Ancient Greek · ~250 min
<ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ>.
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis <ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ>..1
Not analysed yet
Περὶ φιλίας. κεφ. α'. Μετὰ δὲ ταῦτα περὶ φιλίας ἀκόλουθόν ἐστι διελθεῖν. ἔστι γὰρ ἡ φιλία ἀρετή τις ἢ ἕπεται τῇ ἀρετῇ· καὶ γὰρ ἡ μεταξὺ δυσκολίας καὶ κολακείας ἀρετή, προσλαβοῦσα τὸ στέργειν, φιλία ἐστίν, ὡς ἐν τῷ η' κεφαλαίῳ τοῦ δ᾿ βιβλίου εἴρηται· καὶ ἕπεται δὲ τῇ τελείᾳ ἀρετὴ. ἡ γὰρ ἀληθὴς φιλία, ὡς αὐτίκα εἰρήσεται, ἐν τοῖς σπουδαίοις μόνοις εὑρίσκεται. διὰ ταῦτα ἐν τῇ περὶ τῶν ἀρετῶν πραγματείᾳ ἀκόλουθόν ἐστι καὶ περὶ αὐτῆς εἰπεῖν, ἐπεὶ καὶ ἀναγκαιότατόν ἐστιν εἰς τὸν βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ τοῖς πλουτοῦσι καὶ ἀρχάς καὶ δυναστείας κεκτημένοις δοκεῖ μάλιστα χρείαν εἶναι φίλων. τί γὰρ ὄφελος τῆς τοιαύτης εὐδαιμονίας μὴ δυναμένοις δυναμένοις οὐκ εὐεργετοῦσι δὲ μὴ ἔχοντες φίλους· ἡ γὰρ μάλιστα γινομένη εὐεργεσία καὶ ἐπαινουμένη πρὸς τοὺς τοὺς ἐστίν ἢ πῶς ἄν ὁ εὐδαίμων ἐν τῇ εὐδαιμονίᾳ διαμείναι καὶ σώζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ μείζων ἡ εὐδαιμονία, τοσούτῳ καὶ ἐπισφαλεστέρα. οὐ μόνον δὲ εὐδαίμοσι χρεία φίλων ἀλλὰ καὶ δυστυχέσι καὶ πένησι· μό νῆν γὰρ οἴονται πάντες καταφυγὴν εἷναι τοὺς φίλους. οὐ μόνον δὲ τύχῃ ἀλλὰ καὶ ἡλικίᾳ πάσῃ λυσιτελής ἐστιν ἡ φιλία· οἱ γὰρ φίλοι νέους μὲν εἰς τὸν ὀρθὸν ὁδηγοῦσι λόγον, ἵνα μὴ δι’ ἀπειρίαν τοῦ ἀγαθοῦ διαμαρτάνωσι, πρεσβυτέρους δὲ θεραπεύουσι καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διὰ τὴν ἀπὸ τῆς ἡλικίας ἀσθένειαν αὐτοὶ ἀναπληροῦσι· τῶν δὲ ἐν ἀκμῇ ταῖς ἀγαθαῖς πράξεσι προστιθέασι, καὶ βελτίω ποιοῦσι τὰ ἔργα σύν τε δύ’ ἐρχομένω· καὶ γὰρ μετὰ τῶν φίλων καὶ νοῆσαι καὶ πράξαι δυνατώτεροι γινόμεθα, καὶ φύσει δὲ πρόσεστιν ἡμῖν ἡ φιλία. φύσει γὰρ τὸ γεννῶν φιλεῖ τὸ γεννώμενον· καὶ οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλ’ ἤδη καὶ ἐν ὀρνέοις καὶ ἐν τοῖς πλείστοις τῶν ζῴων· καὶ οὐκ ἐν γεννῶντι μόνον καὶ γεννωμένῳ, ἀνθρώποις· διὰ τοῦτο τοὺς φιλανθρώπους ἐπαινοῦμεν, ὡς ἀνθρώπινόν τι ποιοῦντας. ἴδοι δ’ ἄν τις καὶ ἐν ταῖς πλάναι, ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον· οἵ τε γὰρ ἐπὶ χώρας μένοντες σὺν ἡδονῇ τὸν πλανώμενον ὑποδέχονται καὶ θεραπεύουσιν, ὅ τε πλανώμενος, εἰ συντύχοι μόνον ἀνθρώποις, μάλιστα χαίρει. καὶ τὰς πόλεις ἡ φιλία συνέστησε τὴν ἀρχὴν καὶ ἀεὶ συνέχει· καὶ οἱ καθιστάντες τὰς πόλεις νομοθέται μᾶλλον τῆς φιλίας φροντίζουσιν ἢ τῆς δικαιοσύνης· καὶ γὰρ διὰ τὴν ὁμόνοιαν ἡ δικαιοσύνη ζητεῖται· ἡ δὲ ὁμόνοια ὅμοιόν τί ἐστι τῇ φιλίᾳ, ἡ δὲ στάσις ὁμοία ἐστὶ τῇ ἔχθρᾳ, ἣν ἀεὶ τῆς πόλεως ἀπελαύνειν σπουδάζουσιν οἱ νομοθέται. ἄλλως τε, φίλων μὲν ὄντων πρὸς ἀλλήλους τῶν πολιτῶν, οὐ χρεία τῇ πόλει δικαιοσύνης, δικαίων δὲ ὄντων, φιλίας χρεία· βέλτιον γὰρ μετὰ ταύτης ὁμονοήσουσιν ἢ μετὰ τῆς δικαιοσύνης. ἔτι τὸ μάλιστα δίκαιον φιλικὸν εἶναι δοκεῖ· καὶ γὰρ ἐπειδάν τις περὶ τὸν πλησίον πάντα τὰ δίκαια διασώζῃ, κἂν αὐτόν τι δέῃ ζημιωθῆναι, φίλος ἐστίν· ὥστε μᾶλλον ζητεῖται ἡ φιλία ἢ ἡ δικαιοσύνη παρὰ τῶν νομοθετῶν, καὶ ἀναγκαῖόν ἐστι πρὸς τὸ καλῶς ὁμονοεῖν δύνασθαι. οὐ μόνον δὲ ἀναγκαῖόν ἐστι καὶ πρὸς ἄλλο φέρει ἀγαθόν, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ καλόν ἐστι καὶ ἐπαινετόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἓν εἶναι· καὶ ἔνιοί φασι μηδὲν διαφέρειν τὸν φίλον τοῦ ἀγαθοῦ ἀνδρός, ἀλλὰ τὸν αὐτὸν ἄντικρυς εἶναι. Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. β'. Τοιαύτη μὲν οὖν ἡ φιλία· διαπορεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα, πότερον ὁμοιότης ἐστὶν ἡ φιλία καὶ οἱ ὅμοιοι φίλοι, ἢ ἐναντιότης καὶ οἱ ἔχοντες ἐναντίοι. οἱ μὲν γὰρ ὁμοιότητα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους· ὅθεν τὸν ὁμοῖόν φασιν ὡς τὸν ὁμοῖον καὶ κολοιὸν ποτὶ κολοιὸν καὶ ὅσα τοιαῦτα· οἱ δὲ ἐναντίους τοὺς φίλους φασὶν εἶναι καὶ τὸν λόγον εἰς τὸ καθολικώτερον καὶ ‘φυσικώτερον ἀνάγουσιν, Εὐρι- πίδης μὲν φάσκων ἐρᾷν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου, πεσεῖν εἰς γαῖαν, Ἡράκλειτος δὲ λέγων τὸ ἀντίξουν συμφέρον εἶναι καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν, καὶ πάντα κατ’ ἔριν γίνεσθαι· σθαι· ἐξ ἐναντίας δὲ τούτοις ἀποφαίνεται περὶ τῆς φιλίας μετὰ πολλῶν ἄλλων καὶ ὁ Ἐμπεδοκλῆς, λέγων τὸ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὸ μὲν οὖν ἀνάγειν τὸν λόγον εἰς καθολικούς τινας καὶ φυσικοὺς λόγους καὶ ζητεῖν ἀπλῶς, πῶς τὰ ἐναντία τῶν ἐναντίων ἐφίεται καὶ τὰ ὅμοια ὅσα μόνης ἔχεται τῆς ἀνθρωπίνης φύσεως, καὶ τῶν ἀνθρωπίνων ὅσα εἰς ἤθη φέρει καὶ πάθη· ταῦτα γὰρ ὕλη ἐστὶ τῇ παρούσῃ πραγματείᾳ. ζητητέον τοίνυν, πότερον ἐν πᾶσι γίνεται ἡ φιλία ἢ ἐν μὲν τοῖς ἀγαθοῖς γίνεται, ἐν δὲ τοῖς μοχθηροῖς οὐχ οἷόν τε γενέσθαι· καὶ πότερον πολλὰ εἴδη φιλίας ἢ ἕν· οὐ γάρ, διότι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ φιλία, διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν· ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει· ἡ γὰρ οὐσία καὶ τὸ συμβεβηκὸς ἕτερα ὄντα τῷ εἴδει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται· οὐ γὰρ ὁμοίως εἰσὶν ὄντα· ὥστε οἱ διὰ τὸ μᾶλλον καὶ ἧττον οἰόμενοι ἓν εἶδος φιλίας εἶναι οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ. περὶ τούτων ἐν τοῖς ἔμπροσθεν εἴρηται. τὰ μὲν οὖν ζητούμενα ταῦτα· φανερὰ δ’ ἂν γένοιντο, εἰ φανερὸς γένοιτο ὁ περὶ τοῦ φιλητοῦ λόγος· οὐ γὰρ πάντα φιλοῦμεν ἀλλ’ ὅσα πέφυκε φιλεῖσθαι, ἅ ἐστι τὰ φιλητά· φιλητὰ δέ ἐστι ταῦτα, τὸ ἀγαθὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ μὲν οὖν ἀγαθὸν καὶ τὸ ἡδὺ δι’ ἑαυτὸ φιλεῖται, τὸ δὲ χρήσιμον φιλεῖται ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὴν ἡδονήν. χρήσιμον γάρ ἐστι, δι’ οὗ γίνεται ἢ ἀγαθὸν ἢ ἡδονή· ὥστε τὸ μὲν ἀγαθὸν καὶ ἡ ἡδονὴ ὡς τέλη εἰσὶ φιλητά, τὸ δὲ χρήσιμον ὡς πρὸς τὸ τέλος ταττόμενον. σκεψώμεθα δὲ πῶς τὸ ἀγαθὸν φιλητόν ἐστι, πότερον τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ τῷ φιλοῦντι ἀγαθόν· ἐνίοτε γάρ διαφέρει ταῦτα ἀλλήλων καὶ ἄλλο μέν ἐστι τὸ ἁπλῶς καὶ κυρίως ἀγαθόν, ἄλλο δὲ τισὶ δοκεῖ ἀγαθόν· ὁμοίως δὲ καὶ τὸ ἡδὺ διαφέρει τὸ ἁπλῶς ἡδὺ καὶ τὸ τισὶν ἡδύ. πότερα γοῦν φιλητά ἐστιν; ἢ δῆλον ὅτι τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φιλητά ἐστιν; ὁμοίως δὲ καὶ χρήσιμα φιλητά ἐστι, ἃ πρὸς τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φέρει· καὶ οὐ πάντα τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθά, ἀλλ’ ἃ δοκεῖ αὐτοῖς ἡδέα εἶναι καὶ ἀγαθὰ καὶ χρήσιμα, ταῦτα φιλητά. ὥστε ἀπλῶς μὲν φιλητὸν τὸ ἀγαθόν ἐστι· τισὶ δὲ φιλητὸν τὸ τισὶν ἀγαθόν· φαινόμενον δὲ φιλητὸν τὸ δοκοῦν τισιν ἀγαθὸν εἶναι, ὁμοίως δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. τριῶν δὲ ὄντων τῶν φιλητῶν, δι’ ἃ ἡ φίλησις γίνεται, οὐκ ἐν πᾶσι τοῖς φιλουμένοις ἤδη καὶ φιλία γίνεται· φιλοῦμεν γὰρ καὶ τὰ ἄψυχα διά τι τούτων τῶν τριῶν φιλητῶν· ἀλλ’ οὐ φιλία τὸ τοιοῦτον· φιλία γάρ ἐστιν, ὅταν τις φιλῶν ἀντιφιλῆται καὶ βούληται τῷ φιλουμένῳ τὰ ἀγαθὰ καὶ αὐτῷ βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά· ὁ δὲ φιλῶν, φέρε εἰπεῖν, οἶνον οὔτε παρ’ αὐτοῦ ἀντιφιλεῖται οὕτε τῷ οἴνῳ βούλεται τὰ ἀγαθά· γελοῖον γάρ· ἀλλ’ εἴπερ σώζεσθαι βούλεται αὐτόν, οὐκ αὐτοῦ ἕνεκα τοῦ οἴνου ἀλλὰ δι’ ἑαυτόν, ἵνα αὐτὸς ἔχῃ· τῷ δὲ φίλῳ βουλόμεθα τὰ ἀγαθὰ αὐτοῦ ἕνεκα διὰ τοῦτο ἡ πρὸς τὰ ἄψυχα φίλησις οὐκ ἔστι φιλία. ἔτι δὲ οὐδὲ εἴ τις ἄνθρωπον φιλοίη καὶ βούλοιτο αὐτῷ τὰ ἀγαθά, τὸ τοιοῦτον ἀνάγκη φιλίαν εἶναι· δεῖ γὰρ καὶ ἀντι φιλεῖσθαι ὁμοίως· ἡ δὲ μή, οὐ φίλος ἐστὶν ἀλλ’ εὔνους τις λέγεται. συμβαίνει δέ τινας λανθάνοντας ἀλλήλους φιλεῖν ὑπολαβόντας ἀγαθούς τινας καὶ χρησίμους εἶναι καὶ ἐπιεικεῖς καὶ βούλεσθαι ἀλλήλοις τὰ ἀγαθά· τούτους δὴ κυρίως μὲν φίλους οὐκ ἄν τις εἴποι, ὅτι οὐκ ἴσασι φιλούμενοι οὐδὲ ὡς ἔχουσι πρὸς ἀλλήλους, εὔνους δὲ ἀλλήλοις εἴποι τις ἄν. οὔτε τοίνυν ἡ τῶν ἀψύχων φίλησις φιλία ἐστὶν οὕτε ἡ τῶν ἀνθρώπων, ὅταν τινὸς ἐλλείπῃ τῶν εἰρημένων, ἀλλὰ φιλία ἐστίν, ὅταν ἀλλήλοις εὐνοῶσιν ἢ διὰ τὸ ἀγαθὸν ἡ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον, καὶ βούλωνται ἀλλήλοις τὰ ἀγαθά, καὶ οὐ λανθάνωσιν ἀλλήλους φιλοῦντες. ὅ τι μὲν οὖν ἐστι φιλία εἴρηται· φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τρία εἴδη φιλίας· ἐπεὶ γὰρ τρία ἐστι τὰ δι’ ἃ γίνεται ἡ φιλία, τὸ ἡδὺ τὸ ἀγαθὸν τὸ χρήσιμον, καὶ διαφέρουσι ταῦτα ἀλλήλων τῷ εἴδει, ἰσαρίθμως τοῖς φιλητοῖς <καὶ ἡ >. καθ’ ἕκαστον γὰρ τῶν φιλητῶν δυνατὸν φιλίαν γενέσθαι, ἤτοι φίλησιν μὴ λανθάνουσαν καὶ ἀντιφίλησιν. ἔτι δὲ καὶ βούλησιν ἀλλήλοις τῶν ἀγαθῶν· καθόσον γάρ τι φιλοῦμεν, βουλόμεθα ἐκείνῳ τὸ ἀγαθόν. τρία ἄρα εἴδη φιλίας, κατά τὸ ἀγαθὸν κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸ χρήσιμον. Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι ἀτελεῖς εἰσιν αἱ τοιαῦται φιλίαι. κεφ. γ'. Ζητητέον δὲ περὶ ἑκάστου εἴδους. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐκ αὐτοὺς καθ’ ἑαυτοὺς ἀλλήλους φιλοῦσιν ἀλλὰ διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδύ, πρὸς ὃ χρήσιμοί εἰσι, καὶ φιλοῦσιν ἕως ἂν ἔρχηταί τι αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν· ὁμοίως δὲ καὶ οἱ δι ἡδονὴν ἀλλήλους φιλοῦντες οὐ καθ’ ἑαυτοὺς φιλοῦσιν· οὐ γὰρ ἁπλῶς ὅτι ἡδεῖς εἰσι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδεῖς εἰσιν, εἰ γὰρ ἄλλοις ἡδεῖς ἦσαν, οὐκ ἄν ἐφίλουν· οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες καὶ οἱ διὰ τὸ ἡδὺ οὐχ ἁπλῶς διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδὺ ἀλλὰ διὰ τὸ αὐτοῖς ἀγαθὸν καὶ ἡδὺ στέργουσι, καὶ οὐ διότι ὁ φιλούμενος αὐτὸς τοιοῦτός ἐστι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδύς ἐστι καὶ χρήσιμος. ὥστε δῆλον, ὅτι αἱ φιλίαι αὗται κατὰ συμβεβηκός εἰσιν· οὐ διὰ τοῦτο γὰρ φιλεῖται ὁ φιλούμενος, ὅτι τοιόσδε τίς ἐστιν αὐτός, ἀλλὰ διότι πορίζει ὁ μὲν ἀγαθόν, ὁ δὲ ἡδονήν. καὶ εὐδιάλυτοι δέ εἰσιν αἱ τοιαῦται φιλίαι· οἱ γὰρ ἡδεῖς καὶ χρήσιμοι οὐκ ἀεί εἰσιν ἡδεῖς καὶ χρήσιμοι· ἄλλοτε γὰρ ἄλλοις ἡδόμεθα μέθᾳ καὶ ἄλλοτε ἄλλο ἐστὶ τὸ χρήσιμον. μὴ παραμένοντος οὖν τοῦ αἰ- τίου τῆς φιλίας καὶ αὐτὴ οὐ δύναται παραμένειν ἀλλὰ διαλύεται, ὡς οὖσα πρὸς ἐκεῖνα καὶ ταῦτα ἔχουσα τέλη. ἡ δὲ τοιαύτη φιλία, ἡ εὐμετάβολος, μάλιστα δοκεῖ γίνεσθαι ἐν τοῖς πρεσβύταις· οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν οὔτε σφόδρα οὔτε συνεχῶς· καὶ διὰ τοῦτο καὶ ἐλλείπουσι τῆς· καθ’ ἡδονὴν φιλίας, τὸ ὠφέλιμον δὲ ἀεὶ μόνον ζητοῦντες κατὰ τὸ χρήσιμόν εἰσι φίλοι. καὶ οὐχ οἱ πρεσβῦται μόνον ἀλλὰ καὶ τῶν νέων ὅσοι οὐ τὴν ἡδονὴν ἀλλὰ τὸ ὠφέλιμον ζητοῦσιν· οἱ τοιοῦτοι δὲ οὐδὲ πάνυ συζῶσι μετ’ ἀλλήλων· ἐνίοτε γὰρ οὐδὲ ἥδονται ἀλλήλοις· τηνικαῦτα γὰρ ἥδονται τὸν δὲ ἄλλον χρόνον οὐκέτι· οὐκ ὄντες δὲ ἀλλήλοις ἡδεῖς οὐδὲ δύνανται συνοικεῖν. τοιαύτην δέ φασιν εἶναι καὶ τὴν ξενικὴν φιλίαν· καὶ αὕτη γὰρ διὰ τὸ χρήσιμον συνέστηκεν. ἡ δὲ φιλία τῶν νέων ὡς ἐπὶ τὸ πλεῖστον δι’ ἡδονήν ἐστι. κατὰ πάθος γὰρ οὗτοι ζῶσι καὶ μάλιστα διώκουσι τὸ ἡ δύ’, καὶ οὐ τὴν μέλλουσαν ὠφέλειαν ἀλλὰ τὴν παροῦσαν ἡδονήν· αἰσθήσει γὰρ μάλιστα ζῶντες τῷ παρόντι χαίρουσι, καὶ ὃ τὴν αἴ- σθησιν θέλγει. τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα· διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· μεταπίπτοντος γὰρ τοῦ ἡδέος καὶ ἡ φιλία μεταπίπτει· μεταπίπτει δὲ τὸ τοιοῦτον ἡδὺ ταχέως, ὥστε καὶ ἡ φιλία. καὶ ἐρωτικοὶ δὲ οἱ νέοι κατὰ πάθος καὶ ἡδονὴν ζῶντες· τες· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς κατὰ πάθος καὶ ἡδονήν· διὸ φιλοῦσι, καὶ ταχέως παύονται φιλοῦντες πολλάκις τῆς αὐτῆς ἡμέρας μετα- πίπτοντες ὅτι οὐ λογισμῷ καὶ κρίσει τινὶ φιλοῦσιν ἀλλὰ πάθει φερόμενοι. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται ἀλλήλοις· ἐντεῦθεν γὰρ καὶ ἡ ἀρχὴ τῆς φιλίας αὐτοῖς γίνεται καὶ ἡ ἡδονὴ τὴν συνοίκησιν ἀπαιτεῖ. ἡ μὲν οὖν καθ’ ἡδονὴν καὶ κατὰ τὸ χρήσιμον φιλία τοιαύτη ἐστίν, ἀτελής, καὶ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. κεφ. δ'. Ἡ δὲ διὰ τὸ ἀγαθὸν φιλία ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων τελεία ἐστὶ καὶ καθ’ αὑτό. βούλονται γὰρ ἀλλήλοις οὗτοι τὰ ἀγαθά, ὅτι αὐτοὶ ἀγαθοί εἰσιν, οὐ δι’ ἄλλο ἀλλὰ καθ’ ἑαυτούς· οἱ δὲ βουλόμενοι τὰ ἀγαθὰ τοῖς φίλοις οὐχ ἑαυτῶν ἕνεκα ἀλλὰ τῶν φίλων, οὗτοί εἰσιν οἱ μάλιστα φίλοι· δι’ αὐτοὺς γὰρ τοὺς φίλους φιλοῦσι καὶ βούλονται αὐτοῖς τὰ ἀγαθά, καὶ οὐ δι’ ἄλλο καὶ κατὰ συνβεβηκός. ἡ τοιαύτη δὲ φιλία καὶ βεβαία ἐστὶ καὶ μόνιμος· διαμένει γὰρ ἕως ἂν ἀγαθοὶ ὦσιν οἱ φίλοι καὶ σπουδαῖοι καὶ ἀγαθοῖς χαίρωσιν· ἡ γὰρ ἀρετὴ μόνιμόν ἐστι· καὶ ἔστιν ἑκάτερος αὐτῶν καὶ καθ’ ἑαυτὸν ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός· οἱ γὰρ ἀγαθοὶ καὶ καθ’ ἑαυτοὺς ἀγαθοί εἰσι καὶ ἀλλήλοις. ὁμοίως δὲ καὶ ὠφέλιμοί εἰσι καὶ ἡδεῖς· οἱ γὰρ καθ’ ἑαυτοὺς καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις λήλοις ἡδεῖς εἰσιν. ἕκαστος γὰρ χαίρει ταῖς ἑαυτοῦ πράξεσι καὶ διὰ τοῦτο ἥδεται καὶ ταῖς τῶν ἄλλων, ὅταν ὅμοιαι ὦσι ταῖς αὐτοῦ πράξεσιν ἢ αἱ αὐταί· αἱ δὲ τῶν σπουδαίων καὶ ἀγαθῶν πράξεις αἱ αὐταὶ καὶ ὅμοιαί εἰσιν, ὥστε φανερόν, ὅτι οἱ σπουδαῖοι ἡδεῖς εἰσι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. διὰ τοῦτο ἡ τοιαύτη φιλία μόνιμός ἐστιν. ἃ γὰρ ἰδίᾳ αἱ ἄλλαι ἔχουσι φιλίαι, καὶ ὧν ἐστι χρεία τοῖς φίλοις, ταῦτα πάντα μόνη αὕτη ἡ φιλία συνείληφεν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον· τῷ γὰρ ἀγαθῷ καὶ τὸ ἡδὺ ἕπεται καὶ τὸ ὠφέλιμον· καὶ ἔστι τὸ τοιοῦτον ἀγαμόνον θὸν οὐ καθ’ ἑαυτὸ μόνον ἀγαθὸν ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡδὺ καὶ ὠφέλιμον ὁμοίως οὐ καθ’ ἑαυτὸ μόνον ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡ ὁμοιότης δὲ ποιεῖ τοῖς τοιούτοις φίλοις τὴν ἡδονήν· καὶ αὕτη μάλιστα ἡ φιλία τὴν ἡδονὴν ἔχει καὶ τὸ ὠφέλιμον. καὶ καθ’ ὁμοιότητα ταύτης αἱ ἄλλαι φιλίαι ὀνομάζονται· αὕτη γάρ ἐστιν ἡ ἀρίστη φιλία· καὶ τὰ ταύτην ποιοῦντα ταῦτά ἐστι τὰ μάλιστα καὶ κυρίως φιλητά. σπανίας δὲ εἰκὸς τὰς τοιαύτας φιλίας εἶναι· ὀλίγοι γὰρ οἱ οὕτως ἀγαθοί. οὐ μόνον δὲ ἀρετῆς δεῖται ἡ τοιαύτη φιλία καὶ τρόπων ἀγαθῶν ἀλλὰ καὶ χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι οὐδὲ δυνατὸν ἀποδέξασθαι καὶ φῆσαι ἀλλήλους, πρὶν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ αὐτὸς φιλεῖν πιστευθῇ. οἱ δὲ ταχέως τὰ φιλικὰ ποιοῦντες πρὸς ἀλλήλους βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ τῷ μακρῷ χρόνῳ καὶ τῇ συνηθείᾳ φιλητοὶ γένοιντο ἀλλήλοις καὶ πιστεύσαιεν φιλούμενοι. βούλησις μὲν οὖν φιλίας τάχιστα γίνεται, φιλία δὲ οὔ· αὕτη μὲν οὖν ἡ φιλία τελεία ἐστὶ καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ ἄλλα, καθὼς εἴρηται· καὶ κτὰ πάντα τὰ φιλητὰ γίνεται. καὶ ὅμοια ἐστὶν ἑκατέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· καὶ γὰρ ὅμοιοί εἰσιν ἑκάτεροι ὄντες σπουδαῖοι, καὶ ὁμοίως εἰσὶν ἡδεῖς ἀλλήλοις καὶ φιλητοί. Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέ- γονται. κεφ. ε'. Ἡ δὲ διὰ τὴν ἡδονὴν φιλία καὶ ἡ διὰ τὸ χρήσιμον ὁμοίωμα ταύτης ἔχουσι τῆς φιλίας. τὸ γὰρ κυρίως ἡδὺ καὶ χρήσιμον τὸ ἀγαθόν ἐστι· καὶ ἡδεῖς καὶ χρήσιμοι μάλιστα ἀλλήλοις οἱ ἀγαθοί. καὶ ἐν τούτοις δὲ τοῖς καθ’ ὁμοιότητα λεγομένοις αἱ φιλίαι παραμένουσιν ὅταν τὸ αὐτὸ ἀλλήλοις παρέχωσιν, οἷον εἰ χρήσιμός ἐστιν ἑκάτερος ἑκατέρῳ ἢ ἡδύς, καὶ μὴ ὁ μὲν χρήσιμός ἐστιν ὁ δὲ ἡδύς. οὐ μόνον δὲ δεῖ τὸ αὐτὸ παρέχειν ἀλλήλοις ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, εἴ γε μέλλουσιν ἐν τῇ φιλία παραμένειν, οἷον εἰ παρέχουσιν ἀλλήλοις ἡδονήν, ἀπὸ τῶν αὐτῶν παρέξουσι τρόπων· ὥσπερ οἱ εὐτράπελοι τῇ εὐτραπελίᾳ χαριζόμενοι ἀλλήλοις, καὶ οὐχ ὥσπερ ἐραστὴς καὶ ἐρώμενος· οὗτοι γὰρ ἡδονὴν μὲν παρέχουσιν ἀλλήλοις, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὁ μὲν ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου, ὁ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ. ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει· ἡ γὰρ ἡδονή, δι’ ἣν ἡ φιλία, παύεται· οὔτε γὰρ ὁ ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου οὕτε ὁ ἐρώμενος θεραπεύεται· πολλοὶ δὲ τῶν τοιούτων καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἀλλήλων ἤθη στέρξωσιν ὅμοια ἔχοντες. οἱ δὲ μὴ τὸ αὐτὸ παρ- έχοντες ἀλλήλοις, ἀλλ’ ὁ μὲν ἡδονὴν ὁ δὲ τὸ χρήσιμον, οὔτε διαμένουσιν ἐν τῇ φιλίᾳ, καὶ ὅτε φιλοῦσιν ἀλλήλους, ἧττον φιλοῦσιν· ὅλως δὲ οἱ διὰ τὸ χρήσιμον ὄντες φίλοι, παυομένου τοῦ συμφέροντος, καὶ αὐτοὶ παύονται φιλοῦντες καὶ διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. ταύτας μὲν οὗν τὰς φιλίας, τήν τε διὰ τὴν ἡδονὴν καὶ διὰ τὸ χρήσιμον, καὶ φαύλους ἐνδέχεται ἔχειν καὶ φαῦλον καὶ ἐπι- εικῆ· φιλεῖ γὰρ καὶ φαῦλος φαῦλον διὰ ταῦτα καὶ φαῦλος ἐπιεικῆ καὶ ἐπιεικὴς φαῦλον καὶ μέσος τις ἑκάτερον αὐτῶν· ἔστι γὰρ καὶ τῶ ἐπιεικεῖ τοῦ φαύλου χρεία πολλάκις. δυνατὸν γὰρ ναύαρχόν τινα ἀγαθὸν ἢ στρατηγὸν ἄριστον μὴ πάνυ τοὺς τρόπους ἀγαθὸν εἶναι, ὧν χρείαν ἔχειν τὸν σπουδαῖον οὐδὲν κωλύει. καὶ ἥδεσθαι δὲ σπουδαῖον φαύλοις οὐκ ἔστιν ἀδύνατον. εἰσὶ γὰρ οἳ τοὺς μὲν τρόπους ἀπᾴδουσι, διαλεγόμενοι δὲ καὶ φιλοσοφοῦντες καὶ τῷ δεινοί τινες εἶναι τῆς ἀληθείας κάτα στοχαζόμενοι καὶ τοῦ ἀγαθοῦ τοῖς σπουδαίοις ἡδεῖς γίνονται· οἱ μὲν οὗν οὕτω φιλούμενοι οὐ δι’ ἑαυτοὺς φιλοῦνται ἀλλ’ ἢ διὰ τὴν ἡδονὴν ἢ διὰ τὸ χρήσιμον. μόνοι δὲ οἱ ἀγαθοὶ ὑπὸ τῶν ἀγαθῶν αὐτοὶ δι’ ἑαυτοὺς φιλοῦνται, καὶ ἡ τοιαύτη φιλία ἀδιάβλητός ἐστιν, ὅτι πολλῷ δοκιμάζεται χρόνῳ καὶ συνηθεία τελείᾳ. περὶ δὲ τῶν οὕτω δοκιμασθέντων οὐ ῥᾴδιον τὰ χείρω πιστεῦσαι τὸν δοκιμάσαντα. ἐν ταύτῃ δέ ἐστι τῇ φιλίᾳ καὶ τὸ πιστεύειν ἀλλήλοις καὶ θαρρεῖν περὶ τῶν μεγίστων καὶ τὸ μηδέποτ’ ἂν ἀδικῆσαι καὶ ὅσα ἄλλα ζητεῖται παρὰ τῶν ὡς ἀληθῶς φιλεῖν ἑλομένων· ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει καὶ διαβάλλεσθαι πρὸς ἀλλήλους καὶ ἀδικεῖν ἀλλήλους μὴ τὴν ἰσότητα σώζοντας καὶ τἄλλα πάσχειν. ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως, ἀλλ’ ἐπεὶ εἰώθασιν οἱ ἄνθρωποι καὶ τοὺς τοιούτους φίλους ὀνομάζειν ἢ διὰ τὴν χρείαν, ὥσπερ αἱ πόλεις τοὺς συμμάχους ὀνομάζουσι φίλους, ἢ δι’ ἡδονήν, ὥσπερ οἱ ἐν συνηθείᾳ παῖδες ἀλλήλους· διὰ τοῦτο καὶ ἡμεῖς φίλους μὲν αὐτοὺς ὀνομάζομ· εν, οὐ τὸν αὐτὸν δὲ τρό- πον ὥσπερ τοὺς ἀγαθούς, οὐ γὰρ ὁμοειδεῖς οἰόμεθα εἶναι, ἀλλὰ καθ’ ὁμοιότητά τινα φίλους ὀνομάζομεν. καὶ διὰ τοῦτο πολλὰ εἴδη φαμὲν εἶναι φιλίας. καὶ ἔστι φιλία πρώτως μὲν καὶ κυρίως ἡ τῶν ἀγαθῶν, ᾐ ἀγαθοί. καθ’ ὁμοιότητα δὲ αἱ λοιπαί· καὶ γὰρ καὶ τὸ ἡδύ, καθὸ ἀγαθόν τί ἐστιν, ὡς ἡδὺ συνάπτει τοὺς φιληδόνους· ἀγαθὸν γάρ τί ἐστι τοῖς φιληδέσι τὸ ἡδύ· καὶ ἀγαθῷ ἔοικεν, ὅτι αὐτοῖς ἀγαθὸν δοκεῖ· καὶ τὸ χρήσιμον ἀγαθὸν δοκεῖ τῷ χρωμένῳ· διὰ τοῦτο καθ’ ὁμοιότητα τῆς ἀληθοῦς φιλίας αἱ τοιαῦται φιλίαι λέγονται. μικτὴ δὲ φιλία ἀπὸ χρησίμου καὶ ἡδέος οὐ πάνυ γίνεται, ὥστε τῶν φίλων τὸν μὲν διὰ τὸ ἡδὺ φιλεῖν, τὸν δὲ διὰ τὸ χρήσιμον· τὸ γὰρ συνάπτον τοὺς φίλους κατὰ συμβεβηκός ἐστιν ἐν αὐτοῖς· συνάπτει δὲ τοὺς φίλους τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὰ αὐτὰ φιλεῖν. διὰ τοῦτο γὰρ ὁ Σωκράτης φιλεῖ τὸν Πλάτωνα, ὅτι τὸν Σωκράτην ἄμφω φιλοῦσι καὶ τοῖς Σωκράτους ἀγαθοῖς ἄμφω χαίρουσιν· ἢ ὅτι τὴν ἡδονὴν ἄμφω φιλοῦσιν ἢ τὸ χρήσιμον ἄμφω. ἐπὶ δὲ τῆς μικτῆς φιλίας οὐ τῷ αὐτῷ χαίρουσιν· ὁ μὲν γὰρ ἡδεῖ, ὁ δὲ τῷ χρησίμῳ· κατὰ συμβεβηκὸς δὲ τὸ αὐτὸ φιλοῦσι· συγχαίρει γὰρ ἑκάτερος ἑκατέρῳ, καὶ συνεύχεται τὰ ἀγαθά· οὐ δι’ αὐτὸν δέ, ἀλλὰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ. διὰ τοῦτο δὴ οὐ πάνυ ἡ τοιαύτη φιλία γίνεται, ὅτι τὸ κοινὸν κατὰ συμβεβηκός ἐστιν ἕν· τὸ δὲ κατὰ συμβεβηκὸς ἓν οὐ πάνυ συνάπτει. Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις εἶναι. κεφ. ζ'. Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας διῃρημένης, οἱ μἑν φαῦλοι ἔσονται φίλοι δι’ ἡδονὴν ἡ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ’ ἀγαθοὶ δι’ ἑαυτοὺς ἔσονται φίλοι· ᾗ γὰρ ἄμφω ἀγαθοί, διὰ τοῦτο φιλοῦσιν ἀλλήλους· ἐκεῖνοι μὲν οὖν ἁπλῶς φίλοι καὶ κυρίως καὶ καθ’ αὑτό· οὗτοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὁμοιοῦσθαι τούτοις τὸ ὄνομα τῆς φιλίας ἔχουσιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν, οἱ δὲ κατ’ ἐνέργειαν ἀγαθοὶ λέγονται οἱ μὲν γὰρ ἕξιν ἔχουσι δικαιοσύνης, οὐκ ἐνεργοῦσι δὲ κατ’ αὐτήν, ὑπὸ τῶν ἔξωθεν κωλυόμενοι, οἱ δὲ ἐνεργοῦσι καὶ τὰ δίκαια, κατὰ τὴν ἕξιν ἣν ἔλαβον τῆς δικαιοσύνης), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φιλίας συμβαίνει. οἱ μὲν γὰρ συζῶντες ἀλλήλοις χαίρουσι τοῖς ἀλλήλων ἀγαθοῖς καὶ πορίζουσιν ἑκάτερος ἑκατέρῳ τὰ δυνατὰ ἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μὲν πρὸς ἀλλήλους τὰ φιλικά· οὕτω δὲ ἔχουσιν ὥστε ἐνεργεῖν φιλικῶς. οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνῳ πολλῷ ἡ ἀπουσία γένηται τῶν φίλων, δοκεῖ καὶ τῆς φιλίας γίνεσθαι λήθην· ὅθεν εἴρηται πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν. οἱ δὲ πρεσβῦται καὶ στρυφνοὶ φαίνονται ὡς οὐ δύνανται φιλικοὶ εἶναι. βραχὺ γὰρ ἐν αὐτοῖς τὸ ἰῆς ἡδονῆς· ᾧ δὲ οὐκ ἔστιν ἡδονή, οὐδὲ συνεῖναι καὶ συνημερεύειν δυνατόν· οὐδεὶς γὰρ ἄν ἕλοιτο συνδιάγειν τῷ λυπηρῷ ἢ τῶ μὴ ἡδεῖ· φαίνεται γὰρ ὅτι ἡ φύσις φεύγει μὲν τὸ λυπηρόν, διώκει δὲ τὸ ἡδὺ ἀεί· ᾧ δὲ οὐ δυνατὸν συνεῖναι, τούτῳ οὐκ ἔνι φίλον γενέσθαι· ἡ γὰρ συνήθεια καὶ τὸ συνδιάγειν τὰς φιλίας ποιεῖ. οἱ γὰρ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὖνοί εἰσιν ἀλλήλοις μᾶλλον ἢ φίλοι. οὐδὲν ’δεν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν. οὕτε γὰρ οἱ διὰ τὸ χρήσιμον δύνανται μὴ συνοικεῖν· ἐνδεεῖς γὰρ ὄντες ἀλλήλων δέονται ἀλλήλοις χρῆσθαι, ὃ οὐ δυνατὸν ἄνευ τοῦ συνοικεῖν· οὔτε οἱ διὰ τὴν ἡδονὴν πολλῷ μᾶλλον· οὔτε οἱ κυρίως φίλοι, οἵτινές εἰσιν οἱ μακάριοι· ἀλλήλων μὲν γὰρ οὔκ εἰσιν ἐνδεεῖς, ἡδεῖς δέ εἰσιν ἀλλήλοις. καὶ διὰ τοῦτο μὴ συνδιάγειν ἐθέλειν ἀμήχανον. οὐ γὰρ δὴ μονώτας τινὰς τοὺς μακαρίους εἶναι προσήκει, ἀλλ’ ἀνάγκη μετ’ ἀλλήλων εἶναι τοῖς αὐτοῖς χαίροντας. τοῦτο δὲ τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὴν ἑταιρικὴν φιλίαν ποιεῖ τὴν τῶν νέων, ὅταν περὶ τὸ αὐτὸ σπουδάζωσι. μάλιστα μὲν οὖν ἐστι φιλία ἡ τῶν ἀγαὁμοιοῦσθαι θῶν, καθάπερ πολλάκις εἴρηται. δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱ- ρετὸν τὸ ἀπλῶς καὶ κυρίως ἀγαθὸν ἢ ἡδύ· ἑκάστῳ δὲ φιλητὸν καὶ αἱρετὸν ρετὸν τὸ αὐτῷ ἀγαθόν· ὁ δὲ ἀγαθὸς τὸν ἀγαθὸν φιλεῖ δι’ ἄμφω ταῦτα· τὸ γὰρ αὐτοῦ αὐτοῦ καὶ ἀπλῶς καὶ κυρίως ἀγαθόν ἐστι καὶ τῷ φίλῳ ἀγαθόν ἐστιν· ὥστε ὁ ἀγαθὸς φιλητός ἐστι, καὶ κατ’ ἀμφοτέρους τοὺς τρόπους· καὶ διὰ τοῦτο συζῆν ἀλλήλοις τοὺς σπουδαίους πᾶσα ἀνάγκη βούλεσθαι, χαίροντας ἀλλήλοις καὶ ὡς ὁμοίοις καὶ ὡς ἀγαθοῖς ἁπλῶς καὶ ὡς ἀλλήλοις ἀγαθοῖς. <Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζ'>. ἐπεὶ δὲ ἀρετή ἐστιν ἡ φιλία, ἐν πάσῃ δὲ ἀρετῇ πάθος τι θεωρεῖται καὶ ἕξις, ζητητέον τί ἐστιν ἐν τῇ φιλίᾳ πάθος καὶ τί ἕξις. ἔοικε τοίνυν ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· πάθος μὲν γάρ ἐστιν ὃ καὶ μὴ προαιρουμένοις συμβαίνει, ἕξις δέ, ὃ μετὰ προαιρέσεως γίνεται καὶ καθ’ ἣν μετὰ προαιρέσεως ἐνεργοῦμεν. ἡ μὲν οὖν φίλησις καὶ ἡ πρὸς τὰ ἄψυχά ἐστιν ἀγάπη, καὶ ὅλως ὅθεν οὐκ ἔστιν ἀντιφιλεῖσθαι· τὸ δὲ τοιοῦτον πάθος· θος· οὐ γὰρ κρίναντες καὶ λογισάμενοι ἀγαπῶμεν οὐδὲ προαιρούμενοι, ἀλλ’ ἐκεῖθεν κινούμενοι μόνον, ὅπερ ἐστὶ καθαρῶς πάθος· ἡ δὲ φιλία ἡ πρὸς τοὺς φιλοῦντας ἀγάπη ἐστί, ὃ πάθος ἐστὶ μετὰ προαιρέσεως. κρί νομεν γὰρ ὡς δεῖ φιλεῖν τὸν φιλοῦντα, καὶ κινούμεθα οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ λογισμοῦ· ἡ δὲ μετὰ λογισμοῦ καὶ προαιρέσεως κίνησις ἀφ’ ἕξεως· ἔστιν ἄρα ἡ μὲν φίλησις πάθος, ἡ δὲ φιλία ἕξις. ἔτι οἱ φίλοι βούλονται τοῖς φιλουμένοις τὰ ἀγαθὰ αὐτῶν ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ’ ἕξιν· οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι τὴν αἰτίαν· τὸ δὲ βούλεσθαι τοῖς φιλουμένοις τὰ ἀγαθὰ ἐκείνων ἕνεκα ἐν τῷ λόγῳ ἐστὶ τῆς φιλίας· ἡ ἄρα φιλία ἕξις ἐστίν. ἔτι φιλεῖ τις τὸν ἀγαθὸν φίλον, ὅτι αὐτῷ ἀγαθός ἐστιν· ὁ γὰρ ἀγαθὸς φίλος γενόμενος, ἀγαθὸς γίνεται τῷ φίλῳ· ἑκάτερος οὖν φιλεῖ ἑκάτερον, ὡς ἀγαθὸν οἰκεῖον, καὶ βούλεται τὰ ἀγαθά, καὶ ἡδύς ἐστιν ὁμοίως. καὶ ὅλως τὸ ἴσον ἀνταποδίδωσι· λέγεται γὰρ φιλότης ἡ ἰσότης· ταῦτα δ· ὲ οὐκ ἄνευ προαιρέσεως· ἡ δὲ προαίρεσις ἀφ’ ἕξεως· ἡ ἄρα φιλία ἕξις ἐστίν· ἡ δὲ φίλησις ἄνευ προαιρέσεως οὖσα, κα- θαρῶς ἐστι πάθος. <Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν ἐν ἐξουσίαις φιλίαι. κεφ. η'. >Πάντα μὲν οὖν τὰ φιλικὰ καὶ ἃ προσήκει φίλοις ἐν τῇ φιλίᾳ συμβαίνει τῶν ἀγαθῶν μόνῃ· ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ἡ γὰρ ὁμιλία καὶ τὸ συνεῖναι δοκοῦσιν εἶναι φιλίας οὐ γὰρ δυνατὸν φίλον γενέσθαι τινα ᾧ οὐ χαίρει οὐδὲ ἥδεται συνών· τοῦτο δὲ ἐν τοῖς πρεσβύταις οὐ πάνυ συμβαίνει· ὀλίγον γὰρ αὐτοῖς τὸ τῆς ἡδονῆς. διὰ τὰ αὐτὰ δὴ οὐδὲ οἱ στρυφνοὶ πάνυ γίνονται φίλοι ἀλλ’ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ ἀλλήλοις τὰ ἀγαθὰ διὰ τὴν χρείαν, καὶ λαμβάνουσι παρ’ ἀλλήλων, ὧν ἑκάτερος ἑκατέρου δεῖται· φίλοι δὲ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλ- λήλοις· ἃ δὴ μάλιστα εἶναι δοκεῖ φιλικὰ καὶ ποιητικὰ φιλίας. πολ- λοῖς δὲ φίλον εἶναι τὸν σπουδαῖον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδὲ τὸ ἐρᾶν πολλῶν ἅμα δυνατόν. ὑπερβολὴ γάρ τίς ἐστι φιλίας ἡ τελεία φιλία. τὸ δὲ τοιοῦτον πρὸς ἕν πέφυκε γίνεσθαι. τὸ γὰρ τοῖς αὐτοῖς χαίρειν σφόδρα οὐ ῥᾴδιον ἐν πολλοῖς εἶναι· ἔτι δὲ οὐδὲ ἀγαθοὺς καὶ σπουδαίους πολλοὺς εἶναι ῥᾴδιον. ἄλλως τε τῇ τοιαύτῃ φιλίᾳ καὶ μακροῦ δεῖ χρόνου καὶ συνηθείας καὶ πείρας ἀκριβοῦς ἀλλήλων. τοῦτο δὲ χαλεπόν. κατὰ δὲ τὰς ἄλλας φιλίας πολλοὺς ἐνδέχεται φιλεῖν· καὶ γὰρ καὶ διὰ τὸ χρήσιμον πολλοῖς ἀρέσκειν ἐνδέχεταί τινα, καὶ διὰ τὴν ἡδονὴν πολλοὺς ἐφέλκεται· πολλοὶ γὰρ οἱ τούτοις χαίροντες καὶ διὰ ταῦτα φιλοῦντες, καὶ οὐδὲ πολλοῦ χρόνου δέονται πρὸς τὸ πεῖραν λαβεῖν ἀκριβῆ τῶν φίλων ἀλλ’ αὐτίκα διὰ τὴν χρείαν ἢ τὴν ἡδονὴν ὁμολογοῦσι φιλεῖν. ἡ μὲν οὖν τελεία φιλία ἐστὶν ἡ διὰ τὸ ἀγαθόν, αἱ δὲ καθ’ ὁμοιότητα ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος. τῶν δὲ καθ’ ὁμοιότητα ἡ τοῦ ἡδέος μᾶλλον ὁμοία ἐστὶ τῇ ἀληθινῇ φιλίᾳ, ὅταν τὰ αὐτὰ παρ’ ἀλλήλων τοῖς φίλοις γίνηται καὶ χαίρωσιν ἀλλήλοις, ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἰ φιλίαι. καὶ γὰρ ἐν τῇ τοῦ ἡδέος φιλίᾳ μᾶλλόν ἐστι τὸ ἐλευθέριον ἢ ἐν τῇ τοῦ χρησίμου. ἡ γὰρ τοῦ χρησίμου ἀγοραίων τινῶν ἐστι καὶ ἀνελευθέρων. ἔτι ἡ ἀληθὴς φιλία καὶ τοῦ ἡδέος δεῖται, τοῦ χρησίμου δὲ οὐδαμῶς. οἱ γὰρ μακάριοι χρησίμων μὲν οὐ δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, λυπηροῖς δὲ οὐ δύνανται συνεῖναι. τὸ γὰρ λυπηρὸν ὀλίγον φέρουσι χρόνον. συνεχῶς δὲ οὐδεὶς ἄν ὑπομείναι λυπούμενος, οὐδ’ αὐτὸ τὸ ἀγαθὸν δυνήσεται φέρειν οὐδείς, εἰ λυπηρὸν αὐτῷ εἴη. διὰ τοῦτο τοὺς φίλους οἱ σπουδαῖοι ἡδεῖς ζητοῦσιν εἶναι, ἄγα· θοὺς ὄντας καὶ αὐτοῖς ἀγαθούς· οὕτω γὰρ αὐτοῖς ὑπάρξει ὅσα δεῖ τοῖς· φίλοις ὑπάρχειν· ἡ ἄρα καθ’ ἡδονὴν φιλία μᾶλλον ἔοικε τῇ τελείᾳ φιλίᾳ ἢ ἡ κατὰ τὸ χρήσιμον. οἱ δ’ ἐν ταῖς ἐξουσίαις οὐ τοῖς αὐτοῖς χρῶνται φίλοις ὡς χρησίμοις καὶ ὡς ἡδέσιν. ἄλλοι γάρ εἰσιν αὐτοῖς χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ’ οἱ αὐτοὶ οὐ πάνυ. τὸ δ᾿ αἴτιον, ὅτι τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν τῇ τελείᾳ φιλίᾳ ἐστίν, ἥ ἐστι τῶν σπουδαίων. οἱ δὲ οὐ τοιούτους ζητοῦσιν. οὔτε γὰρ τοὺς δι’ ἀρετὴν ἡδεῖς ζητοῦσιν οὔτε τοὺς χρησίμους εἰς τὰ καλά. ἀλλὰ τοῖς μὲν εὐτραπέλοις χρῶνται διὰ τὴν ἡδονήν, τοῖς δὲ δεινοῖς ὡς χρησίμοις, δυναμένοις πρᾶξαι τὸ ἐπιταχθέν· ταῦτα δὲ οὐ πάνυ συνέρχονται ἐν τῷ αὐτῷ. ἡδὺς γὰρ καὶ χρήσιμος ἅμα, καθὼς εἴρηται, ὁ σπουδαῖός ἐστιν, ὃς οὐ γίνεται φίλος ὑπερέχοντι, ἂν μὴ κατ’ ἀρετὴν ὑπερέχηται καὶ ὑπὸ τὸν σπουδαῖον ἑαυτὸν τάττῃ καὶ κρείτ- τονα ἑαυτοῦ ἡγῆται. οὕτω γὰρ ἐξισάσει ὁ σπουδαῖος τῷ κατ’ ἐξουσίαν ὑπερέχοντι, ἀνάλογον ὑπερέχων καὶ ὑπερεχόμενος· ἐξισάζων δὲ ἔσται φίλος· ἄν δὲ μὴ οὕτως ἐξισά ζῃ, οὐκ ἔσται· ἐπεὶ δὲ οἱ ἐν ἐξουσίαις οὐ πάνυ τοιοῦτοι γίνονται, διὰ τοῦτο οὐδὲ φίλοι αὐτοῖς οἱ σπουδαῖοι. <Περὶ τῆς ἡδείας καὶ χρησίμου φιλίας, ὅτι κατά τι φιλίαι κατά τι οὐ φιλίαι εἰσί· καὶ περὶ τῆς καθ᾿ ὑπεροχὴν φιλίας. κεφ. θ'. >Πᾶσαι μὲν οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητί εἰσι. τὰ γὰρ αὐτὰ τοῖς φίλοις ἐξ ἀλλήλων γίνεται, καὶ τὰ αὐτὰ βούλονται ἀλλήλοις, ἢ καὶ ἕτερον ἀνθ’ ἑτέρου ἀντικαταλλάττονται, ἴσον ἴσου, οἷον ἡδονὴν ἀντὶ ὠφελείας· αἵτινες ὅτι ἧττόν εἰσι τῶν ἄλλων φιλίαι καὶ ὀλιγοχρονιώτεραι, εἴρηται. τῶν δὲ φιλιῶν αἱ διὰ τὸ χρήσιμον καὶ ἡδὺ κατά τι μὲν δοκοῦσιν εἷναι φιλίαι, κατά τι δὲ οὕ καθ’ ὃ μὲν γὰρ ἐοίκασι τῇ τελείᾳ φιλίᾳ, φιλίαι εἰσί, καθ’ ὃ δὲ ἀνόμοιοί εἰσι πρὸς αὐτήν, οὔκ εἰσι φιλία· . ἐοίκασι μὲν γάρ, ὅτι ἡ τελεία φιλία καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ χρήσιμον, οὐκ ἐοίκασι δέ, ὅτι ἡ μὲν ἀδιάβλητος καὶ μόνιμός ἐστιν, αἱ δὲ ταχέως μεταπίπτουσι καὶ ἄλλοις διαφέρουσι πολλοῖς. αὖται μὲν οὖν πᾶσαι καθ’ ὁμοιότητα καὶ ἰσότητά εἰσιν. ἕτερον δὲ φιλίας εἶδος τὸ καθ’ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δὲ αὗται ἀλλήλων. οὐ γὰρ ἡ αὐτὴ γονεῦσί τε πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους· ἀλλ’ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδ’ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα ὥστε οὐχ αἱ φιλίαι μόνον διαφέρουσιν ἐνταῦθα, ἀλλὰ καὶ αἰ φήσεις πρὸς τὰς ἀντιφιλήσεις. ἑτέρα γὰρ ἑκατέρου τούτων τῶν φίλων ἡ ἀρετὴ καὶ τὸ ἔργον, καὶ ἕτερα δι’ ἃ φιλοῦσι καὶ δι’ ἃ φιλοῦνται. διὰ τοῦτο καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι ἕτεραι. ἐν μὲν οὖν ταῖς προειρημέναις φιλίαις τὸ μόνιμον ἐποίει τὸ τὰ αὐτὰ ἑκατέρῳ τῶν φίλων παρ’ ἑκατέρου γίνεσθαι· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τὰ αὐτὰ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα ἀπαιτήσει. οὐ γὰρ δεῖ τὴν ἰσότητα τοὺς τοιούτους κατὰ ταῦτα φυλάττειν, ἀλλ’ ὅταν ἐκεῖνα ἑκάτερος παρ’ ἑκατέρου λαμβάνῃ, ἃ δεῖ τὸν μὲν δοῦναι τὸν δὲ λαβεῖν, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. καὶ τὴν φίλησιν δὲ ἀνάλογον δεῖ γίνεσθαι ἐν ταῖς καθ’ ὑπεροχὴν φιλίαις· τὸν γὰρ ἀμείνω δεῖ μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως· δεῖ γάρ τινα γίνεσθαι καὶ ἐν τούτοις ἰσότητα· τοῦτο γὰρ τὴν φιλίαν συνέχει. γίνεται δέ πὼς ἰσότης, ὅταν κατ’ ἀξίαν ἡ φίλησις γίνηται· καὶ τὸ δίκαιον δὲ ἐν τῇ ἰσότητι σώζεται. ἀλλ’ οὐχ ὁμοίως ἔχει τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρώτως μὲν ἴσον ζητεῖται τὸ κατ’ ἀξίαν καὶ ἀνάλογον τοῖς δεχομένοις, δευτέρως δὲ ζητεῖται τὸ κατὰ τὴν ποσότητα ἴσον. ἐὰν γὰρ κατ’ ἀξίαν καὶ ἀνάλογον γίνηται ἡ διανομή, δικαία ἐστί, κἀν σφόδρα τῷ ποσῷ διαφέρῃ, οὐδὲν κωλύει τὸν τοῦ δικαίου σώζεσθαι λόγον, εἰ δὲ κατὰ τὸ ποσὸν ἴση εἴη καὶ μὴ ἀνάλογον, οὐ δύναται εἶναι δικαία. ἐπὶ δὲ τῆς φιλίας ἀνάπαλιν· τὸ γὰρ ἴσον ἐν ταύτῃ ζητεῖται, πρῶτον μὲν κατὰ τὴν ποσότητα, δευτέρως δὲ κατὰ τὸ ἀνάλογον. ἐὰν γὰρ πολὺ διαφέρωσιν ἀλλήλων καὶ τὸ μεταξὺ διάστημα οὐκ ὀλίγον ᾖ, σφόδρα δὲ ἅτερος θατέρου ὑπερέχῃ ἀρετῇ ἢ εὐπορίᾳ ἤ τινι ἄλλῳ, οὔκ εἰσι φίλοι· οὔτε γὰρ δύνανται οὕτε βούλονται. φανερώτερον δὲ γίνεται ἐφ’ ἡμῶν καὶ τὸ ὖ θεοῦ· ὅτι γὰρ πλεῖστον ἡμῶν πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχει, διὰ τοῦτο ἡ φιλία ἐνταῦθα χώραν οὐκ ἔχει· δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐ γὰρ οὐδὲ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι. οἱ μὲν οὖν σφόδρα διαφέροντες οὐ δύνανται εἶναι φίλοι· ἐν δὲ μετρίᾳ ὑπεροχῇ δυνατόν· ἐν πόσῃ δὲ ὡρισμένως εἰπεῖν καὶ ἀκριβῆ δοῦναι λόγον οὐκ ἔνι· καὶ γὰρ πολλῶν ἀφαιρουμένων παρὰ θατέρου τῷ φίλων, ὥστε θάτερον ὑπερέχειν, συμβαίνει μὲν τὴν φιλίαν ἔτι μένειν, συμβαίνει δὲ λύεσθαι, ὅταν πολὺ γίνηται μεταξὺ τὸ διάστημα, καθάπερ ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ. διὰ τοῦτο καὶ ἀπορεῖται, μήποτε οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν· εἰ γὰρ βούλονται, συνεύξονται αὐτοῖς καὶ θεοῖς γενέσθαι· τοῦτο δὲ λύσει τὴν φιλίαν· ὥστε εἰ βούλονται αὐτοῖς τὰ μέγιστα τῶν ἀγαθῶν, βούλονται μὴ εἶναι αὐτοῖς φίλους· τοῦτο δὲ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς φιλίας, ἔτι δὲ οὐδὲ αὐτοῖς ἔσονται ἀγαθοί, μὴ ὄντες φίλοι· οὐκ ἄρα συνεύξονται αὐτοῖς τὰ τοιαῦτα ἀγαθά. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ὁ φίλος τῷ φίλῳ συνεύ- χεται τὰ ἀγαθὰ ἐκείνου ἕνεκα· εἰ δὲ ἐκείνου ἕνεκα, δεῖ τὸν φίλον μένειν, καὶ αὐτῷ συμβῆναι τὰ ἀγαθά· μένοι δ’ ἄν, εἰ ἄνθρωπος εἴη, καὶ μὴ θεὸς γένοιτο ἐξ ἀνθρώπου· ἀνθρώπῳ δὲ ὄντι βουλήσεται ὁ φίλος τὰ μέγιστα γενέσθαι ἀγαθά, ἴσως δὲ οὐ πάντα, καθάπερ οἷ πλείους τῶν φίλων ἔχουσιν· αὑτῷ γὰρ μάλιστα ἕκαστος βούλεται τὰ ἀγαθά. <Περὶ τῆς ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι οὔσης φιλίας. κεφ. ι'. >Οἰ πολλοὶ δὲ δοκοῦσι δἰὰ φιλοτιμίαν βούλεσθαι μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί, καὶ ἥδονται κόλαξι συνόντες, ὅτι ὑπερέχουσιν αὐτῶν, δοκούντων εἶναι φίλων· τὸ δὲ ὑπερέχειν τῶν φίλων τοῖς φιλοτίμοις ἡδύ· καὶ γὰρ οἱ κόλακες προσποιοῦνται πάντα τῶν συνόντων ἡττᾶσθαι καὶ διὰ τοῦτο φιλεῖν μᾶλλον ἢ φιλεῖσθαι· · τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. τὸ δὲ τιμᾶσθαι οὐ δι’ ἑαυτὸ ζητοῦσιν οἱ ζητοῦντες ἀλλὰ κατὰ συμβεβηκός· δι’ ἄλλο γὰρ δοκεῖ αὐτοῖς ἀγαθὸν ἡ τιμή· τοῖς μὲν πολλοῖς ὑπὸ τῶν ὑπερεχόντων τιμωμένοις διὰ τὴν ἐλπίδα· οἴονται γὰρ τυχεῖν ἄν ὧν δέονται παρὰ τῶν τιμώντων καὶ ὡς σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ· οἱ δὲ ἐπιεικέστεροι καὶ ὑπὸ τῶν ἐπιεικῶν ὀρεγόμενοι τιμᾶσθαι διὰ τοῦτο διώκουσι τὴν τιμήν, ὅτι ἐφίενται βεβαίως περὶ ἑαυτῶν τὰ ἄριστα ὑπολαμβάνειν· βεβαιοῦσι δὲ τὰς περὶ ἑαυτῶν ἀγαθὰς δόξας τῇ ψήφῳ τῶν τιμώντων· χαίρουσι δὴ τῇ τιμιότητι καὶ ἐντεῦθεν· πιστεύουσι ἑαυτοὺς ἀγαθοὺς εἶναι· τὸ μὲν οὖν τιμᾶσθαι δι’ ἄλλο ζητεῖται, τὸ δὲ φιλεῖσθαι δι’ ἑαυτό· καὶ γὰρ ἡδὺ καὶ φιλητόν ἐστι καθ’ ἑαυτό· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία δὲ καθ’ ἑαυτὴν αἱρετὴ εἷναι· ἐπεὶ γὰρ ἐν τῷ φιλεῖσθαι καὶ τῷ φιλεῖν συνίσταται, εἰ ἑκάτερον καθ’ ἑαυτό ἐστιν αἱρετόν, φανερόν, ὅτι καὶ ἡ φιλία καθ’ ἑαυτὴν αἱρετή ἐστιν· ἔστι δὲ οὐ μόνον τὸ φιλεῖσθαι δι’ ἑαυτὸ αἱρετὸν ἀλλά καὶ τὸ φιλεῖν, καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ βέλτιον. ὅθεν καὶ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι· σημεῖον δὲ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι καὶ παρὰ τῶν τέκνων φιλεῖσθαι οὐ ζητοῦσαι. ἔνιαι γὰρ ὐποποιοῦσιν ἄλλαις τὰ ἑαυτῶν ἢ καὶ ἄλλως διδόασιν ἐπὶ τῷ παρ’ αὐτῶν τρέφεσθαι καὶ ἀγνοούμεναι οὐ φιλοῦνται· αὗται δὲ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δ’ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλ’ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι, ἐὰν ὁρῶσιν εὖ πάσχοντας τοὺς παῖδας. μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν ἢ ἐν τῷ φιλεῖσθαι καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν εἶναι. ὥστε ἐν οἶς τοῦτο γίνεται κατ’ ἀξίαν, οὗτοι μόνιμοι φίλοι, καὶ ἡ τῶν τοιούτων φιλία βεβαία ἐστίν. οὕτω δὲ γένοιντο ἂν καὶ οἱ ἄνισοι φίλοι. εἰ ἀξίως ἀλλήλους φιλοῦσιν· σοι γὰρ <ἂν> ἀλλήλοις οὕτω γένοιντο· ἡ δὲ ἰσότης. <Περὶ βεβαιότητος φιλίας καὶ πόθεν τό τε φιλεῖν καὶ τὸ φιλεῖ. σθαι. κεφ. ια΄. >Αὕτη δὴ ἡ ὁμοιότης ἐν μὲν τοῖς σπουδαίοις μάλιστα καὶ κυρίως εὐρίσκεται, ἐν δὲ τοῖς φαύλοις ἀμυδρῶς, ἐν δὲ τοῖς διὰ τὸ χρήσιμον καὶ ἡδὺ μᾶλλον. οἱ μέν γὰρ σπουδαῖοι καὶ ἑαυτοῖς ὅμοιοί εἰσιν (οὐ γὰρ εὐμετάβολοί εἰσιν οὐδὲ ἄλλοτε ἄλλοις χαίρουσιν, ἀλλὰ τοῖς σπουδαίοις ἔργοις· μόνιμος γὰρ ἡ ἀρετὴ ὅτι ἕξις ἐστί), καὶ διὰ τοῦτο καὶ ἀλλήλοις |ἀεὶ ὅμοιοί εἰσι καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ· καὶ οὔτε δέονται φαύλων οὔθ’ ὑπηρετοῦσι τοιαῦτα, ἀλλ’ ὡς εἰπεῖν καὶ διακωλύουσι· τῶν ἀγαθῶν γὰρ μήτ’ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέαὶ πειν ὑπηρετεῖν· οἱ δὲ μοχθηροὶ καὶ τοῦτο μοχθηροί εἰσιν, ὅτι οὐκ ἀεὶ τοῖς αὐτοῖς χαίρουσιν· ὅθεν οὔτε ἑαυτοῖς ὅμοιοί εἰσιν ἀεὶ οὔτε τοῖς φίλοις· καὶ διὰ τοῦτο ὀλίγον χρόνον μένουσιν ἐν τῇ φιλίᾳ, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς μᾶλλόν εἰσιν ἐν τῇ ὁμοιότητι· μονιμωτέρα γὰρ ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος ζήτησις, καὶ διὰ τοῦτο ὅμοιοί εἰσιν ἑαυτοῖς καὶ ἀλλήλοις, τῷ τὸ χρήσιμον ἀμφοτέρους ζητεῖν ἡ τὸ ἡδύ, ἕως ἄν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις. αἱ μὲν οὗν ἐξ ὁμοιότητος φιλίαι τοιαῦται. δοκεῖ δὲ καὶ ἐξ ἐναντιότητος συστῆναι φιλία. ἥτις καὶ διὰ τὸ χρήσιμόν ἐστιν, οἷον εἴ τις πένης πλουσίῳ γίνοιτο φίλος, καὶ ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεής, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο ὃ αὐτὸς δύναται δοῦναι. εἰς ταύτην δὲ τὴν ‘φιλίαν ἀνάγοιτο ἄν καὶ ὁ ἐραστὴς καὶ ἐρώμενος, καὶ ἡ τοῦ καλοῦ καὶ αἰσχροῦ φιλία· διὰ τοῦτο καὶ γελοῖοι δοκοῦσιν οἱ ἐρασταὶ πολλάκις, ἀξιοῦντες ὁμοίως ὑπὸ τῶν ἐρωμένων ἀντιφιλεῖσθαι, αἰσχροὶ ὄντες ὄντων καλῶν· εἰ μὲν γὰρ ὁμοίως εἰσὶ φιλητοί, τὰ εἰκότα ἀξιοῦσι καὶ δίκαιοί εἰσιν ὁμοίως φιλεῖσθαι, εἰ δὲ μή, γελοῖοι. διὰ ταῦτα δοκεῖ καὶ ἐξ ἐναντίων συνεστάναι φιλίαν, ὅτι οἱ αἰσχροὶ τῶν καλῶν ἐρῶσι καὶ οἱ πένητες τῶν πλουσίων καὶ οἱ ἀμαθεῖς τῶν ἐπιστημόνων. καὶ ἐν τῇ φύσει τὰ ξηρὰ τῶν ὑγρῶν ἐφίεται. γίνεται δὲ ἡ τοιαύτη φιλία τῶν ἐναντίων οὐ καθ’ αὑτὸ ἀλλὰ |κατὰ συμβεβηκός. οὐ γάρ, καθὸ φιλοῦσι ἄλληλα, ἐναντία ἐστίν, ἀλλὰ συμβέβηκεν αὐτοῖς ἐναντίοις εἶναι. καὶ γὰρ ὁ πένης ἐρᾷ τοῦ πλουσίου, ὅτι ὠφέλιμός ἐστιν αὐτῷ καὶ χρήσιμος· χρήσιμος δὲ καὶ ὠφέλιμος τῷ χρῶ· μένω οὐκ ἔστιν ἐναντίος καθ’ αὑτό· ᾖ γὰρ ἂν πᾶς χρήσιμος τῷ χρωμένῳ ἦν ἄν ἐναντίος· οὐκ ἔστι δέ. οὐδὲ γὰρ ὁ στρατιώτης τῷ στρατηγῷ ἐναντίος, οὐδὲ ὁ διδάσκαλος τῷ μαθητῇ. καὶ ὁ ἐραστὴς δὲ τὸν ἐρώμενον φιλεῖ, ὅτι ἡδύς ἐστιν αὐτῷ· ἡδὺς δὲ ἡδομένῳ οὐκ ἔστιν ἐναντίος, ἀλλὰ συμβαίνει αὐτοῖς ἐναντίοις εἶναι. φύσει δὲ τὸ ξηρὸν ἐφίεται οὐ τοῦ ἐναντίου ὑγροῦ ἀλλὰ τοῦ μέσου· ἡ γὰρ ὄρεξις τοῦ ἀγαθοῦ ἐστιν· ἀγαθὸν δὲ τὸ μέσον. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γὰρ οὐ πάνυ οἰκεῖά εἰσι τῇ παρούσῃ πραγματείᾳ. <Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβ'. >Ἔοικε δέ, καθὼς εἴρηται πρότερον, ὅτι περὶ τὰ αὐτά ἐστιν ἥ τε φιλία καὶ τὸ δάιον. καὶ γὰρ τὸ δίκαιον ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις ζητεῖται, ἐν ταύταις δὲ καὶ ἡ φιλία γίνεται. καὶ γὰρ καὶ σύμπλοι καὶ στρατιῶται καὶ ὅλως οἱ πράξεων τινων καὶ ἐπιτηδευμάτων κοινωνοῦντες ἀλλήλοις καὶ τὰ δίκαια φυλάττειν πρὸς ἀλλήλους ζητοῦσι, καὶ φίλοι εἰσὶν ἀλλήλοις καὶ καθόσον δὲ κοινωνοῦσι, κατὰ τοσοῦτον καὶ φιλοῦσιν ἀλλήλους καὶ τὰ δίκαια πρὸς ἀλλήλους ποιοῦσιν. ὅθεν καὶ ἡ παροιμία φησὶ ‘κοινὰ τὰ τῶν φίλων” ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία. διαφέρουσι δὲ αἱ κοινωνίαι. ἀδελφοῖς μὲν γὰρ καὶ ἑταίροις πάντα κοινά, τοῖς δὲ ἄλλοις οὐ πάντα ἀλλ᾿ ἔνι ὡρισμένα· καὶ |τούτων τοῖς μὲν πλείω, τοῖς δὲ ἐλάττω. ἀναλόγως δὲ ταῖς κοινωνίαις καὶ αἱ φι- λίαι ἔχουσιν· αἱ μὲν γὰρ μᾶλλον, αἱ δὲ ἧττον γίνονται, ταῖς κοινωνίαις ἀκολουθοῦσαι. ὁμοίως καὶ τὰ δίκαια ταῖς φιλίαις ἀναλὂιου ιῦιν· οὐ γὰρ τὰ αὐτὰ δίκαια ἀδελφοῖς πρὸς ἀλλήλους καὶ πατρὶ πρὸς υἱὸν ἢ πολίταις ἢ ἑταίροις πρὸς ἀλλήλους, ἀλλ’ ἕτερα· καὶ μᾶλλον καὶ ἧττον γίνεται ταῖς φιλίαις ἀκολουθοῦντα. οὐ γὰρ ὁμοίως ἄδικον χρήματα ἀποστερῆσαι ἑταῖρον καὶ πολίτην καὶ μὴ βοηθῆσαι δεομένῳ ἀδελφῷ καὶ ὀθνείῳ καὶ πατάξαι πατέρα καὶ ὁντινοῦν ἄλλον. αὔξεσθαι γὰρ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ’ ἴσον διήκοντα· καὶ τὸν φίλτερον δεινότερον ἀδικεῖν καὶ τὸν μᾶλλον κοινωνοῦντα καὶ φιλοῦντα, ἢ πρὸς ὃν ἥττων ἡ κοινωνία καὶ ἡ φιλία γίνεται. πᾶσαι δὲ κοινωνίαι, ἐν αἷς ἐστιν ἡ φιλία καὶ τὸ δίκαιον, μέρη εἰσὶ τῆς πολιτικῆς· ἡ γάρ πολιτικὴ κοινωνία ἐστὶ τοῦ συμφέροντος ἕνεκα, δι᾿ ὃ καὶ συνέστη τὴν ἀρχὴν ἡ πολιτεία καὶ μένει. πᾶσα δὲ κοινωνία τοῦ συμφέροντός ἐστιν ἕνεκα, ἡ μὲν τοῦδε τοῦ συμφέροντος ἡ δὲ ἐκείνου· διὰ γὰρ τῶν κοινωνιῶν τὰ συμφέροντα πορίζομεν ἑαυτοῖς, καὶ διὰ ταῦτα ἀλλήλοις κοινωνοῦμεν, ἵνα πορισώμεθά τι τῶν εἰς τὸν βίον. τούτου δὴ τοῦ κοινῇ συμφςοέροντος καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι, καὶ αἱ ὅλαι καὶ τὰ μέρη αὐτῶν, τοῦ συμφέροντος ἐφίενται, οἶον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν συμφέροντος, οἷον χρημάτων ἢ ἄλλου τινός, σὺ σιραιιῶται δὲ τ̣οῦ κατὰ τὸν πόλεμον συμφέροντος ὀρέγονται, οἷον χρημάτων |ἢ νίκης ἢ πόλέως· ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. τινὲς δὲ τῶν κοινωνιῶν τοὺ ἡδέος ἐφίενται καὶ δι᾿ ἡδονὴν δοκοῦσι γίνεσθαι, ὥσπερ ἡ τῶν θιασωτῶν κοινωνία καὶ ἡ τῶν ἐρανιστῶν. ἡ μὲν γὰρ θυσίας ἕνεκα γίνεται, ἡ δὲ συνουσίας, ἃ καὶ ἄμφω τοῦ ἡδέος ἐστὶ μᾶλλον. καὶ αὗται δὲ μέρη εἰσὶ τῆς πολιτικῆς· τάττονται γὰρ καὶ αὗται πρὸς τὸ κοινῇ συμφέρον ὑπὸ τῆς πολιτικῆς. καὶ γὰρ οὐ μόνον, ὃ νῦν ἐστι συμφέρον, ζητεῖ ἀλλὰ καὶ ὃ νῦν μὲν οὐ συμφέρει, συνοίσει δέ, καὶ τοῦτο διώκει· οὐ γὰρ τοῦ παρόντος μόνον συμφέροντος ἐφίεται, ἀλλὰ τοῦ μέχρι βίου· διὰ τοῦτο θυσίας τε εἰσήγαγε καὶ συνόδους καὶ συνουσίας μεθ’ ἡδονῆς καὶ πόνων ἀναπαύσεις. μετὰ γὰρ τὰς τῶν καρπῶν συγκομιδὰς αἵ τε σύνοδοι ἐγίνοντο καὶ αἱ θυσίαι, ἀπαρχαί τινες οὖσαι· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς· διὰ δὴ τούτων τῶν κοινωνιῶν τό τε θεῖον ἵλεων αὐτοῖς ἐγίνετο, ὃ συνοίσειν ἐδόκει, καὶ αὐτοὶ ἀναπαυόμενοι νεαροὶ τῶν ὑπὲρ τοῦ συμφέροντος πόνων ἥπτοντο. διὰ τοῦτο φαίνεται, ὅτι πᾶσα κοινωνία καὶ <ἡ> ἡδέος ἕνεκα γινομένη καὶ ἡ τοῦ συμφέροντος τὸ συμφέρον ἔσχατον ἔχει τέλος, καὶ διὰ τοῦτο πᾶσαι μέρη εἰσὶ τῆς πολιτικῆς. ταύταις δὲ ταῖς κοινωνίαις καὶ αἱ φιλίαι ἀκολουθήσουσι, καὶ ὥσπερ αἱ κοινωνίαι, οὕτω καὶ αἱ φιλίαι διαιρεθήσονται, καὶ τοιαῦται ἔσονται αἱ φιλίαι οἷαι αἱ κοινωνίαι. <Περὶ τῶν τριῶν τῆς πολιτείας εἰδῶν. κεφ. ιγ'. >Ῥητέον δὲ ἔτι περὶ τῆς πολιτικῆς. ταύτης δὴ τρία εἰσὶν εἴδη, βασιλεία ἀριστοκρατία καὶ τιμοκρατία, ἣν καὶ πολιτείαν εἰώθασιν οἱ πλεῖστοι καλεῖν, ἥτις ἐστὶν ἀπὸ |τῶν τιμημάτων· διδόντες γὰρ χρήματα τὸ ἄρχειν λαμβάνουσι· διὰ τοῦτο τιμοκρατικὴν οἰκεῖόν ἐστι κεῖν. τούτων δὲ τῶν πολιτειῶν βελτίστη μὲν ἡ βασιλεία, χειρ. ίστη δὲ ἡ τιμοκρατία. αὗται μὲν οὖν αἱ πολιτεῖαι, αἱ δὲ παρεκβάσεις καὶ οἷον φθοραὶ τῶν πολιτειλῶν, τῆς μὲν βασιλείας ἡ τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ πλεῖστον· ὁ μὲν γὰρ τύραννος τὸ ἑαυτοῦ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων· οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτὸς ἑαυτῷ ἀρκῶν καὶ πᾶσι τοῖς ἀγαθ’ οἶς ὑπερέχων· ὁ γὰρ τοιοῦτος οὐ δεηθήσεται τὰ τῶν ἀρχομένων εἰς ἑαυτὸν ἕλκειν. διὰ τοῦτο τὰ μὲν ὠφέλιμα αὐτῷ οὗ προσκοπεῖ πολιτευόμενος καὶ τὰ κοινὰ πράττων, μόνα δὲ τὰ τῶν ἀρχομένων· οὐ γὰρ ἀπὸ τῶν κοινῶν ἀλλ’ οἴκοθεν ποριεῖ τὰ συμφέροντα ἑαυτῷ. ὁ δὲ μὴ οὕτως ἔχων κληρωτὸς μᾶλλον ἄν τις εἴη ἢ βασιλεύς. ἔστι τοίνυν ἡ τυραννὶς ἐναντία τῇ βασιλείᾳ· ὁ γὰρ Τύραννος τὸ ἑαυτοῦ ἀγαθὸν διώκει, καὶ πολὺ μᾶλλον ἢ ὁ κληρωτός· καὶ φανερωτέρα ἡ διαφορὰ ἡ πρὸς τὸν βασιλέα, ὅτι καὶ χείρων. διὰ τοῦτο καὶ ἐναντίον ἐστὶ τῇ βασιλείᾳ ἡ τυραννίς, ὅτι τὸ μὲν βέλτιστον, τὸ δὲ κάκιστον’ τὸ γὰρ κάκιστον ἐναντίον τῷ βελτίστῳ. μεταβαίνει τοίνυν ἡ πολιτεία ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραννίς, καὶ ὁ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. τῆς μὲν οὖν βασιλείας παρέκβασις ἡ τυραννίς, τῆς δὲ ἀριστοκρατίας ἡ ὀλιγαρχία, ὅταν οἱ ταύτην πολιτευόμενοι τὴν πολιτείαν νέμωσι τὰ τῆς πόλεως ἑαυτοῖς παρὰ τὴν ἀξίαν καὶ πάντα ἢ τὰ πλεῖστα· οἳ καὶ τὰς ἀρχὰς τῆς πόλεως τοῖς αὐτοῖς ἀεὶ διδόασι διοικεῖν, ἵνα συνήθεις αὐτοῖς γενόμενοι δι’ ὠτῶν |καρποῦσθαι δύνωνται τὰ κοινά. ὅθεν συμβαίνει ὀλίγους τινὰς ἐπὶ τῶν πραγμάτων εἰνὶ, καὶ μοχθηροὺς ἀντὶ τῶν ἐπιεικεστάτων. τῆς δὲ τιμοκρατίας παρέκβασις ἡ δημοκρατία· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκιστα δὲ μοχθηρά ἐστιν ἡ δημοκρατία· μικρὸν γὰρ ὑπερβαίνει τὸ τῆς τιμοκρατίας εἶδος· κοινωνεῖ γὰρ αὐτῇ μᾶλλον ἢ διαφέρει· τῷ τιμήματι μὲν γὰρ διαφέρει, κοινωνεῖ δὲ κατά τε τὴν ἰσότητα ἴσοι γὰρ πάντες οἱ ἐν τῷ τιμήματι) καὶ κατὰ τὸ πλῆθός. <Περὶ τῶν ὁμοιωμάτων τούτων τῶν εἰδῶν. κεφ. ιδ΄. >Τὰ μὲν οὖν εἴδη τῆς πολιτικῆς εἰς ταῦτα μεταβάλλουσι μάλιστα· τὸ ἐλάχιστον γὰρ ἑκάστη τῶν εἰρημένων πολιτειῶν εἰς τὴν ἀντικειμένην αὐτῇ μεταβάλλει καὶ εἰς ταύτην ῥᾷστα μεταβαίνει. εἰσὶ δὲ καὶ ἐν τῇ οἰκονομικῇ ὁμοιώματα αὐτῶν καὶ οἷον παραδείγματα· ἐν γὰρ ταῖς οἰκίαις καὶ βασιλείας εἰκόνα ἴδοι τις ἂν καὶ ἀριστοκρατίας καὶ τῶν ἄλλων. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱοὺς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγρεύει. πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι, ἣν οἱ Πέρσαι ὑπερβαίνοντες τυραννίδα ποιοῦσι, τῶν γὰρ υἱῶν ὡς δούλων ἄρχουσι. τυραννὶς ὸὲ ἡ τῶν δούλων ἀρχή· τὸ γὰρ τοῦ δεσπότου συμφέρον̣ ζητεῖται ἀεὶ παρὰ τῶν δούλων· ἔστι δὴ ἡ τοιαύτη τῶν τέκνων ἀρχὴ ἡμαρτημένη· ἡ δὲ βασιλείᾳ ἐοικυῖα τοῦ δέοντος ἔχεται· δεῖ γάρ, ἐπεὶ υἱὸς διαφέρει δούλου καὶ |τὰς ἀρχὰς αὐτῶν διαφόρους εἶναι. ἡ μὲν οὖν πατρὸς πρὸς υἱοὺς κοινωνία τῆ βασιλείᾳ ἔοικεν· ἀριστοκρατίᾳ δὲ ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα. κατ’ ἀξίαν γὰρ καὶ ὡς βελτίων ὁ ἀνὴρ ἄρχει· καὶ ἔσται δὴ ἀριστοκρατία, ὅταν ἃ μὲν προσήκει ἀνδρί, ἑαυτῷ ἀποδιδῷ ὁ ἀνήρ, ἃ δὲ γυναιξὶν ἁρμόζει, τῇ γυναικὶ παραχωρῇ. ὑπερβήσεται δὲ τὴν ἀριστοκρατίαν ἡ τοιαύτη κοινωνία καὶ εἰς ὀλιγαρχίαν· μεταβαλεῖ, ὅταν ὁ ἀνὴρ ἁπάντων κυριεύῃ· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ καὶ οὐχ ᾗ ἀμείνων. ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες, ὅταν ἐπίκληροι ὦσι καὶ διὰ τοῦτο πλούτῳ καὶ δυνάμει τῶν ἀνδρῶν ὑπερέχωσιν· οὐ γὰρ γίνεται ἡ τοιαύτη ἀρχὴ δι’ ἀρετήν, ἀλλὰ καθάπερ ἐν ταῖς ὀλιγαρχίαις διὰ πλοῦτον καὶ δύναμιν. τοιαύτη μὲν οὖν ἡ ἐν οἰκίᾳ ἀριστοκρατία καὶ ὀλιγαρχία. τιμοκρατία δὲ ἡ τῶν ἀδελφῶν κοινωνία· ἴσοι γάρ, πλὴν ἐφ’ ὅσον ταῖς ἡλικίαις διαλλάττουσι· διόπερ, ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φίλ’ ία, ἀλλὰ πατρικῇ τινι ἔοικε πρὸς παῖδας. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων γίνεται· · ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου· γίνεται δὲ καὶ ἐν αἷς ὁ ἄρχων ἀσθενὴς καὶ διὰ τοῦτο ἕκαστος ἑαυτοῦ ἐξουσιάζει. <Περὶ τῆς καθ’ ἑκάστην τῶν πολιτειῶν φιλίας. ἔφ’. ιε΄. >Αὗται μὲν οὖν αἵ τε ἐν τῇ πολιτικῇ καὶ ἐν οἰκονομικῇ κοινωνίαι· πάσαις δὲ ταύταις ταῖς κοινωνίαις φαίνεται ἡ φιλία ἀκολουθοῦσα καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ τὸ δίκαιον. τῇ μὲν οὖν βασιλικῇ κοινωνίᾳ ὑπεροχικὴ φιλία, |εἰ ὁ βασιλεὺς ὑπερέχει ταῖς εὐεργεσίαις καὶ εὖ ποιεῖ τοὺς βασιλευομένους καὶ ἐπιμελεῖται αὐτῶν ἀγαθὸς ὤν, ἵν’ εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα προσαγορεύει λαῶν. τοιαύτη δὲ καὶ ἡ πατρικὴ φιλία· ὑπεροχικὴ γάρ ἐστι καὶ αὐτή, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· μείζω γὰρ ὁ πατὴρ εὐεργετεῖ. αἴτιος γὰρ τῷ παιδὶ τοῦ εἶναι, ὃ μέγιστον ἀπάντων δοκεῖ, καὶ ἔτι τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα ἀπονέμεται· φύσει γὰρ ἀρχικὸν ὅ τε πατὴρ τῶν υἱῶν καὶ ὁ πρόγονος τῶν ἐγγόνων καὶ βασιλεὺς βασιλευομένων. εἰσὶ δὲ πᾶσαι αἱ τοιαῦται φιλίαι ἐν ὑπεροχῇ· διὸ καὶ τιμῶνται οἱ γονεῖς, καὶ τὸ δίκαιον δὲ ἀκολούθως τῇ φιλία οὐ τὸ αὐτὸ ἀλλ’ ἐν ὑπεροχῇ. τὸ γὰρ πρὸς πατέρα δίκαιον ὑπερέχει τοῦ πρὸς· υἱόν· τὸ γὰρ κατ’ ἀξίαν ἀποδοῦναι δεῖ. διὰ τοῦτο καὶ ἡ φιλία συνίσταται. οὐ τῇ βασιλικῇ δὲ μόνον κοινωνίᾳ ἡ ὑπεροχικὴ φιλία ἀκολουθεῖ ἀλλὰ καὶ τῇ ἀριστοκρατικῇ. πρὸς γὰρ τὸν ἀμείνω μείζων γίνεται ἡ φίλησις τοιαύτη δὲ καὶ ἡ τοῦ ἀνδρὸς πρὸς γυναῖκα φιλία. ἡ γὰρ τοιαύτη κοινωνία ἀριστοκρατία ἐστὶν ἐν οἰκίᾳ· κατὰ τὴν ἀρετὴν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ τῷ ἀμείνονι δεῖ πλέον ἀπονέμειν φιλήσεως. ὁμοίως δὲ καὶ τὸ δίκαιον κἀνταῦθα ἐν ὑπεροχῇ. τῇ δὲ τιμοκρατικῇ κοινωνίᾳ, οἶα ἐσιὶ καὶ ἡ τῶν ἀδελφῶν, ἡ ἑταιρικὴ φιλία ἀκολουθεῖ, ἥτις ἐν ἰσότητί ἐστιν. οἱ γὰρ ἑταῖροι ἴσοι καὶ ἡλικιῶται· οἱ δὲ τοιοῦτοι ὁμομαθεῖς καὶ ὁμοήθεις θεὶς ὡς ἐπὶ τὸ πολύ, οἷοί εἰσι καὶ οἱ ἐν τιμοκρατικῇ· ἴσ’ οἱ γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι καὶ ἄρχουσιν ἕκαστος ἐξ ἴσου καὶ ἄρχονται ἐν τῷ μέρει· ἐξ ἴσου δὴ καὶ ἡ φιλία καὶ τὸ δίκαιον. ταῖς μὲν οὗν ὑγιέσι πολιτείαις καὶ κοινωνίαις οὕτως ἡ φιλία ἀκολουθεῖ καὶ τὸ δίκαιον. ταῖς δὲ παρεκβάσεσι τῶν κοινωνιῶν ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἐπεὶ δὲ τῶν παρεκβάσεων χειρίστη ἐστὶν ἡ τυραννίς, διὰ τοῦτο οὐδαμῶς ἐν αὐτῇ φιλία εὐρίσκεται ἢ πάνυ μικρόν. ἐν οἷς γὰρ μηδὲν κοινωνόν ἐστι τᾦ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ οὐδὲ δίκαιον· ἀλλ’ ὥσπερ ὁ τεχνίτης ἔχει πρὸς τὸ ὄργανον καὶ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτω καὶ δεσπότης ἔσται ἔσται πρὸς δοῦλον καὶ τύραννος πρὸς ἀρχόμενον· ὠφελεῖται μὲν γὰρ τό τε ὄργανον ὑπὸ τοῦ τεχνίτου καὶ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, φιλία δὲ πρὸς αὐτὰ οὐκ ἔστιν· οὐ γὰρ πρὸς τὰ ἄψυχα φιλία δύναται εἶναι· οὐδὲ δίκαιόν τι πρὸς αὐτά ἐστιν ἀπὸ τῶν χρωμένων, ὥσπερ οὐδὲ πρὸς βοῦν ἡ πρὸς κύνα. τὸν αὐτὸν δὴ τρόπον οὐδὲ πρὸς δοῦλόν ἐστι φιλία δεσπότου ἢ πρὸς ἀρχομένους τυράννῳ, καθόσον εἰσὶ δοῦλοι· οὐδὲν γὰρ κοινὸν δεσπόταις καὶ δούλοις· ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον καὶ τὸ ὄργανον ἄψυχος δοῦλος· ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δὲ ἄνθρωπος, δύναται εἶναι. δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα ἄνθρωπον τὸν δυνάμενον κοινωνῆσαι νόμων τινῶν καὶ θεσμῶν· ἡ γὰρ κοινωνία τῶν νόμων τὸ πρὸς ἀλλήλους ποιεῖ δίκαιον, ἡ δὲ κατὰ τὸ δίκαιον κοινωνία καὶ τὴν φιλίαν εἰσάγει. ἔσται τοίνυν τυράννῳ πρὸς ἀρχομένους φιλία, καθόσον εἰσὶν ἄνθρωποι· διὰ τοῦτο ἀμυδρόν τι ἐνταῦθα καὶ τὸ δίκαιον καὶ ἡ φιλία. ἐν δὲ τῇ δημοκρατίᾳ ἐπὶ πλεῖστον· πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν. <Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. Πᾶσα μὲν οὖν φιλία ἐν κοινωνίᾳ ἐστί, καθάπερ εἴρηται· μόνη δὲ ἡ συγγενικὴ καὶ ἑταιρικὴ φιλία οὐ δοκοῦσιν ἐν κοινωνία εἶναι. κοινωνικαὶ γάρ εἰσι φιλίαι αἱ καθ’ ὁμολογίαν καὶ συνθήκην τινὰ συνιστάμεναι, οἷαί εἰσιν αἱ φυλετικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται, εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν. ἡ δὲ συγγενικὴ φιλία καὶ ἡ ἑταιρικὴ οὐ καθ’ ὁμολογίαν ἡ συνθήκην τινὰ συνίστανται, ἀλλὰ τοὺς μὲν ἡ φύσις συνέδησε, τοὺς δὲ τὸ τυχεῖν ἡλικιώτας εἶναι καὶ περὶ τὰ αὐτὰ ἐπιτηδεύματα σπουδάζειν. ῥητέον δὴ περὶ τῆς συγγενικῆς. ἔστι δὴ πολυειδὴς ἡ συγγενικὴ φιλία καὶ τῆς πατρικῆς πᾶσα ἐξήρτηται· διὰ γὰρ τὴν πρὸς τὸν κοινὸν πατέρα ἢ πρόγονον οἰκειότητα οἵ τε ἀδελφοὶ καὶ οἱ ἄλλως συγγενεῖς ἀλλήλους φιλοῦσιν, οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ’ ἐκείνων τι ὄντα, ἀδελφοὶ δὲ ἀδελφοὺς τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. μᾶλλον δὲ ἴσασιν οἱ γονεῖς τὰ τέκνα, ὅτι ἐξ αὐτῶν εἰσιν ἡ τὰ γεννηθέντα, ὅτι ἐκ τούτων· καὶ μᾶλλον συνῳκείωται τὸ αἴτιον καὶ τὸ γεννῶν τῷ γεννηθέντι ἢ τῷ ποιηθέντι, ἢ τὸ γεννώμενον τῷ ποιήσαντι καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι· τὸ γὰρ ἔκ τινος οἰκεῖον τῷ ἐξ οὗ ἐστιν, ὥσπερ ὀδοὺς ἢ θρὶξ τῷ ἔχοντι οἰκεῖόν ἐστι, τριχὶ δὲ καὶ ὀδόντι οὐκ ἔστιν οἰκεῖον ὁ ἔχων. ἢ τοίνυν οὐδαμῶς ἐστιν οἰκεῖον τῷ αἰτιατῷ τὸ αἴτιον καὶ τῷ ἔκ τινος τὸ ἐξ οὗ, οὐδέ τινα σχέσιν ἔχει πρὸς αὐτό, ἢ εἰ ἔχει, ἐλάιτω ἔχει ἣ ἐκεῖνο πρὸς αὐτὸ ἔχει· καὶ τὰ τέκνα δὴ τοὺς γονεῖς ἧττον φιλοῦσιν ἢ ὑπ’ ἐκείνων φιλοῦνται. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου φανερόν· οἱ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσι, τὰ τέκνα δὲ αὐτοὺς χρόνῳ ὕστερον μετὰ τὸ λαβεῖν σύνεσιν ἢ αἴσθησιν· διὰ τοῦτο καὶ αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ τέκνα ἢ οἱ πατέρες, ὅτι πρότερον αὐτὰ στέργουσι. γονεῖς μὲν οὗν τὰ τέκνα φιλοῦσιν ὡς ἑαυτούς τὰ γὰρ ἐξ αὐτῶν οἷον ἄλλοι αὐτοί, τῷ χωρὶς εἶναι μόνῳ διαφέροντες), τέκνα δὲ φιλοῦσι γονεῖς, ὡς ἀπ’ ἐκείνων πεφυκότα, ἀδελφοὶ δὲ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. ἡ γὰρ πρ· ὸς τοὺς γονεῖς ταὐτότης καὶ αὐτοῖς ταὐτότητα ποιεῖ πρὸς ἀλλή- λους ὥσπερ τοὺς κλάδους ἡ τῆς ῥίζης ταὐτότης συνάπτει· διό φασι ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα· ἔστι γὰρ ἑκάτερον τὰ ὒ τὸ καὶ ἓν ἐν πολλοῖς καὶ διῃρηαένοις. μέγα δὲ πρὸς φιλίαν καὶ τὸ συντραφῆναι καὶ ἥλικας εἶναι· ἧλιξ γὰρ ἥλικα φιλεῖ, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται· ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς ἐκ τῶν ἀδελφῶν συνψκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι καὶ αὐτοὶ οἱ αὐτοί πὼς ἀλλήλοις εἰσίν. γίνονται δὲ οἱ μὲν οἰκειότεροι τῶν συγγενῶν, οἱ δ’ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι τοῦ γένους· οἷς γὰρ πόρρωθεν ἡ κοινωνία, ἀμυδρὰ γίνεται, τῷ προιέναι ἐλαττουμένη. ἔστι δὲ ἡ μὲν τῶν τέκνων πρὸς τοὺς γονεῖς φιλία καὶ τῶν ἀνθρώπων πρὸς τὸν θεὸν ὡς πρὸς ἄγαθὸν καὶ ὑπερέχον εὐεργέται γάρ εἰσι τὰ μέγιστα εὐεργετοῦντες, |τὸ εἶναι καὶ τραφῆναι καὶ καιδευθῆναι), ἡ δὲ τῶν συγγενῶν πρὸς ἀλλήλους ἐν ἰσότητι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον ἢ ἡ τῶν ἀλλοτρίων κατὰ γένος, ὅσῳ καὶ κοινότερος ὁ βίος ἐστὶν αὐτοῖς κατὰ πλείονα κοινωνοῦσιν ἀλλήλοις. μάλιστα δὲ ἡ ἀδελφικὴ φιλία· συμβαίνει γὰρ αὐτῇ πάντα, ἃ καὶ τῇ ἑταιρικῇ καὶ μᾶλλον αὐτῇ ἢ ἐκείνῃ· καὶ διὰ τοῦτο εἰ ἐπιεικεῖς εἶεν οἱ ἀδελφοὶ καὶ ὅμοιοι, μᾶλλον φιλήσουσιν ἀλλήλους ἢ οἱ ἑταῖροι· οἰκειότεροι γάρ εἰσιν ἀλλήλοις καὶ ὁμοιότεροι καὶ ἐκ γενετῆς ἀλλήλους στέργουσι καὶ ὁμοηθέστεροί εἰσιν, ὅτι καὶ ἐκ τῶν αὐτῶν ἔφυσαν καὶ ὁμοίως ἐπαιδεύθησαν· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία μείζων ἐνταῦθα καὶ βεβαιοτέρα. ἡ μὲν οὖν μεγίστη ἐν ταῖς συγγενικαῖς φιλία ἡ ἀδελφική ἐστιν, αἱ δὲ ἄλλαι ἀνάλογον ἔχουσι τῇ κατὰ γένος οἰκειότητι. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν. ἄνθρωπος γὰρ τῇ φύσει τεκνοποιητικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως καὶ ὅσῳ κοινότερον ζῴοις τεκνοποιία ἢ πολιτεία. τὸ μὲν γὰρ πᾶσι ζῴοις ἔνεστιν, ἡ δὲ πολιτεία μόνοις τοῖς ἀνθρώποις. τοῖς μὲν οὖν ἄλλοις ζῴοις ἐπὶ τοσοῦτον μόνον ἡ κοινωνία ἐστίν, ἐφ’ ὅσον ἔνι τεκνοποιῆσαι, τοῖς δὲ ἀνθρώποις οὐ τῆς τεκνοποιίας χάριν μόνον ἡ κοινωνία ἐστὶν ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται αὐτῶν τὰ ἔργα καὶ ἄλλα τὰ ἔργα τοῦ ἀνδρὸς καὶ ἕτερα γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια. διὰ ταῦτα καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ εἶναι δοκεῖ· εἴη δ’ ἄν καὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή· καὶ εἰ |σπουδαῖος εἴη ἑκάτερος τὴν προσήκουσαν ἀρετήν, χαίροιεν ἂν καὶ διὰ τοῦτο ἀλλήλοις. σύνδεσμος δὲ τῇ τοιαύτῃ φιλίᾳ καὶ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν· τὸ δὲ κοινὸν συνέχει τὰ κοινωνοῦντα. <Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζ'. >Πῶς δὲ συμβιωτέον ἀνδρὶ πρὸς γυναῖκα καὶ ἀδελφῷ πρὸς ἀδελφὸν καὶ ὅλως φίλῳ πρὸς φίλον ταὐτόν ἐστι τῷ πῶς δίκαιον. ἕπεται γὰρ 10 πάσῃ κοινωνίᾳ ἀναλόγως τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὥσπερ εἴρηται πολλάκις· καὶ οὐ ταὐτὸν φαίνεται εἶναι δίκαιον φίλῳ πρὸς φίλον καὶ τὸν ὀθνεῖον ἢ τὸν ἀδελφὸν ἢ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν. τριῶν δὴ οὐσῶν τῶν φιλιῶν, διὰ τὸ ἀγαθὸν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον, καὶ καθ’ ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων, τῶν δὲ καθ’ ὑπεροχήν καὶ γὰρ γίνονται φίλοι καὶ οἱ ὅμοιοι ἢ κατὰ τὸ ἀγαθὸν ἢ κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ χρήσιμον [γίνονται φίλοι] καὶ ἀμείνους χείροσι), ἰοὺς ἴσους μὲν κατ’ δεῖ φιλεῖν καὶ τὰ ἄλλα πάντα ἰσάζειν, ἰοὺς δὲ ἀνίσους ἀναλόγως τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει φιλεῖν καὶ φιλεῖσθαι. μόνῃ δὲ ἐν τῇ κατὰ τὸ χρήσιμον φιλία ἢ ταύτῃ μάλιστα τὰ ἐγκλήματα καὶ αἱ μέμψεις τῶν φίλων γίνονται πρὸς ἀλλήλους εἰκότως. οἱ μὲν γὰρ δι᾿ ἀρετὴν φίλοι ὄντες εὖ ποιεῖν ἀλλήλους προθυμοῦνται· τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας· πρὸς τοῦτο δὲ τῶν φίλων ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι· τὸ γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα |οὐδεὶς δυσχεραίνει, ἀλλ’ ἐὰν ᾖ χαρίεις, ἀμείβεται καὶ αὐτὸς εὗ ποιῶν· ὁ δὲ ταῖς εὐεργεσίαις τὸν ἕτερον ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἄν ἐγκαλοίη τῷ φίλῳ· ἐφίεται γὰρ ἑκάτερος τοῦ ἀγαθοῦ καὶ τοῦ εὖ ποιεῖν οὐδὲ δὴ οἱ δι’ ἡδονὴν φιλοῦντες πάνυ δυσχεραίνειν ἀλλήλους δύνανται. ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ ἰῷ συνδιάγειν χαίρουσι. γελοῖος γὰρ ἂν εἴη ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι φίλῳ. ἐξὸν συνδιάγοντα τέρπεσθαι· οὔτε τοίνυν ἡ διὰ τὸ ἀγαθὸν φιλία ἐγκλήματα ἔχει καὶ μέμψεις οὔτε ἡ δι’ ἡδονήν, μόνη δὲ ἡ διὰ τὸ χρήσιμον ἐγκληματική ἐστιν. ἐπ’ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος καὶ μέμφνται, ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχανουσιν, αξιοι οντες τυγχάνειν· οἱ γὰρ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν αὐτοῖς τοσαῦτα ὅσων δέονται· ἀεὶ γὰρ οἱ εὗ πάσχοντες πλειόνων δέονται, ἤπερ εὖ ποιεῖν οἱ εὐεργέται δύνανται. ἔοικε δέ, ὅτι καθάπερ τὸ δίκαιον διττόν ἐστι (τὸ μὲν ἄγραφον, τὸ δὲ κατὰ νόμον), οὕτω καὶ τῆς κατὰ τὸ φιλίας τὸ μὲν ἠθικόν ἐστι, τὸ δὲ νομικόν. νομικὸν μὲν χρήσιμον, ὅταν τίς τινι διδῷ, ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον, ἠθικὸν δέ, ὅταν τίς τινι ὡς φίλῳ δωρῆται, κομίζεσθαι δὲ· ἀξιοῖ τὸ ἴσον ἢ πλέον, οὐ ῥητὸν οὐδὲ ὡρισμένον· κατ’ ἄμφω δὲ τὰ χρήσιμα ταῖς φιλίαις ἐγκλήματα καὶ μέμψεις ἀκολουθοῦσι, μάλιστα δὲ ὅταν τῶν φίλων ὁ μὲν τὸ νόμιμον χρήσιμον εἰσάγῃ, ὁ δὲ τὸ ἠθικόν· οἱ τοιοῦτοι γὰρ ταχέως διαλύονται. εἰ γὰρ ὁ μὲν εἰς χρήματα ὠφελεῖ καὶ ἀξιοῖ ὁμοίως |ὠφελεῖσθαι καὶ τοσαῦτα λαβεῖν ὅσα δέδωκεν, ὁ· δὲ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, οὐ δύνανται ἐν τῇ φιλία μένειν. ἔστι δὲ καὶ τοῦ νομίμου χρησίμου τὸ μὲν πάντῃ ἀγοραῖον, τὸ δὲ ἐλευθεριώτερον· τὸ μὲν γὰρ μὴ δοῦναι εἰ μὴ αὐτίκα εἴη λαβεῖν, ἐκ χειρὸς εἰς χεῖρα, πάντῃ ἀγοραῖον, τὸ δὲ δόντα ἀναβαλέσθαι τὴν λῆψιν, ἐλευθεριώτερον. καὶ τοῦτο δὲ καθ’ ὁμολογίαν γίνεται, τί ἀντὶ τίνος ὀφείλει (ὡρισμένον γὰρ τὸ ὀφείλημα καὶ οὐκ ἀμφίλογον), ἡ δὲ τῆς κομιδῆς ἐλευθεριώτερόν πὼς καὶ φικώτερον ποιεῖ τὸ συνάλλαγμα· διὸ παρ’ ἐνίοις τούτων οὔκ εἰσι δίκαι οὐδὲ δικάζονται ἀλλήλοις περὶ τῶν χρεῶν ἀλλ’ οἴονται δεῖν στέργειν τὸ ὗς κατὰ πίστιν συναλλάξαντας. ὁ δὲ κατὰ τὸ ἠθικὸν χρήσιμον ὠφελῶν οὐκ ἐπὶ ῥητοῖς ἀλλ’ ὡς φίλῳ δωρεῖταί τι ἢ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλἁ χρήσας· μὴ λαβὼν δὲ οὐχ ὥσπερ χρήσας οὕτως ἐγκαλεῖ τῷ μὴ δόντι ἀλλ’ ὡς φίλῳ. τοῦ τὸ δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. τὸ δὲ εὖ ποιεῖν, μὴ ἵνα ἀντιπάθῃ, καλόν, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι· διὰ τοῦτο τὸ μὲν ὠφέλιμον ζητοῦσι, μὴ τυχόντες δὲ βούλονται καλοὶ δοκεῖν. τοὺς δὲ τοιούτους φίλους καὶ ἵνα εὖ πάθωσιν εὗ ποιοῦντας πάσῃ σπουδῇ εὖ ποιητέον τοὺς δυναμένους, καὶ τὴν ἀξίαν εὐεργεσίαν ἀποδοτέον. οὐ γὰρ ἔλκειν δεῖ βίᾳ πρὸς τὴν ἀληθῆ φιλίαν μὴ βουλομένους, ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὗ παθόντες ὑφ᾿ οὗ οὐκ ἔδει, οὐ γὰρ ὑπὸ φίλου, καὶ ζητεῖν ὅπως ἑκόντες ἀποτρίψωνται τὰς αἰσχρὰς εὐεργεσίας, ἃς |ἄκοντες ἐδέξαντο τῷ ἀγνοεῖν τὸν εὐεργετοῦντα. ἀπορίψονται δέ, εἰ μὲν δύνανται, καὶ αὐτοὶ ἀποδόντες καὶ καθάπερ ἐπὶ ῥητοῖς εὐθὺς διαλυθέντες, εἰ δὲ μὴ δύνανται τηνικαῦτα, ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν, εἰ δὲ πάντως ἀδυνατως ἔχουσιν ἀμείψασθαι, οὐδὲ οἱ δόντες ἀπαιτήσουσιν οὐδὲν παρ’ αὐτῶν· ὥστε εἰ δύνανται, ἀποδοτέον εὐθύς· πρὶν δὲ εὐεργετηθῆναι, σκεπτέον ἕκαστον, ὑπὸ τίνος εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὡς ἄν εἰδείη, εἰ δεῖ δέξασθαι ἢ μή. <Περὶ μέτρου ἀποδόσεως ἐν τῆ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ καθ’ ὑπεροχὴν φιλίᾳ μέμψεων. κεφ. ιη΄. >’Ey δὲ ταῖς πρὸς ἀλλήλους τῶν φίλων ἀμοιβαῖς ἀπορία ἐστίν. ἐπεὶ γὰρ ἀπὸ μεγάλων εὐεργεσιῶν μικραὶ ὠφέλειαι γίνονται τοῖς εὐεργετουμένοις καὶ ἀπὸ μικρῶν μεγάλαι πολλάκι (ἐνδέχεται γὰρ πολλὰ καὶ ἀναλώσαντα μικρὰ τὸν φίλον ὠφελῆσαι, καὶ τὸ ἀνάπαλιν), πότερον ἀμειβομένους τὴν ὠφέλειαν δεῖ σκοπεῖν ἢ τῆς εὐεργεσίας τὸ μέτρον. καὶ γὰρ οἱ μὲν εὖ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν, ἃ μικρὰ ἦν ἐκείνοις δοῦναι καὶ ἐξῆν παρ’ ἑτέρων λαβεῖν, τούτῳ κατασμικρύνοντες τὰς εὐεργεσίας, οἱ δὲ εὖ ποιήσαντες τὸ ἀνάπαλιν τὰ μέγιστα ὧν εἶχον εὐεργετῆσαι λέγουσι καὶ ἃ παρ’ ἄλλων οὐκ ἦν λαβεῖν, καὶ ἐν κινδύνοις καὶ χοείαις κινδύνων ἐγγύς· ἀμφισβητεῖται δή, ποτέρῳ δεῖ μετρεῖν τὴν ἀμοιβὴν τῆ τοῦ παθόντος εὖ ὠφελείᾳ ἢ τῆ τοῦ δράσαντος εὐεργεσίᾳ. ἔστι δὲ οὐχ ὁμοίως ἐπὶ πάσης φιλίας, ἀλλ’ ἐπὶ μὲν τῆς διὰ |τὸ χρήσιμον φιλίας ἡ ἀμοιβὴ ἀναλογήσει τῇ τοῦ εὖ παθόντος ὠφελείᾳ ἢ καὶ ὑπερβαλεῖ ταύτην· οὕτω γὰρ κάλλιον. καὶ γὰρ οὗτός ἐστιν ὃ δεόμενος καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην· τοσαύτη οὖν γεγένηται ἐπικουρία ὅσον ὠφελήθη ἢ καὶ πλέον ὅλως δὲ τῇ ὠφελείᾳ ἑαυεἰδείη λομένου τὰς εὐεργεσίας ἕλκειν ἐπὶ τὸ ὠφέλιμον ἑαυτῷ, οὕτε τῇ ὠφελείᾳ τῶν εὖ πασχόντων αἱ ἀμοιβαὶ μετροῦνται ἀλλὰ τῇ προαιρέσει τῶν εὖ ποιούντων· τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον· ἐπεὶ τοίνυν διὰ τὴν ἀρετὴν ἀλλήλους φιλοῦσι καὶ τὰς ἀμοιβὰς τῇ προαιρέσει μετρήσουσι, διὰ τοῦτο παντὸς ἐγκλήματος καθαρά ἐστιν ἡ τοιαύτη φιλία, αἱ δὲ ἄλλαι ἀεὶ ἐν ἐγκλήμασίν εἰσιν, οἵα ἐστὶ καὶ ἡ καθ’ ὑπεροχήν, ὅταν ὁ μείζων τὸν ἐλάττω φιλῇ ἢ <ὁ> ὠφελιμώτερος τὸν ἧττον ὠφέλιμον· γὰρ ὁ ὑπερέχων πλέον ἔχειν, ὁ μέν, ὅτι βελτίων, ὁ δέ, ὅτι ὠφελιμώτερος. εἰ γὰρ ἑκάτερος, φησί, τῶν φίλων κατὰ τὴν δύναμιν εἰσενέγκοι, καὶ οὐ κατ’ ἀξίαν λήψεται, λειτουργία τις ἔσται ἡ φιλία· διὰ τοῦτό φασι δεῖν οὐχ ὁμοίων τυγχάνειν τῶν ἐκ τῆς φιλίας ἀλλὰ μειζόνων· ἀξιοῦσι γάρ, καθάπερ οἱ κατ’ ἐμπορίαν συνεισφέροντες χρήματα οἱ πλέον εἰσενεγκόντες τοῦ κέρδους πλέον ἔχουσιν, οὕτω καὶ ἐπὶ τῆς φιλίας ἔχειν· καὶ ταῦτα μὲν οἱ ὑπερέχοντες, οἱ δὲ ὑπερεχόμενοι οὐ ταῦτά φασι προσήκειν τοῖς ὑπερέχουσι φίλοις, ἀλλὰ τὸ ἀ· νάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσι· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ, ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν; οὕτω δὲ ἐγκαλοῦντες ἀλλήλοις καὶ ἀξιοῦντες ἑκάτερος πλέον ἔχειν ῥᾷστα διαλύονται. ἔοικε δὲ ὀρθῶς καὶ ἑκάτερος ἀξιοῦν· δεῖ γὰρ ἑκατέρῳ τὸ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι δεῖ πλέον νέμειν τιμῆς, τῷ δὲ ἐνδεεῖ πλέον ἀποδιδόναι ὧν δεῖται. τῆς μὲν γὰρ ἀρετῆς καὶ εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δὲ ἐνδείας ἐπικουρία τὸ κέρδος ἢ ἄλλο ὁτιοῦν, οὗ ἐνδεής ἐστι. τὸν ἴσον· δὲ τρόπον καὶ ἐν ταῖς πολιτείαις φαίνεται ἔχον· ἀποδίδοται γὰρ ἀεὶ τοῖς εὐεργέταις ἡ τιμή· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι· ἡ τιμὴ δὲ κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι, ἀλλ’ ὁ ἐνδεὴς τοῦ κοινοῦ χρήματα μὲν λαμβάνει, τιμᾶται δὲ οὐδαμῶς· οὐδεὶς γὰρ δέχεται κατ’ ἄμφω ἐλαττοῦσθαι καὶ κατὰ τὴν τιμὴν καὶ κατὰ τὰ χρήματα, ἀλλὰ τὸ ἕτερον διδοὺς τὸ ἕτερον λήψεται. διὰ τοῦτο τῷ μὲν περὶ χρήματα ἐλαττουμένῳ ὑπὲρ τοῦ κοινοῦ τὴν τιμὴν νέμουσι, τῷ δὲ δωροδόκῳ χρήματα· τὸ κατ’ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται. τοῦτον δὴ τὸν τρόπον καὶ τοῖς ἀνίσοις φίλοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον τῷ ὠφελοῦντι· ἀνταποδώσει δὲ τὸ ἐνδεχόμενον. τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν. οὐ γὰρ δύνανται πάντες τὰ κατ’ ἀξίαν ὧν ὀφείλουσιν ἀποδιδόναι· οὐ γὰρ δυνατὸν ἐπὶ πάντων τὸ κατ’ ἀξίαν |εὑρεῖν, ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς καὶ γονέας δύναμιν καὶ ὅσον ἔξεστιν ἐπιεικὴς εἶναι δοκεῖ. διὰ τοῦτο δοκεῖ μὴ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι καὶ μὴ ὑπακοῦσαι περὶ ὁτιοῦν ἀξιοῦντα ἀεὶ γὰρ ὀφείλει καὶ διὰ τοῦτο ἀνταποδοτέον ἀεί· οὐδὲν γὰρ ἄξιον ὧν εὐεργετήθη δέδρακε πρὸς τὸν πατέρα), τῷ πατρὶ δὲ ἀπείπασθαι τὸν υἱόν· ἔξεστι γὰρ τοῖς εὐεργέταις τοὺς ὀφείλοντας ἀποπέμψασθαι. ἴσως δὲ οὐδεὶς πατὴρ ἀφίσταται τοῦ υἱοῦ, εἰ μὴ ὑπερβαλλόντων εἴη μοχθηρός· ἥ τε γὰρ φυσικὴ φιλία εἰς τοῦτο ἐπείγει καὶ ἅμα ἀνθρώπινόν ἐστι τὴν ἐπικουρίαν μὴ διωθεῖσθαι· τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητόν, ἢ οὐ λίαν σπουδάζεται τῷ πατρὶ ἐπαρκεῖν· οἱ γὰρ πολλοὶ εὗ πάσχειν βούλονται, τὸ δὲ εὖ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.