιμον ἤτοι καὶ πολλάκις τὸ δεινὸν χρησιμεύει εἰς τὸ ἐναντίον ἤτοι τὸ μὴ ἐλεεῖν· διὰ γὰρ τὴν πολλὴν λύπην οὐκ ἐλεοῦσι τοὺς αἰτοῦντας· [a 23] ἐλεοῦσι καὶ τοὺς ὄντας ἐγγὺς τοῦ δεινοῦ· καὶ ἁπλῶς, ὅσα φοβεῖταί τις παθεῖν, ἐὰν ἴδῃ ταῦτα ἐπισυμβάντα ἄλλῳ, ἐλεεῖ αὐτόν, τὰ δὲ ἐπισυμβάντα πρὸ μυρίων χρόνων τινὶ ἢ τὸν μέλλοντα παθεῖν μετὰ πεντήκοντα χρόνους τι δεινὸν οὐκ ἐλεοῦσι. [a 31] συναπεργάζεσθαί ἐστιν, ὅταν σὺν τῷ πάθει ἐργάζηταί τις καὶ ὑποκρίνηται καὶ τὰ σχήματα τῶν πασχόντων καὶ τὰς φωνάς· [a 33] ὁ γὰρ ὑποκρινόμενος ταῦτα πρὸ ὀφθαλμῶν ποιεῖ τὰ δεινὰ ἢ ὡς μέλλοντα ἤδη γενέσθαι ἢ ὡς ἤδη γεγονότα. [b 4] καὶ μάλιστα, ἐὰν τελευτῶντες σπουδαῖοι καὶ ἀγαθοὶ φαίνωνται ἐν τῷ καιρῷ τοῦ θανάτου· ἀγαθὸς δέ ἐστιν, εἰ σπουδάζει μὴ ἀσχημονῆσαι ἐν καιρῷ τοῦ θανάτου· ὡς ὁ Εὐριπίδης παρεισάγει τὴν Πολυ ξένην σφαζομένην πρόνοιαν πολλὴν ποιουμένην τοῦ σώματος· [b 7] τὸ γὰρ θνῄσκειν τοὺς σπουδαίους ἐλεεινόν ἐστι κατ’ ἄμφω, ὡς ἀναξίους τε ὄντας τοῦ παθεῖν καὶ ὡς τοῦ πάθους ὄντος πρὸ ὀφθαλμῶν·