Ancient Greek · ~291 min
<ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ (??)Η>
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis <ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ (??)Η>.1
Not analysed yet
Περὶ ἐγκρατείας. κεφ. α'. Μετὰ τὰ εἰρημένα περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν ῥητέον περὶ ἐγκρατείας καὶ τῆς ὑπὲρ ἡμᾶς ἀρετῆς, ἥτις ἡρωική τίς ἐστι καὶ θεία. οὔτε γὰρ ἡ ἐγκράτεια ὁμογενής ἐστι ταῖς εἰρημέναις ἀρεταῖς οὔτε ἡ ὑπὲρ ἄνθρωπον ἀρειή· διὰ τοῦτο μεῖά τὰ περὶ τῶν ἀρετῶν εἰρημένα περὶ τούτων ἰδίως λέγομεν, ἄλλην ποιησάμενοι ἀρχήν. ὅτι δὲ οὐδετέρα αὐτῶν ὁμοταγής ἐστι ταῖς προειρημέναις, δῆλον ἔσται ἀπὸ τῶν περὶ αὐτῶν ῤηθησομένων· τῶν δὴ ψόγου ἀξίων καὶ φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δὲ ἐναντία τούτοις τῇ μὲν κακίᾳ ἡ ἀρετὴ ἡ ἠθική, περὶ ἧς διείληπται, τῇ δὲ ἀκρασίᾳ ἡ ἐγκράτεια, τῇ δὲ θηριότητι ἡ ὑπὲρ ἄνθρωπον ἀρετή, (9,) ἡρωικὴ καλεῖται, καθ’ ἣν ἄνθρωποι γίνεσθαι λέγονται θεῖοί τινες ἐξ ἀνθρώπων, ὥσπερ καὶ Ὅμηρος εἰσάγει τὸν Πρίαμον περὶ τοὐ παιδὸς Ἕκτορος λέγοντα οὐ γὰρ ἐῴκει ἀνδρός <γε> θνητοῦ πάις ἔμμεναι, ἀλλὰ θεοῖο δι’ ἀρετῆς ὑπερβολήν. αὕτη ἡ ἕξις ἐστὶν ἡ ἀντικειμένη τῇ θηριωδίᾳ· ὥσπερ γὰρ ἡ θηριωδία οὐκ ἔστι κακία, οἵα ἐστὶν ἡ ἀντικειμένη ταῖς ἀρεταῖς ταῖς οὐ γάρ ἐστιν ἀνθρωπίνη κακία, ὅλως δὲ οὐδὲ κακία. οὐ γάρ ἐστι θηρίου κακία ἢ ἀρετὴ διὰ τὸ μὴ μετὰ λόγου ποιεῖν ἢ παρὰ τὸν λόγον), οὕτως οὐδὲ ἡ θεία ἀρετὴ καὶ ἡρωϊκὴ ἀρετὴ ἄν εἴη κυρίως. τὸ γὰρ ἀνιρώπινον ἀγαθὸν ἀρειὴ λέγεται· τὸ δὲ θεῖον τί ἐστιν; οὐκ ἔστι δὲ θεοῦ ἀρετή, ἀλλά τι τιμιώτερον ἀρετῆς τὸ θεῖόν ἐστιν ἀγαθόν· καὶ ὥσπερ σπάνιόν ἐστιν ἡ τοιαύτη ἕξις, οὕτω καὶ ἡ ἀντικειμένη θηριωδία σπάνιον. ἔστι δὲ μάλιστα ἐν τοῖς βαρβάροις. γίνεται δὲ ἡ τοιαύτη θηριωδία οὐ μόνον διὰ πονηροτάτην ἕξιν ἀλλὰ καὶ διὰ νόσους καὶ πηρώσεις. περὶ μὲν οὖν τῆς τοιαύτης διαθέσεως ὕστερον ποιησόμεθα λόγον. περὶ δὲ τῆς κακίας εἴρηται πρότερον, ὅτε περὶ ἀρείων ἐλέγομεν τῶν ἠθικῶν. νὺν δὲ περὶ τῆς ἀκρασίας ἐροῦμεν καὶ περὶ τῆς μαλακίας καὶ τῆς τρυφῆς καὶ τῶν ἀντικειμένων, μένων, ἐγκρατείας καὶ καρτεοͅίας. οὔτε γὰρ τῇ εἰρlμένῃ κακίᾳ καὶ ἀρετῇ αἱ αὐταί εἰσιν οὔτε πάντῃ διάφοροι, ὡς ἑτερογενεῖς εἶναι. καθόσον μὲν γὰρ τὸ ἀγαιdὸὶ αἱρεῖται ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ ἀκολουθεῖ, ἀρετῇ προσψ̣ κεἰ ἡ ἐγκράτεια, καθόσον δὲ ἐναντιοῦται αὐτῷ ἡ ἐπιθυμία καὶ ἐν ἀγῶνί ἐστιν ἀεὶ διὰ τὸ μὴ ἔχειν ἕξιν, κατὰ τοῦτο οὐκ ἔστιν ἀρετή. ἀκολούθως δὲ οὐδὲ ἡ ἀκρασία κακία ἐστὶ κατὰ ἰὴν κακίαν τὴν ἀντικειμένην ταῖς ἡθι- καῖς ἀρεταῖς. ὁ μὲν γὰρ τὴν ἄλλην κακίαν φαῦλος, ἑμςιν ἔχων τῆς φαυλό τητος, πράττει τὰ φαῦλα, μὴ ἀντιτείνοντος αὐτῷ τοῦ λογισμοῦ, ὁ δὲ ἀκρα- τοῦ λογισμοῦ πρὸς τὸ ἀγαθὸν ἕλκοντος, ὑπὸ |τῶν ἐπιθυμιῶν κρα- τεῖιαι καὶ διὰ ιοὗτο οὐκ ἔστιν ὁμοειδὴς τῇ κακίᾳ ἡ ἀκρασία· ὅτι δὲ παρὰ τὸν λόγον καὶ αὐτή ἐστι καὶ ἑκούσιον, κατὰ τοῦτο αὐτῇ κοινωνεῖ. λέ- γωμεν δὴ περὶ αὐτῶν κατὰ τὸν τρόπον ,καθ’ ὃν καὶ περὶ τῶν ἄλλων ηἴ- πομεν· ἐκθησόμεθα γὰρ τοὺς δοκοῦντας περὶ αὐτῶν λόγους, ὧν τοὺς μὴ συμβαίνοντας τῇ ἀληθείᾳ ἐλέγξαντες, τοὺς μάλιστα ἐνδόξους καταλείψαντες βεβαιώσομεν· καὶ οὕτως ἔσται φανερὸς ὁ περὶ αὐτῶν λόγος. δοκεῖ δὴ πᾶσιν ἡ ἐγκράτεια ἀγαθὸν καὶ ἡ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαι- νετῶν εἶναι, ἡ δὲ ἀκρασία τοὐναντίον. φασὶ δὲ περὶ τῆς ἐγκρατείας καὶ ταῦτα· πρῶτον μέν, ὅτι ὁ ἐγκραιὴς ὁ αὐτός ἐστι ἰῷ ἐμμενετικῷ ἔν τινι λογισμῷ καὶ ἀκινήτῳ καὶ ἐγκράτεια τὸ ἐμμένειν τῷ λογισμῷ ,ἀκρασία δὲ καὶ ἀκρατὴς τοὐναντίον· δεύτερον, ὅτι εἰδὼς ὁ ἐγκρατὴς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι, ἀφίσταται τούτων καὶ ἀκολουθεῖ τῷ λόγῳ, ὁ δὲ ἀκρατής, εἰδὼς ὅτι φαῦλα πράττει, διὰ τὴν ἡδονὴν οὐ πείθεται τῷ λόγῳ· τρίτον, ὅτι καὶ ὁ σώφρων ἐγκρατής ἐστι καὶ καρτερικὸς καὶ ὁ ἀκόλαστος τοβναντίον· τέταρτον, ὅτι καὶ πᾶς ἐγκρατὴς σώφρων (ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκραιῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων)· πέμπτον ὅτι ἐνδέχεται φρόνιμον καὶ δεινὸν ὄντα καὶ ἀκρατῆ εἶναι· ἕκτον ,ὅτι λέγονται ἀκρατεῖς οἱ πρὸς θυμὸν ἐπιρπεπεῖς καὶ οἱ σφόδρα τιμῆς καὶ κέρδους ὀρεγόμενοι. ταῦτα μὲν οὗν εἰσι πάντα σχεδὸν τὰ λεγόμενα περὶ ἐγκρατείας καὶ ἀκρασίας· ὧν περὶ ἑκάστου σκεψὡμεθα· καὶ πρῶτον περὶ τοῦ πρώτου. Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμἑνις. κεφ. β'. Εἰ τοῦτό ἐστιν ἡ ἐγκράτεια, τὸ ἐμμένειν πάσῃ δόξῃ, ἔσται καὶ φαύλη ἐγκράτεια, ὅταν ἐμμένῃ τις ψευδεῖ δόξῃ· ἀ̣λλὰ μὴν ὑπόκειται ἐπαινετὸν καὶ ἀγαθὸν εἶναι αὐτήν· οὐκ ἄρα τὸ ἐμμένειν ἀπλῶς τῇ παρούσῃ δόξῃ ἐγκράτειά ἐστιν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία οὐ πᾶσα φαύλη ἔσται καὶ φευκτὴ ἀλλὰ καὶ ἀγαθή, ὅταν μὴ ἐμμένῃ τις τῇ ψευδεῖ δόξῃ, ὥσπερ ὁ Νεοπτόλεμος πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ψεύσασθαι, καὶ μὴ ἐμμείνας τῇ δόξῃ ἀλλὰ ἀληθεύσας· ἢ εἴ τις ἀπατηθεὶς ὑπὸ τοῦ προσδιαλεγομένου καὶ δοξάσας ψευδῆ οὐκ ἐμμένει τοῖς δεδογμένοις· οὐ γὰρ ψέγεται ὁ τοιοῦτος· ὁ δὲ ἀκρατὴς ψέγεται· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῆ δόξῃ ἐγκρατής ἐστιν οὐδὲ ὁ τἦζ δόξης ἐκστατικὸς ἀκρατής· ὅλως ὸὲ ἀκρασία μετὰ ἀφροσύνης συμβαίνει ἀρειὴ εἶναι, εἰ τοῦτό ἐστιν ἀκρασία τὸ ἐξίστασθαι τῆς δόξης καὶ μὴ ἐμμένειν τοῖς δοκοῦσιν ἀγαθοῖς· εἰ γάρ τις ὑπὸ ἀφροσύνης νομίζει τὴν ἀκολασίαν ἀγαθόν, μὴ ἐμμένει δὲ τοῖς δεδογμένοις, ἔστα σώφρων· καὶ οὕτως ἔσται ὁ ἀκρατὴς σπουδαῖος, ὅπερ ἐστὶ ψεὺδος· ψεχτὸν γὰρ δοκεῖ πᾶσιν ἡ ἀκρασία. ἔτι ὁ δυνάμενος ἐκστἠναι τῆς δόξης τοῦ μὴ δυναμένου βελτίων ἐστὶ πολλάκις· ὁ δὲ ἀκρατὴς τοῦ ἐγκρατοῦς οὐκ ἔστι βελτίων· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής, οὐδὲ ὁ ἐκστατικὸς ἀκρατής. ὅτι δὲ ὁ δυνάμενος ἐκσιῆναι τῆς δόξης βελτίων τοῦ μὴ δυναμένου, ὸῆλον· ὁ γὰρ τῷ ἠπατῆσθαι τὰ φαῦλα |διώκων, ὅτι νομίζει ἀγαθὰ εἶναι, βελιίων ἐστὶ τοῦ εἰδότος ὅτι φαῦλα καὶ διώκοντος· ὁ μὲν γὰρ ὴπατημένος μεταπεισθεὶς δύναται ἀγαθὸς γενέσθαι, ὁ δὲ δι᾿ ἀκρασίαν διώκων καὶ εἰδὼς ὅτι φαὐλα, οὐ δύναται ἐκστῆναι τῶν κακῶν· πῶς γὰρ ἂν ἐκσταίη, ἐπεὶ οὐ δύναται μεταπεισθῆναι; ὃ γὰρ ἔδει γινώσχειν, οἶδε, καὶ εἰδὼς ἀκρατεύεται, καὶ ἔνοχός ἐστι τῇ παροιμίᾳ “ὅιαν τὸ ὕδ ὢρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;” φανερὸν δὴ ὅτι τὸ ἐμμένειν τῇ παρούσῃ δόξῃ οὐκ ἔστιν ἐγκράτεια οὐδὲ τὸ ἐξίστασθαι ἀκρασία. Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ᾗ γινώσκων οὐκ ἐμμένει. κεφ. γ'. Zητητέον δὴ περὶ τοῦ δευιέρου· ἀπορία γάρ ἐστι, πῶς ὑπολαμβάνων ὀρθῶς περὶ ὧν πράττει τις ἔπειτα ἀκρατεύεται. καί φασί τινες, ὅτι οὐ γινώσκει ὁ ἀκραίῃς ἃ πράττει φαῦλα εἶναι ,οὐδ’ ἔχει ἐπιστήμην αὐτῶν, ὥσπερ ὁ Σωκρἁ̣της ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπεο ἀνδράποδον. οὗτος δὲ ὁ λόγος ἐναντίος ἐστὶ τοῖς φανεροῖς· ὅτι γάρ ἐστιν ἀκρατής, καὶ τοῦτό ἐστιν ἀκρατής, ὁ πρὸς τἀναντία ὧν οἶδεν ἀγαθῶν φερόμενος, φανερόν. διὸ ζητητέον, εἰ δι᾿ ἄγνοιαν πράττει πᾶς ὁ πράττων τὸ πονηρόν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας· ἄλλοι δὲ οἴονται εἰδέναι μὲν ἃ πράττει τὸν ἀκρατῆ, ἐπιστήμην δὲ οὐκ ἔχειν αὐτῶν ἀλλὰ δόξαν· οὐ γὰρ δυνατὸν ἐπιστήμην ἔχοντα κραιεῖσθαι ὑπὸ τῶν ἡδονῶν· οὐδὲν γὰρ εἶναι τῆς ἐπιστήμης ἐπικρατέστερον· διὰ τοῦτο τὴν τοῦ ἀκρατοῦς γνῶσιν δόξαν εἶναί φασιν. ἀλλὰ μὴν εἴ γε δόξα ἐστὶ καὶ μὴ |ἐπιστήμη, οὐδ᾿ ἰσχυρὰ γνῶσις τοῦ πράγματος ἐν τῷ ἀκρατεῖ ἀλλ᾿ ἀσθενής τις ναὶ ἠρεμαία καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη ἂν εἴη τοῖς ἀκρατέσι μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελκσυσῶν ἐπιθυμιῶν· οὐκ ἄρα μοχθηρὸν ἡ ἀκρασία· οὐδενὶ γὰρ συγγνώμη τῶν μοχθηρῶν καὶ ψεκτῶν καὶ φευκτῶν· τοιοῦτον δὲ ἡ ἀκρασία. ἐπεὶ δὲ οὔτε δόξα ἐστὶν ἡ γνῶσις τοῦ ἀκρατοῦς οὔτε ἐπιστήμη, δοκεῖ φρόνησιν εἶναι· αὕτη γὰρ λείπεται καὶ ἔστιν ἰσχυρὰ γνῶσις· καὶ τοῦτο δὲ ἄτοπον· ἔσται γὰρ ἅμα καὶ φρόνιμος καὶ ἀκρατής. οὐδεὶς δ’ ἂν εἴποι φρονίμου εἶναι τὸ πράττειν τὰ φαῦλα ἑκόντα· ἐπεὶ καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ὅτι πρακτικός γε ὁ φρόνιμος καὶ περὶ αὐτάς ἐστι τὰς πράξεις τὰς μερικὰς καὶ τὰς ἄλλας ἀρετὰς ἑπομένας ἔχων ἐξ ἀνάγκης· οὐκ ἄρα φρονήσει γινώσκει ὁ ἀκρατής. κατὰ μὲν οὖν τοὺς εἰρημένους τρόπους γινώσκειν τὸν ἀκρατῆ δέδεικται μὴ δυνατὸν εἶναι· ζητητέον ἄρα τὸν τρόπον, ὃ μετὰ μικρὸν ἀκριβέστερον ἐπισκεψόμεθα. Ὄτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής. κερ. δ᾿ . Νῦν δὲ σκοπῶμεν περὶ τοὺ τρίτου. εἰ δυνατὸν τὸν σώφρονα ἐγκρατῆ 20 εἶναι καὶ ἔτι περὶ τοὺ· τετάρτου, εἰ πᾶς ἐγκρατὴς σώφρων. φανερὸν δὲ ἔσται λαβοῦσι τὸν ὁρισμὸν τοῦ ἐγκρατοῦς· ἔστι δὴ ἐγκρατὴς ὁ ἀνθιστάμενος πρὸς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· <ἔχει ἄρα ὁ ἐγκρατὴς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· >εἰ δὴ ὁ σώφρων ἔσται ἐγκρατής, ἕξει φαύλας ἐπιθυμίας καὶ ἰσχυράς· ὅπερ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς σωφροσύνης. ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται· ἄλλως τε ὁ μὲν σώφρων ἥδεται οἷς πράττει ἄλλως γὰρ οὐκ ἄν ἦν σώφρων), ὁ δὲ ἐγκρατὴς ἐν ἀγῶνι ὢν καὶ μάχῃ πρὸς τὰς ἐπιθυμίας οὐχ ἥδεται· ἡ γὰρ ἡδονὴ ἐν τῇ ἠρεμίᾳ ἐστίν. ἔτι τὸν ἔχοντα ἕξιν ἀνδρείας ἐπιόντα ἐξαίφνης τὰ φοβερά, καὶ πρὶν τῷ λόγῳ κατ’ αὐτῶν χρήσασθαι, οὐ ταράττει· ὁμοίως δὴ καὶ τὸν ἔχοντα ἕξιν σωφροσύνης οὐ κινήσει τὰ ἡδέα, καὶ πρὶν περὶ αὐτῶν σκέψασθαι καὶ τὸν λόγον ἀντιστῆσαι. ὁ δὲ ἐγκρατὴς οὐ τοιοῦτος· ἐν γὰρ τῷ χρῆσθαι τῷ λόγῳ κατ’ αὐτῶν καὶ ἀνθίστασθαι πρὸς αὐτὰς ἡ ἐγκράτεια συνίστασθαι λέγεται. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι τοῦ ἐγκρατοῦς, φαύλη ἡ ἐγκράτεια, κωλύουσα αὐταῖς χρῆσθαι εἰ δὲ ἀσθενεῖς καὶ οὐ φαῦλαι, οὐδὲν σεμνὸν ἡ ἐγκράτεια· νῦν δὲ τοιαύτη δοκεῖ· εἰ δὲ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα τὸ τοιούτων κρατεῖν, ὥστε οὐ μέγα ἡ ἐγκράτεια· λείπεται δὴ φαύλας εἶναι τὰς ἐπιθυμίας τοῦ ἐγκρατοῦς καὶ ἰσχυράς. καὶ διὰ τοῦτο οὔτε ὁ σώφρων ἐγκρατὴς ἂν εἴη οὔτε ὁ ἐγκρατὴς σώφρων. Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. ε'. Ἐx τῶν εἰρημένων δὲ φανερόν, καὶ ὅτι οὐ δύναται ὁ φρόνιμος ἀκρα- τῆς εἶναι. ἐπεὶ γὰρ τῇ φρονήσει ἕπεται καὶ ἡ σωφροσύνη. ὅτι καὶ πάσα ἠθικὴ ἀρετή, ὁ δὲ σώφρων οὐ δύναται ἐγκρατὴς εἶναι, πολλῷ μᾶλλον οὐδὲ ἀκρατής ἐστιν· εἰ δὲ τοῦτο, οὐδὲ ὁ φρόνιμος ἀκρατὴς ἂν εἴη. Ὅπως ζητῆσαι <δεῖ> τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. τ'. Ζητητέον δὲ καὶ περὶ τοῦ ἕκτου, εἰ περὶ πλοῦτον καὶ δόξαν καὶ πλῶς πᾶν ἐπιθυμητὸν ἡ ἀκρασία ἐστὶ καὶ ἡ ἐγκράτεια. καὶ εἰ τοῦτο, καὶ ὁ περὶ ἕκαστον τούτων ἐπιρρεπῶς ἔχων ἀκρατής ἐστι, ζητητέον τίς ὁ ἀπλῶς ἀκρατής. οὐ γὰρ ὁ περὶ πάντα ἔχων οὕτως, ἐστίν· οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἁκρσίας, ὥστε ζητῶμεν τὸν κυρίως ἀκρατῆ. ἰὰ μὲν οὖν ζητήματα τὰ περὶ τῆς ἐγκρατείας καὶ αἱ ἀπορίαι τοιαῦται συμβαίνουσι· τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ, τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἁ πόρ’ ίας εὕρεσίς ἐστι τοὺ ζητουμένου. πρῶτον μἐν οὗν σκεπτέον, πότερον εἰδότες ἀκρατεύονται οἱ ἀκρατεῖς ἢ οὔ, καὶ πῶς εἰδότες· ἔπειτα περὶ ποῖά ἐστιν ὁ ἐγυρατὴς καὶ ὁ ἀκρατής, λέγω δὲ περὶ πᾶσαν ἡδονὴν καὶ λύπην, ἢ περί τινας ἀφωρισμένως· καὶ τὸν εγκρατῆ καὶ τὸν καρτερικὸν εἰ διαφέρουσι, καὶ ὅσα ἀκόλουθα τούτοις τοῖς ζητήμασιν εἰσιν. ὧν ἀρχή ἐστι τὸ ζητῆσαι περὶ τοῦ ἐγκρατοὺς καὶ ἀκρατοῦς, κατὰ τί διαφέρουσι· κατὰ τὰ ὑποκείμενα, περὶ ἅ εἰσιν, ἢ κατὰ τὸν τρόπον, καθ’ ὃν πρὸς αὐτὰ ἔχουσιν, ἢ κατ’ ἀμφότερα. μεῖά δὲ τοῦτο σκεπτέον, εἰ περὶ ἅπαντα τὰ ἡδέα ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντά ἐστιν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ ὁ ἀπλῶς ἀκρατής, ἀλλὰ περὶ ἃ ὁ ἀκόλαστος, οὔτε ὁμοίως τῷ ἀκολάστῳ ἔχει προς αὐτὰ, ἀλλὰ ἕτερον τρόπον· ὁ μὲν γὰρ ἀ· κόλαστος διεφθαρμένως κρίνων καὶ νομισας ἤδη ἀγαθὸν τὸ διώκειν ἀεὶ τὸ ἡδὺ πρὸς αὐτὸ φέρεται, ὁ δὲ ἀκρατής, τοῦ λόγου ἀντιλέγοντος τῆ ἐπιθύμῳ, αὐτὸς ἀκολουθεῖ. Τίνα τρόπον γινώσκει ὁ ἀκρατῆς. κεφ. ζ'. Τὸ μὲν οὗν δόξαν· εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ αντιπραττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· τοῦτο γὰρ ζητοῦμεν, εἰ βεβαία ἐστὶν αὐτῷ ἢ ἀμφίβολος ἡ γνῶσις τοῦ ἀγαθοῦ· συμβαίνει δὲ πολλάκις τὴν δόξαν οὕτω βεβαίως ἐγκεῖσθαι, ὥστε μὴ διαφέρειν ἐπ· ιστήμης κατὰ τὸ ἀντιβαίνειν ταῖς ἐπιθυμίαις. καὶ ἔνιοι οὕτω πιστεύουσιν οἷς δοξάζουσιν, ὥσπερ οἱ ἐπιστήμονες τοῖς διὰ τῆς ἐπιστήμης γινωσκομένοις· ὥσπερ ὁ Ἡράκλειτος ἃ ἐδόξαζεν ᾤετο ἐπίστασθαι ἀκριβῶς, οἷον, ὅτι οὐκ ἔστι κίνησις καὶ τἄλλα ὅσα ἐτίθει. τῇ γοῦν τοιαύτῃ δόξῃ τοῦ ἀγαθοῦ ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοὐ ἀγαθοῦ καὶ πρὸς τὸ ἡδὺ φερομένου· ὁμοίως γάρ εἰσι μοχθηροί, καθόσον ὁμοίως ἰσχυρῷ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοῦ ἀγαθοῦ καὶ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς δυνατὸν τὸν εἰδότα τὸ ἀγαθὸν αἱρεῖσθαι τὸ κακόν, οὐχ οὕτω δύναται λυθῆναι. ζητητέον δὴ πῶς ἑτέρως λυθήσεται. λέγωμεν τοίνυν ὅτι τὸ ἐπίστασθαι καὶ κατὰ ἐπιστήμην γινώσκειν διττόν ἐστι. λέγεται γὰρ ἐπίστασθαι καὶ ὁ ἐνιῶν τὴν ἐπιστήμην καὶ χρώμενος αὐτῇ, ὥσπερ εἴ τις γεωμέτρης ὢν καὶ γεωμετρεὶ λέγεται λέγεται ἐπίστασθαι καὶ ὁ ἔχων μὲν τὴν ἐπιστήμην μὴ χρώμενος δὲ αὐτῇ, ὥσπερ γεωμέτρης λογοποιῶν ἢ ἄλλο τι πράττων, οὐ γεωμετρῶν· ὥσπερ οὖν ἐπὶ τοδ’ γεωμέτρου θαυμαστὸν μέν ἐστιν, εἰ γεωμετρῶν ψευδῆ συναγάγοι, θαυμαστὸν δὲ οὐδέν, εἰ λογοποιῶν οὐ συνορᾶ‘, εἴ τις παρὰ τὴν γεωμετρίαν ἰά σχ· ήματα θεωροίη, τὸν ἴσον τρό πον καὶ ἐπἰ τοῦ ἀκρατοῦς ἔχει. εἰ μὲν γὰρ ἐπιστάμενος ὁ ἀκρατὴς καὶ χρώμενος ἰῇ ἐπιστήμῃ καὶ κατ᾿ αὐτὴν θεωρῶν ἐπὶ τἀναν. τία ὧν ἐπίσταται φέρεται, θαυμάσιόν εἰ δὲ μὴ χρώμενος, κἂν ἐπιστήμην ἔχῃ, οὐ δεῖ θαυμάζειν. ἔτι καὶ ὅταν τις ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος, ἂν μὴ τελείως χρῆται, οὐδὲν θαυμάσιόν, εἰ μοχθηρός ἐστιν. ἐπεὶ γὰρ δυσὶ τρόποις προτάσεων άοιδεικνὺς ἐπίσταται ὁ ἐπιστάμενος, καθόλου κα μερικῷ, ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται, λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται, θαυμαστὸν οὐδὲν εἰ μοχθηρός ἐστιν, οἷον ἐπίσταταί τις, ὅτι τόδε πονηρόν. τὸ δὲ πονηρὸν οὐ δεῖ πράττειν, τόδε ἄρα οὐ δεῖ πράττειν. καὶ ἀμφοτέρων οὐσῶν ἐν τῇ ψυχῇ τῶν προτάσεων, ἐπειδὰν ἐπιθυμία τις ἐπί τι κινῇ πονηρόν, συμβαίνει τῇ μὲν καθόλου χρῆσθαι, ὅτι τὸ κακὸν οὐ δεῖ πράττειν καὶ θεωρεῖν κατ’ αὐτὴν τηνικαῦτα, τὴν δὲ μερικήν, ὅ, τόδε κακόν, ἔχειν μέν, οὐ χρῆσθαι δέ, οὐδὲ συνορᾶν ἐνεργείᾳ καὶ διὰ τοῦτο πρὸς τὴν μοχθηρίαν χωρεῖν, ὥσπερ ἀποτυφλωθέντα, τοῦτο δὲ οὐδὲν θαυμαστόν. εἰ γὰρ καὶ χρῆται τῇ καθόλου προτάσει, ἀλλὰ πράττειν οὐ δύναται κατὰ τὴν ἐπιστήμην μὴ χρώμενος καὶ τῇ μερικῇ· αὕτη γάρ ἐστιν ἡ κυρία τῶν πράξεων. ἢν γάρ τις εἰδῇ, ὅτι τοῖς ξηροῖς χρηστέον μ’ εἰδῇ δὲ ὅτι τάδε ξηρά, οὐδὲν μᾶλλον χρήσεται τοῖς ξηροῖς· οὕτω δὴ καὶ ἐπὶ τούτων ἔχει· ἄν τις τῇ καθόλου χρῆται καὶ θεωρῇ, τῇ μερικῇ δὲ οὐ χρῆται, οὐδὲν τῆς ἐπιστήμης ἀπώνατο. αί μερικαὶ δὲ διαφέρουσι· τὰς μὲν γὰρ ἀνάγκη πᾶσα εἰδέναι, τῶν καθόλου γινωσκομένων, τἀς δὲ οὔ. ὅταν γὰρ τὸ καθόλου οὕτως ἔχῃ, ὥστε περιέχειν αὐτὸν τὸν συλλογιζόμενον ἢ τὸν ὁμοειδῆ, τῇ κα θόλου γινώσκεται καὶ ἡ μερική, οἷον πᾶσιν ὰνθρώποις βλαβερὸν ὁ ἐλλέβορος, αὐτὸς δὲ ἄνθρωπος, αὐτῷ ἄρα βλαβερὸν ὁ ἐλλέβορος. ἐνταῦθα τῇ καθόλου καὶ ἡ μερικὴ συγγινώσκεται· οὐ γὰρ ἑαυτὸν δύναται ἀγνοεῖν ὅτι ἐστὶν ἄνθρωπος· ὁμοίως δὲ κἄν τοὺς ὁμοειδεῖς περιέχῃ· οὐδὲ γὰρ οὐδὲ αὐτοὺς ἀγνοεῖν δυνατόν. ὅταν δὲ ἡ καθόλου πρᾶγμά τι περιέχῃ, τότε οὐκ ἀνάγκη, τῆς καθόλου γινωσκομένης, καὶ τὴν μερικὴν γινώσκεσθαι, οἷον πᾶς ἐλλέβορος βλαβερόν, τόδε ἐλλέβορος, τόδε ἄρα βλαβερόν· ἐνταῦθα οὐκ ἀνάγκη γινώσκεσθαι τὴν μερικήν, τῆς καθόλου γινωσκομένης. τὴν τοιαύτην οὖν μερικὴν ὁ ἀκρατὴς ἢ οὐκ ἔχει ἢ ἔχων οὐ χρῆται. τὸ δὲ χρῆσθαι καὶ μὴ χρῆσθαι τοσούτῳ ἀλλήλων, μέθᾳ καὶ θαυμάζομεν εἰ ἔστι τις οὕτως ἔχων, τὸν δὲ μὴ χρώμενον καὶ ἁμαρτάνοντα, οὐδαμῶς. ἔτι οὐ τούτῳ μόνω διαφέρουσιν οἱ ἐπιστάμενοι. τῷ τοὺς μὲν ἔχειν καὶ χρῆσθαι. τοὺς δὲ ἔχειν μέν, οὐ χρῆσθαι δέ. ἀλλὰ καὶ καὶ αὐτὸ τὸ ἔχειν διαφέρουσιν· οὐ γὰρ ὁμοίως ἔχουσι τὰς ἐπιστήμας οἱ επιστάμενοι· ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν. οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον. κατὰ τοῦτον δὲ τὸν τοόπον ἔχουσι τὴν ἐπιστήμην καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες· μεθύσοσι γὰρ ὑπὸ τῆς ἐπιθυμίας καὶ μαίνονται ὑπὸ τοῦ θυμοδ· καὶ ὥσπερ ἐπὶ τῶν μαινομένων καὶ οἰνωμένων αὐτὼν καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται φανεοῶς ὑπὸ τῶν τοιούτων παθῶν· καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ καθαρῶς μαίνονται. φανερὸν φανερὸν οὑν, ὅτι ἡ ἐπιστήμη τῶν ἀκρατῶν ὁμοίως ἔχει τῇ τῶν μεθυόντων καὶ μαινομένων. δὲ · καὶ λέγουσι λόμους τῆς ἐπιστήμης. οὐ παρὰ τοῦτο φαίνονται μὴ ὁμοίως ἔχειν τοῖς εἰρημένοις· καὶ γὰρ καὶ οἱ μεθύοντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμτεδοκλέους· ὥσπερ καὶ οἱ ἄρτι μανθάνοντες παῖδες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δὲ οὔπω πρὶν ἐν ἔθει γενέσθαι καὶ ὥσπερ συμφῦναι, ὅπερ διὰ μακροῦ γίνεται χρόνου· ὥστε καθάπερ τοὺς ὑποκρινομένους. οὔτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἱ πρόσωπα ὑποκρινόμενοι τὰ ἐν ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδέν ὧν λέγουσιν, ἔτι καὶ τόνδε ἰὸν τρόπον φυσικῶς ἄν τις συνίδοι τὴν αἰτίαν, δι’ ἣν γινώσκοντες οἱ ἀκρατεῖς τὸ ἀγαθὸν οὐχ αἱροῦνται. ἔστι δόξα καθόλου καὶ ἔστι δόξ’ μερική, ἥτις δὴ μερικὴ περὶ τὰ αἰσθητά ἐστιν· ὅταν δὲ ἀπὸ τῆς καθόλου καὶ τῆς μερικῆς δόξης ἄλλην τινὰ συναγάγωμεν δόξαν, ἀνάγκη, εἰ μέν ἐστιν ἡ δόξα θεωρητική, καταφάναι τὴν διάνοιαν καὶ πιστεῦσαι ὅτι οὕ. τως ἔχει, εἰ δέ ἐστι πρακτικὴ ἡ δόξα, ἀνάγκη πράττειν εὐθύς, ἄν μή τις κωλύῃ, οἷον θεωρητικὴ μὲν δόξα, ὅτι ἐλλέβορος βλαβερὸν ἡ τὸ μέλι γλυκύ‘, ὅπερ εἰ συνάγομεν, πιστεύομεν μόνον, οὐ πράττομεν, πρακτικὴ δέ, ὅτι τοῦ γλυκέος γεύεσθαι δεῖ, ὅπερ εἰ συνάγομεν, πράξομεν καὶ γευσόμεθα. ὅταν οὖν αἰ μὲν δόξαι, καὶ ἡ καθόλου καὶ ἡ μερική, κελεύωσι πράττειν τι, οἷον, δεῖ γεύεσθαι τοῦδε, ὅτ. ι τόδε γλυκύ, τοὐ δὲ γλυκέος γεύεσθαι δεῖ. ἡ δὲ ἐπιστήμη κελεύῃ καὶ ὁ καθόλου λόγος μὴ γεύεσθαι, τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα τοῦ πράγματος, τὸ μὲν ἐκ τούτων συναγόμενον ἐνεργείᾳ ἔχει καὶ χρῆται αὐτῷ, τὸ δὲ καθόλου κωλύει γεύεσθαι, ἡ δ᾿ ἐπιθυμία μετὰ τῆς δόξης ἐπὶ τὸ γευστὸν ἄγει· δύναται γὰρ κινεῖν ἕκαστον τῶν μορίων, λέγω δὲ τὰς οἰκείας αἰσθήσεις τῷ ἐπιθυμητῷ, ὅρασιν εἰ ὁρατόν ἐστι τὸ ἡδύ, ὃ ἑαυτὸ ἑαυτὸ ἕλκει, καὶ γεῦσιν τὸ γευστόν· ὥστε συμβαίνει τὴν ἀκρασίαν ὑπὸ λόγου γίνεσθαι, καὶ δόξης τῆς ἐναντίας ἰῷ λόγῳ· ἔστι δὲ ἐναντία ἡ δόξα τῷ ὀρθῷ λόγῳ οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν· οὐ γὰρ ἡ δόξα τῇ ἰδίᾳ δυνάμει τοῦ λόγου τοὐ ὀρθοῦ κρατεῖ· ἀδύνατον γὰρ ἐπιστήμης δόξαν περιγενέσθαι ἀλλὰ τῇ δυνάμει τῆς ἐπιθυμίας, ἣ καὶ τὸ σῶμα μεθίστησι καὶ ἀλλοιοῖ· γίνεται δὴ ἡ ἀκρασία ὑπὸ λόγου καὶ δόξης ἀντιῳθεγγομένης τῷ ὀρθῷ λόγῳ διὰ τῆς ἐπιθυμίας. διὰ τοῦτο οὐδὲ τὰ θηρία ἀκρατῆ δύνανται λέγεσθαι, ὅτι οὐκ ἔχουσι λόγον ᾧ ἀνθίσταται ἡ ἐπιθυμία, ἀλλὰ φαντασίαν τινὰ τῶν μερικῶν καὶ μνήμην. πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς τῆς ἐπιθυμίας σβεσθείσης καὶ πάλιν γίνεται ὁ ἀκρατὴς ἐπιστήμων καὶ κατὰ τὴν ἐπιστήμην ἐνεργῶν, ὁ αὐτός ἐστι λόγος, ὅς ἐστι καὶ ἐν τῷ μεθύοντι καὶ καθεύδοντι· τοῦτο δὲ φυσιολόγων εἰδέναι. ὅταν δὲ ἐν τῷ πάθει γένηται ὁ ἀκρατής, τὴν ἐλάττω πρότασιν, τὴν κυρίαν τῶν πράξεων, τὴν ὅτι τόδε κακόν. ἢ οὐκ ἔχει οὐδαμῶς οὐδὲ ἐπίσταται ἢ οὕτως ἔχει ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔπη τινὰ καὶ ἀποδείξεις λέγουσιν· ἄλλως τε, ὅτι οὐδὲ ἡ ἐλάττων πρότασις αὐτὴ καθ’ αὑτὴν ἐπιστημονική ἐστιν, ὥσπερ ἡ καθόλου καὶ μείζων. ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν· οὐ γὰρ παρούσης τῆς κυρίως εἶναι δοκούσης ἐπιστήμης, ἥτις ἐστὶν ἡ καθόλου, γίνεται τὸ πάθος· οὐ γὰρ ταύτης κρατεῖ ἡ ἐπιθυ μία μία ἀλλὰ τῆς κυρίας τῶν πράξεων, ἥτις ἐστὶν ἡ ἐλάττων καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα. ταύτην γὰρ διαφθείρει ὁ πράττων, ἥτις ἐστὶ περὶ τὰς πράξεις· καὶ αὕτη περιέλκεται διὰ τὸ πάθος, οὐχ ἡ καθόλου. περὶ μὲν οὖν τῆς γνώσεως τῶν ἀκρατῶν, εἰ γινώσκουσιν ὅλως τὸ ἀγαθὸν καὶ πῶς γινώσκοντες ἀκρατεύονται, τοσαῦτα εἰρήσθω. Τίς ὁ ἀπλῶς ἀκρατὴς καὶ ὁ ἀπλῶς ἐγκρατής. κεφ. η'. Μετὰ δὲ ταῦτα ῥητέον, εἰ ἔστι τις ἀπλῶς ἀκρατὴς ἄνευ προσθήκης ἢ πάντες κατὰ μέρος, οἷον ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς δόξης· καὶ εἰ ἔστιν ἁπλῶς ἀκρατής, λεκτέον περὶ ποῖά ἐστιν ὑποκείμενα. ὅτι μὲν οὖν περὶ ἡδονὰς ἡδονὰς καὶ λύπας εἰσὶν ἅπαντες οἱ ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ ἁπλῶς καὶ μερικοί, καὶ οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν. ἐπεὶ δὲ τῶν ἡδέων τὰ μέν εἰσιν ἀναγκαῖα, τὰ δὲ οὐκ ἀναγκαῖα μέν, αἱρετὰ δὲ καθ’ ἑαυτὰ καὶ ἡδέα λέγω δὲ ἀναγκαῖα μέν, ὧν χωρὶς οὐ δύναται συνεστάναι ἢ τὸ εἶδος καθόλου τὸ ἀνθρώπινον, ὥσπερ ὁ γάμος ἡ τὸ ἄτομον, ὥσπερ τροφὴ ἄνεσις ὕπνος καὶ τὰ τοιαῦτα· οὐκ ἀναγκαῖα δέ, αἱρετὰ καὶ ἡδέα δι’ ἑαυτά, οὐ διὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, πλοῦτος τιμὴ νίκη καὶ τὰ τοιαῦτα), συμβαίνει καὶ ἐν ἀμφοτέροις ἡδέσιν ὑπερβολὰς εἶναι, καὶ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς δι’ ἑαυτὰ αἱρετοῖς, ὅταν τις αὐτοῖς χρήσηται πλέον ἢ δεῖ καὶ ὁ ὀρθὸς κελεύει λόγος αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν πρὸς τὰ ὑπερβάλλων ὑπερβάλλων τὰ μὴ ἀναγκαῖα οὐ λέγεται ἁπλῶς χωρὶς προσθήἐκείνου κἠς ἀκρατὴς ἀλλὰ ἀκρατὴς δόξης ἢ ἀκρατὴς πλούτου, ὡς ἕτερος ὢν τοὐ κυρίως καὶ ἁπλῶς ἀκρατοῦς; ὀνομαζόμενος δὲ ἀκρατὴς διά τινα πρὸς ἐκεῖνον ὁμοιότητα, καθάπερ διαφέρει ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκὼς τοῦ ἁπλῶς ἀνθρώπου. καὶ γὰρ εἰ καὶ μικρόν ἐστι τὸ διάφορον αὐτῶν, ἀλλ’ ὅμως διαφέρει, καὶ ἕτερός ἐστι διὰ τὴν προσθήκην. ὅτι δὲ διάφορός ἐστιν ἡ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ἀκρασία τῆς ἀκρασίας, δῆλον καὶ ἀπὸ τοῦ τὴν μὲν ἀκρασίαν ἁπλῶς ψέγεσθαι καὶ δοκεῖν οὐ μόνον ἁμαρ- τίαν ἀλλὰ καὶ κακίαν ἡ κυρίως ἢ κατά ιι, τὴν δὲ μετὰ προσθήκης ἀκρἀσίαν οὐ ψέγεσθαι ὡς κακίαν. οἱ μὲν οὗν περὶ τά μὴ ὰ̣ναγκαῖα ἡδέα ὑπερβάλλοντες ἀκραιεῖς λέγονται μεῖά προσθήκrις, οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωμτικ̀ὰς ἡδονὰς ὑπερβάλλοντες οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ λόγου ἀλλὰ ἀνθισιαμένου, καὶ τἀς μὲν ἡδονὰς ὑπερβαλλόντως διώκονιες, περὶ ἃς ἔφαμεν εἶναι τὸν σώφρονα καὶ τὸν ἀκόλασιον, τὰς δὲ λύπας φεύγοντες πλέον ἢ προσῆκεν, οἷον πείνης δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσι, οἱ τοιοὗτοι ἀκρατεῖς λέγονιαι, οὐ μετὰ προσθήκης ἀλλὰ̣ ἁπλῶς. δῆλον δὲ καὶ ἀπὸ τοῦ ἀκολάστους λέγεσθαι τοὺς περὶ ταῦτα ὑπερβάλλοντας, τοὺς δὲ περὶ τὰ̣ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντας οὐδαμῶς. ὅτι γὰρ περὶ τὰς αὐτὰς σωματικὰς ἡδονὰς συμβαίνει εἶναι τὸν σώφρονα καὶ ἐγκραιῆ καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον, εἰς ταὐτὸν τίθεμεν τὸν σώφρονα τῷ ἐγκρατεῖ καὶ τὸν ἀκόλασιον τῷ ἀκρατεῖ, εἰ καὶ οὐχ ὁμοίως ἔχουσι πρὸς ταύτας τὰς ἡδονάς. ὁ μὲν γὰρ ἀκόλαστος προαιρούμενος ἐπὶ τὴν ἐπιθυμίαν φέρεται, ὁ δὲ ἀκρατὴς μὴ προαιρούμενος, ἀλλὰ τοῦ ὀρθοῦ λόγου ἀνθισταμένου. τὸν μὲν οὖν ἀκρατῆ ἰῷ ἀκολάστῳ εἰς ταὐτὸν τίθεμεν καὶ τῷ σώφρονι τὸν ἐγκραιἡ καὶ περὶ τὰ αὐτὰ λέγομεν αὐτοὺς εἶναι, τὸν δὲ περὶ τὰς ἄλλας ἡδονὰς τἀς μὴ ἀναγκαίας ἀκρατῶς ἔχοντα οὐδαμῶς. εἰ δὲ καὶ περὶ τὰ αὐτά ἐστιν ἡδέα ὁ ἀκραίῃς τῷ ἀκολάστῳ, ἀλλὰ μᾶλλον ὐ έγεται ὁ ἀκόλασιος ὡς μᾶλλον ταῖς ἐπιθυμίαις δουλεύων. ὁ μὲν γὰρ ἀκρατὴς σφοδροτάτων ἐπιθυμιῶν ἡττᾶται (οὐ γὰρ ἦν ἄλλως, τοῦ ὀρθοῦ ἀνθισταμένου λόγου), ὁ δὲ ἀκόλαστος καὶ μικρῶν καὶ ἀσθενῶν ἐπιθυμιῶν ἡττᾶται διὰ τὸ μὴ ἀντιπράττεαιν αὐταῖς τὸν ὀρθὸν λόγον καὶ ζητεῖ τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας· καὶ εἰ μετρίων κινουσῶν ἐπιθυμιῶν οὕτως εἰς τὰς ὑπερβολὰς φέρεται, τίς ἄν γένοιτο, εἰ προσγένοιτο αὐιῷ ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων χρείας λύπη ἰσχυρά; Περὶ τῆς θῆ ρι ὦδ’ ίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ'. Πάλιν τῶν ἡδέων· τὰ μέν ἐστι φύσει ἀγαθά, τὰ δὲ φύσει κακά, τὰ δὲ μεταξύ. καὶ φύσει μὲν ἀγαθὰ ἡδέα εἰσίν, ἃ δι᾿ ἑαυτὰ καὶ οὐ δι᾿ ἄλλα ζητοῦμεν, οἷον δόξαν νίκην ὑγίειαν, φύσει δὲ κακὰ οἶον τὸ φαγεῖν ἄνθρωπον καὶ πιεῖν αἵματος ἀνθρωπίνου καὶ ἡ παρὰ φύσιν ἀκολασία, μεταξὺ δὲ τούτων, ὅσα δι᾿ ἑαυτὰ μὲν οὔιε ἀγαθά εἰσιν οὔτε κακὰ ἀλ̣λὰ χρήσιμα πρός τι ἀγαθόν; οἷον τὰ σιτία καὶ τὸ |ἱμάτιον καὶ ὁ γάμος· τὰ̣ὲν οὖν φύσει ἀγαθὰ καὶ τὰ ῳταξύ, ἐπειδάν τις ζητῇ ,ἐπαινεῖται, ἐὰν μὴ ὑπερβάλλῃ τὸν ὀρθὸν λόγον ἀλλ᾿ ὡς προσῆκε ζητῇ. καὶ γὰρ ἡ ὑπερβολὴ ἐν ἅπασιν οὐκ ἐπαινετόν, ἀλλ’ ἡ μὲν ἐν τοῖς φύσει ἀγαθοῖς ὑπερβολὴ ψεκτὸν μὲν οὐκ ἔστιν οὐδὲ μοχθηρόν, ὅτι τὰ διωκόμενα, ὡς εἴρηται, φύσει εἰσὶν ἀγαθὰ καὶ δι᾿ ἑαυτὰ ζητοῦντι, φευκτὸν δέ ἐστὶ καὶ φαῦλον· τοῦ γὰρ φι- καθάπερ ἡ Νιόβη, ἣ καὶ πρὸς τοὺς θεοὺς ὑπὲρ τῶν τέκνων ἐμάχετο, ἢ ὁ Σάτυρος ὡς θεὸν ἐπικαλούμενος τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν. νεῖν. ἀλλ’ οὐδὲ ἀκρασία ἐστὶν ἡτοιαύτη ὑπερβολή. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστι. λέγεται δὲ ἀκρασία δι ὁμοιότητά τινα, ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης, καθὼς εἴρηται ἀκρασία κέρδους ἡ ἀκρασία τιμῆς. καὶ ἀκρατὴς οὐχ ἁπλῶς ἅλ’ ἄι’ τιμῆς ἢ φιλοτεκνιας η τινος τῶν τοιούτων· ὥσπερ κακὸν ἰατρὸν λεγομεν τὸν παρὰ τὴν ἐπιστήμην χρώμενον τοῖς νοσοῦσι, καὶ κακὸν ὑποκριτὴν τὸν μὴ ἀκριβῶς μιμούμενον ὃν ὑποκρίνεται, καὶ οὐχ ἀπλῶς κακόν, ὅτι οὐκ ἔστι κακία ἡ τοιαύτη παρατροπή, ἀλλὰ καθ’ ὁμοιότητα μετὰ προσθήκης. ἡ μὲν οὗν περὶ τὰ φύσει ἀγαθὰ καὶ ἡδέα ὑπερβολὴ οὕτως ἔχει. τῶν δὲ μεταξὺ ἀγαθῶν αἱ ὑπερβολαὶ μοχθηραί εἰσι καὶ ψεκταί, ὅτι τὰ τοιαῦτα ἀγαθὰ ἀφ’ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά. καὶ διὰ τοῦτο, ἄν πρὸς τέλος ταχθῶσι μοχθηρόν, μοχθηρά εἰσι. τάττονται δὲ εἰς μοχθη ρὸν τέλος, ὅταν μεθ’ ὑπερβολῆς διώκωνται· ὁ γὰρ ὑπερβάλλων ἐν τῇ χρήσει τῶν σιτίων καὶ τῶν ἐνδυμάτων καὶ τῶν θλῶν ἀναγκαίων καὶ παρὰ τὸν ὀρθὸν λόγον αὐτοῖς χρώμενος εἰς τὴν ἀκολασίαν αὐτὰ τάττει. καὶ διὰ τοῦτο ἡ τούτων ἁπάντων ὑπερβολὴ μοχθηρία ἐστί. ἐστί. δὲ καὶ ἁπλῶς ἀκρασία καὶ χωρὶς προσθήκης, περὶ ἃ καὶ ἡ σωφροσύνη ἕσα καὶ ἡ ἀκολασία. λασία. τῶν δὲ φύσει κακῶν καὶ ἡδέων οὐχ αἱ ὑπερβολαὶ μοχθηραί εἰσιν, ἀλλ’ ἁπλῶς αἱ περὶ ταῦτα ἕξεις, αἵ εἰσιν αἱ θηριώδεις· ἅπερ οὐδὲ φύσει ἡδέα εἰσί. τῶν γὰρ ἡδέων τὰ μέν ἐστιν ἡδέα φύσει καὶ πᾶσι ζῴοις οἷον τροφὴ καὶ ὕπνος καὶ τὰ τοιαῦτα, ἰὰ δὲ φύσει μὲν ἡδέα, οὐ πᾶσι δὲ ηδεα, ὥσπερ ἡ τοιάδε τροφή, οἷον τὸ πόαν φαγεῖν ἢ κρέα ἐνίοις τῶν ζῴων φύσει ἡδέα εἰσί, τὰ δὲ οὐδαμῶς φύσει ἡδέα ἀλλὰ ἢ διὰ ἔ ἢ διὰ πηρώσεις ἢ διὰ μοχθηρίαν φύσεως, ἅτινά εἰσι φύσει κακά, περὶ ἃ ἡ θηριότης ἐστίν· οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν· ἢ οἷς οἵς ἥδοντο οἱ ἀπηγριωμένοι περὶ τὸν Πόντον ἄνθρωποι, οἱ μὲν ἰχθῦς ὠμοὺς ἐσθίοντες καὶ κρέα ὠμά, οἱ δὲ δανείζοντες τὰ τέκνα ἀλλήλοις εἰς εὐωχίαν· ἢ ὃ Φαλαρὶς ἐποίησε φαγὼν τὸν ἑαυτοῦ παῖδα. τοιαῦτα δὴ τὰ φύσει κακὰ καὶ ἡδέα, οὐ φύσει ἡδέα ἀλλὰ διὰ μοχθηρίαν μὲν φύσεως ἡδέα δοκοῦσι ταῦτα, τοῖς δὲ διὰ πηρώσεις ῥώσεις τινὲς ἥδονται ἢ διὰ μανίαν ἢ ἄλλην τινὰ νόσον· διὰ μανίαν μέν. ὥσπερ ὁ μανεὶς καὶ φαγὼν τοῦ συνδούλου ἧπαρ ἢ ὁ τἡν μητέρα καθτερεύσας καὶ φαγών, διὰ νόσον δὲ ὁ ἐσθίων ἀν’ θράκων καὶ γῆς· ἐξ ἔθους δὲ γίνεται θηριώδης ὁ ταῖς παρὰ φύσιν ἡδοναῖς ἐκ προοιμίων τοῦ βίου συνεθισθεὶς καὶ χαίρων μὲν σιτίοις, οἷς οὐδεὶς ἥδεται ἀνθρώπων μὴ τῶν φυσικῶν ὅρων ἐκστάς. ἀκολασταίνων δὲ τὴν πὰ παρὰ φύσιν ἀκολασίαν· καὶ διὰ μοχθηρίαν φύσεως γίνεται. ὅσοι μὲν οὗν διὰ μοχθηρίαν φύσεως τοῖς φύσει κακοῖς ἥδονται, οὔκ εἰσιν ἀκρατεῖς· οὐ γάρ ἐστιν αὐτοῖς ὀρθὸς λόγος, ᾧ ἀνθίστανται· ὁμοίως δὲ οὐδὲ ὅσοι ἐξ ἔθους ἢ νοσήματος ἢ νανίας, ἀλλὰ τὸ ἥδεσθαι τοῖς τοιούτοις ἔξω ἐστὶ παντελῶς τῶν τῆς κακίας ὅρων. εἰ δέ τις τούτων τῶν ἐπιθυμιῶν νῦν μὲν κρατεῖ, νῦν δὲ ἡττᾶται, οὐ λέγεται ἀκρατὴς ἁπλῶς, ἀλλὰ μετὰ πρόσθη κἠς, οὐδὲ ἐγκρατὴς ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἶον ἐγκρατὴς τὴν θηριωδίαν καὶ ἀκρατὴς ὁμοίως· οὐ γάρ ἐστιν ἡ θηριωδία περὶ τὰ αὐτὰ τῇ ἀκολασίᾳ, ὥσπερ ἡ ἀπλῶς ἐγκράτεια· ἡ μὲν γὰρ ἀκολασία περὶ τὰς φυσικάς ἐστιν ἡδονὰς ὁμοίως καὶ ἡ ἁπλῶς ἐγκράτεια, ἡ δὲ θηριωδία περὶ τὰς παρὰ φύσιν. πᾶσα μὲν γὰρ ὑπερβάλλουσα κακία καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἱ μὲν θηριώδεις, αἱ δὲ νοσηματώδεις εἰσίν. ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῆς. θηρἰώδη δειλίαν δειλός, νοσηματώδης δέ; οἷος ἦν ὁ δεδιὼς τὴν γαλῆν διὰ νόσον· καὶ ἐπὶ τῆς ἀφροσύνης οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνῃ αἰσθήσει ζῶντες, ὥσπερ τινὰ γένη τῶν πόρρω βαρβάρων, θηριώδη ἀφροσύνην ἄφρονες, οἱ δὲ διὰ νό σους ἐπιληπτικὰς ἢ μανίας νοσηματώδεις. ταύτας δὲ τὰς ἕξεις δυνατὸν καὶ ἔχειν καὶ μὴ κρατεῖσθαι ὑπ’ αὐτῶν, ὥσπερ εἶ Φαλαρὶς ἐκράτει τῆς ἐπιθυμίας, ἐπιθυμῶν παιδίου φαγεῖν, δυνατὸν δὲ καὶ κρατεῖσθαι ὑπ’ αὐτῶν. τὴν γοῦν τοιαύτην ἀκρασίαν καὶ ἐγκράτειαν οὐχ ἁπλῶς ἀκρασίαν καὶ ἐγκράτεαιν ἐροῦμεν, ἀλλὰ μετὰ προσθήκης, καθὼς ἐν τοῖς ἀνωτέρω εἴρηται, ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης, καὶ ἐγκράτεια θηριώδους κακίας ἢ ἐγκράτεια νοσηματώδους κακίας· ἀκρασία δὲ ἁπλῶς ἡ περὶ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη. ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνηκαὶ καὶ ὅτι ἡ περὶ τὰ ἄλλα ἡδέα ἄλλο τι εἶδός ἐστιν ἀκρασίας κατὰ μετα- φορὰν λεγόμενον καὶ οὐ κυρίως, εἴρηται. Ὅτι ἡ τῆς ἐπιθθμίας ἀκρασία ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ. · κεφ. ι'. Ζητητέον δὲ ὁποτέρα ἀκρασία ἐπιθυμιῶν αἰσχίων. ἡ τῶν ἐπιθυμιῶν ἢ <ή> τοῦ δοκεῖ δὲ ἡ τῶν ἐπιθυμιῶν αἰσχίων εἲναι τῆς τοῦ θυμοῦ ἀκρασίας. ὁ ὑπακούει θυμούμενος οὐ πάντῃ παρακούει τοῦ λόγου, ἀλλὰ κατά τι καὶ ὑπακούει καὶ παρακούει. καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ προσταττόμενον ἐκθέουσιν, εἲτα διαμαρτάνουσι τῆς προστάξεως, ἢ ὥσπερ οἱ κύνες πρὶν σκέψασθαι εἰ φίλος ὁ προσιών, πρὸς τὸν ψόφον μόνον ὑλακτοῦσιν· οὕτω καὶ ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. ὁ μὲν γὰρ γογισμὸς ἢ ἡ φαντασία τοῦτο δείκνυσι μόνον, ὅτι οὗτος ὑβρίζει ἢ καταὅσοι φρονεῖ ἢ ζημιοῖ, ὁ δὲ θυμός, ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν, εὐθὺς χαλεπαίνει. οὕτω μὲν οὖν ὁ θυμὸς ἕπεται κατά τι τῷ λόγῳ, ἡ δὲ ἔπι θυμία, ἐὰν μόνον εἴπῃ ἡ αἴσθησις ἢ ὁ λογισμὸς διεφθαρμένος2 ὑπὸ τῆς αἰσθήσεως, ὅτι τόδε ἡδύ, ὁρμᾷ ἐύς πρὸς τὴν ἀπόλαυσιν· ὥσθ᾿ ὁ μἐν θυμὸς ἀκολουθεῖ ἰῷ λόγῳ πὼς, ἡ δὲ ἔπιθυμία οὔ. αἰσχίων οὖν διὰ τοῦτο ὁ πρὸς τὴν ἐπιθυμίαν αἰ· τοὺ πρὸς θυμόν· ὁ μὲν γὰρ ἀκρατὴς τοῦ θυμοῦ κρατεῖται ὑπὸ λόγου τρόπον τινά, ὁ δὲ τῆς ἐπιθυμίας ἀκρατὴς ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. ἔτι ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακὸν τοῦ έπεσθαι ταῖς φυσικαῖς· μὰλλον γὰρ ἀξιοῦται τὸ τοιοῦτον συγγνώμης· ἀλλὰ ἡ τοῦ θυμοῦ ὰκρασία φυσικώτερον τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χργνάτωβ καὶ δόξης· ὥστε ἀνεκτότερον κακὸν ἡ τοῦ θυμοῦ ἄκρα σία τὴς ἰῶν ἐπιθυμιῶν. ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν. δῆλον. ἐγκαλούμενος γάρ τις ὅτι τύπτει ἰὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι εἶναι θυμὸν τὸν τοιοῦτον καὶ περὶ περὶ αὐτὸν ἀκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοῦ τοιοῦτον εἶναι πατοαλοίαν καὶ ἔτι ἰὸν πάππον καὶ τὸν ἑαυτοῦ υἱὸν ἔσεσθαι καὶ τυπτήσειν αὐτὸν ἐπειδὰν ἀνὴρ γένηται. καί τις ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐκέλευεν αὐτὸν πρὸς ταῖς θύραις παύεσθαι, “καὶ γὰρ ἐγὼ τὸν πατέρα τὸν ἐμὸν εἵλκυσα”, φησί, μέχρις ἐνταῦθα”. φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ οἰδῶσι τοῖς αἰσχροῖς τὸ πεφυκέναι πρὸς αὐτὰ καὶ ἀνεκτότερον ποιεῖ τὸ ἔγκλημα. ὅτι δὲ καὶ φυσικώτερον ἡ τοῦ θυμοῦ θυμοῦ τῆς τῶν ἐπιθυμιῶν δῆλον· ἁπλῶς γὰρ θυμοῦσθαι θυμοῦσθαι φυσικώτερόν τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων. τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερὸν ἀποσείηται, καὶ εἰς τοῦτο φέρει, ἡ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι· ἔστι γὰρ καὶ ἄνευ νίκης ἢ τιμῆς διασώζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινότερον τὸ θυμοῦσθαι τῶν ἐπιθυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι. ζῴοις πρόσεστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοὺ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἡ ἄρα τοῦ θυμοῦ θυμοῦ ἀκρασία φυσικώτερον καὶ διὰ τοῦτο ἦττον αἰσχρὰ τῆς τῶν ἐπιθυμιῶν. ἔτι τῶν ἀδίκων οἱ ἐπιβουλότεροι ἀδικώτεροι. ἐπιβουλοτέρα δὲ ἡ ἐπιθυμία τοῦ θυμοῦ· ἀδικωτέρα ἄμ ὅτι δὲ ἐπιβουλοτέρα, δῆλον. λεληθότως γὰρ εἰσέρχεται καὶ οὐκ ἀθρόον ὥσπερ ὁ θυμός· καὶ οἱ θυμούμενοι φανεροί εἰσιν, οἱ δὲ ἐπιθυμοῦντες οὐ πάνυ φαίνονται, ὅτι λάθρα πὼς καὶ δόλῳ κλεπτόμενοι ἐπιθυμοῦσι· καὶ διὰ τοῦτο καὶ αὐτοὶ δόλῳ τινὶ καὶ κλοπῇ ἐπὶ τὰ ἐπιθυμητὰ φέρονται· ὅθεν καὶ Ὅμηρός φησι τὴν Ἀφροδίτην δολοπλόκον, καὶ τὸν κεστὸν ἱμάντα διὰ τοῦτο τῇ Ἀφροδίτῃ ἀνατιθέασι, τὸ ποικίλον ὑποφαίνοντες τῆς ἐπιθυμίας· καὶ τὸ πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονέοντος εἰς τοῦτο φέρει. ὥ ’στε εἴπερ ἀδικωτέρα ἡ τοιαύτη ἐπιθυμία, καὶ αἰσχίων τῆς τοὺ θυμοῦ ἡ περὶ τὴν ἐπιθυμίαν <ἀκρασία> ἐστί, καὶ κυρίως ἀκρασία καὶ ἡ ἀκολασία, ἥτις ἐστὶ κυρίως κακία. ἔτι οὐδεὶς λυπεῖται ταῖς ὰτόποις ἐπιθυμίαις ἀκολουθήσας, πᾶς δὲ ὀργιζόμενος λυπεῖται· κακίζεται δὲ μᾶλλον ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν ἥδεται ἢ ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν λυπεῖται· ὁ γὰρ λυπούμενος δοκεῖ τινα διδόναι δίκην ὧν ἁμαρτάνει καὶ διὰ τοῦτο ἧττον κακίζεται· ὁ ἄρα ἀτόποις ἀκολουθῶν ἐπιθυμίαις μᾶλλον κακίζεται δικαίως ἢ ὁ θυμούμενος· χεῖρον ἄρα κακὸν ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρ· ασία τῆς τοῦ θυμοῦ· οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, τοῦτ᾿ ἀδικώτερα. ὅτι μὲν οὖν αἰσχίων ἡ τῆς ἐπιθυμίας ἀκρασία τῆς τοῦ θυμοῦ, καὶ οτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία σία περὶ ἐπιθυμίας καὶ ἡδονάς σωματικάς, δῆλον ἐκ τῶν εἰρημένων. Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφροσύνη καὶ αἱ ἀντικείμεναι κακίαι. κεφ. ια'. Νῦν δὲ ἔτι θεωρήσωμεν τὰς διαφορὰς σωφροσύνης καὶ εγκρατείας και καρτερίας καὶ τῶν ἀντικειμένων ταύταις, ἀκολασίας ἀκρασίας καὶ μαλακίας. τῶν γὰρ σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαί, αἰ δὲ θηρίώδεις, αἱ δὲ νοσηματώδεις· ἀνθρωπικαὶ μὲν τοιαῦτα, οἷαι τέρπειν φύσει τὸν ανθρωπον, τοσαῦται, ὅσαις χαίρει ἄνθρωπος ἢ ἀγαθὸς ἢ κακὸς τὴν ἀνθρωπίνην κακίαν, οἷον ἐπὶ πλούτῳ ἢ δόξῃ ἢ τροφῇ ἢ γάμῳ· ὁ γὰρ ἡδόμενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος · ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν· θηριώδεις δὲ αἱ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκπίπτουσαι κατὰ τὴν ποιότητα καὶ κατὰ τὴν ποσότητα· καὶ αἱ ὕπερ βολαὶ δὲ τῶν ἀνθρωπίνων ἡδονῶν, ὅταν ὑπερβάλλωσιν ἑαυτὰς καὶ τῶν ἀνθρωπίνων ὅρων ἐκτὸς γένωνται, θηριώδεις εἰσί· νοσηματώδεις δὲ αἱ διὰ νόσον ἡ μανίαν ὑπεράλλουσα τὴν ἀνθρωπίνης ἡδονήν, καὶ αἱ παρὰ φύσιν· καὶ ὅλως, καθὼς ἐν τοῖς ἀνωτέρω διῄρηται <περὶ> τῆς θηριώδους ἡδονῆς, περὶ ταύτας τὰς ἡδονὰς παραπλήσιαί σιαί εἰσιν ἕξεις. ἀλλ’ ἡ σωφροσύνη καὶ ἀκολασία περὶ τὰς ἀνθρωπικὰς μόνον εἰσί. διὸ καὶ τὰ θηρία οὐ λέγομεν σώφρονα οὐδὲ ἀκόλαστα, εἰ μή που κατὰ μεταφορὰν καὶ οὐ κυρίως· καὶ τότε δὲ λέγομεν σώφρονα ἢ ἀκολαστα λαστα θηρία, συγκρίνοντες πρὸς ἄλληλα· ἔχουσι γάρ τινα διαφορὰν περὶ τὰς σωματικὰς ἡδονάς· καὶ τὰ μὲν μᾶλλον χαίρουσι τοῖς τοιούτοις, τὰ δὲ ἧττον, κυρίως δὲ οὐ λέγονται ἀκόλαστα ἢ σώφρονα, ὅτι οὐδαμῶς ἔχουσι λόγον, ἀλλὰ πάντῃ τῆς φύσεως ταύτης ἀφέστηκεν, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἔλαττον κακὸν ἡ θηριότης τῆς ἀνθρωπίνης κακίας, εἰ καὶ φοβερώτερον. ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλ- οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἄψυχον κακὸν ἔλαττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώ- τερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου κακοῦσὸν ἔλαττον δύναται δρᾶν. ὥσπερ οὗν τὸ ἔμψυχον κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι ἰοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γάρ ἂν <κακὰ> ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. καὶ μὲν μὲν εἰς τοσοῦτον· ἐχώμεθα δὲ τῶν προκειμένων. ἔστι μὲν οὖν περὶ ἕκαστον γένος τῶν προειρημένων ἰδία τις ἕξις. περὶ δὲ τὰς ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας ἐστὶ μὲν ἡ σωφροσύνη, ὡς προείρηται, ἐστὶ δὲ ἡ ἐγκράτεια καὶ ἡ καρτερία καὶ αἱ ἀντικείμεναι ταύταις· λέγω δὲ ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας, περὶ ἃς ἡ σωφροσύνη, ὅσαι ἀφῇ καὶ γεύσει προσήκουσι. τούτων δὴ οἱ μὲν ἡττῶνται μᾶλλον ἢ οἱ πολλοί, καὶ πρὸς αὐτὰς φέρονται, ὡς ὀλίγοι μοχθηροί, οἱ δὲ κρατοῦσιν ὧν οἱ πολλοὶ ἡττπῶνται. ἐπεὶ δὲ λῦπαί εἰσι καὶ ἡδοναὶ ὧν ἡττῶνται καὶ κρατοῦσιν, οἱ μὲν τῶν ἡδονῶν κρατοῦντες ἐγκρατεῖς εἰσι, καὶ οἱ ἡττώμενοι ἀκρατεῖς, οἱ δὲ τῶν λυπηρῶν κρατοῦντες, ὥστε μὴ κινεῖσθαι ὑπ’ αὐτῶν, καρτερικοί, καὶ οἱ ἡττώμενοι καὶ ῥᾳδίως ὑπ’ αὐτῶν κινούμενοι μαλακοί. τὰ πλεῖστα δὲ οἱ ἄνθρωποι οὔτε καρτερικοί εἰσιν οὔτε μαλακοί, ἀλλὰ μεταξύ, εἰ καὶ πρὸς τὸ χεῖρον ῥέπουσι μᾶλλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕξεων ἔχει· πάλιν δὲ διοριστέον περὶ αὐτῶν ἀκριβέστερον. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἱ δὲ οὔκ ἐρρήθη δὲ περὶ αὐτῶν πρότερον; τίνες ἡδοναὶ καὶ μέχρι τίνος ἀναγκαῖαί εἰσιν), αἱ μὲν ὑπερβολαὶ οὔκ εἰσιν ἀναγκαῖαι οὐδ’ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ λῦπαι ἔχουσιν· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν, καὶ ἢ τὰς φύσει μεγάλας ἀεὶ ζητῶν ἡδονάς, ἢ τὰς φύσει μετρίας ὑπερβαλλόντως ζητῶν, οὐχ ἑλκόμενος βιαίως πὼς ὑπ’ αὐτῶν; ἀλλὰ μετὰ προαιρέσεως ἐπ’ αὐτὰς τρέχων, οὐ δι’ ἄλλο τι, δόξαν, φέρε εἰπεῖν, ἢ κέρδος, ἀλλ’ αὐτὰς δι’ ἑαυτάς, ἀκόλαστος· τὸν τοιοῦτον γὰρ ἀνάγκη μὴ μεταμέλεσθαι μετὰ τὴν ἡδονὴν καὶ διὰ τοῦτο ἀνίατον εἶναι· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· τοιοῦτος δὲ ὁ ἀκό- λαστος· ὁ δὲ ἔλαττον τοῦ δέοντος τὰ τοιαῦτα ζητῶν, ὁ ἐκ διαμέτρου ἀντι- κείμενος, ὅς ἐστιν ἀναίσθητος· ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. οὐ μόνον δὲ ὁ διώκων τὰς σωματικὰς ἡδονάς, ὃν εἴρηται τρόπον, ἀκόλαστός ἐστιν, ἀλλὰ καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας, οὐχ ἡττώμενος αὐτῶν, ἀλλὰ προαιρούμενος ὁμοίως ἀκόλαστός ἐστι. τῶν δὲ ἀπροαιρέτως ἐπὶ τὰ ἡδέα φερομένων ὁ μὲν φέρεται διὰ τὴν ἡδονήν, ὁ δὲ ἵνα φύγῃ τὴν ἀπὸ τῆς ἐπιθυμίας θυμίας λύπην· ὥστε διαφέρουσιν οὗτοι ἀλλήλων, ἔστι δὲ ὁ μὲν διὰ τὸ φεύγειν τὴν λύπην τὰ ἡδέα διώκων μαλακός, ὁ δὲ δι’ ἡδονὴν ἀκρατής. ἀντίκειται δὲ ὁ μὲν ἀκρατὴς τῷ ἐγκρατεῖ, ὁ δὲ καρτερικὸς τῷ μαλακῷ· ἡ μὲν γὰρ καρτερία ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δὲ ἐγκράτεια ἐν τῷ κρατεῖν· ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν, ὥσπερ καὶ ἰοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν· διὸ βέλτιον καὶ αἱρετώτερον ἡ ἐγκράτεια τῆς καρτερίας· βέλτιον γὰρ νικᾶν ἢ μὴ ἡττᾶσθαι. φαίνεται δὲ ὅτι καὶ ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστί. φανερὸν γὰρ πᾶσιν ὡς χείρων ἐστὶν ὁ διώκων τὴν ἡδονὴν προαιρούμενος ρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου· ἔστι δὲ ὁ μὲν πρῶιος ὁ ἀκόλαστος, ὁ δὲ δεύτερος ὁ ἀκρατής· ὥστε ἡ ἀκολασία χείρων ἰῆς ἀκρασίας ἐστίν. ὁ μὲν οὖν ἐγκρατὴς καὶ καρτερικὸς οὕτω διαφέρουσι. καὶ οὕτως οὕτως αἱρετώτερον ἐγκράτεια καρτερίας, καὶ ἀκρασία ἀκολασίας ἀνεκτότερον. Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβ'. Ἔτι δὲ διοριστέον περὶ αὐτῶν. ἐγκρατὴς μὲν οὖν ἐστιν ὁ κρατῶν τῶν ἐπιθυμιῶν, καρτερικὸς δέ ἐστιν ὁ ἀντέχων πρὸς αὐτὰς καὶ μὴ ἡττώμενος· ὁ δὲ χαυνούμενος πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσι καὶ δύνανται φέρειν, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν. ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν ἐκλελυμένον ὑπὸ νόσου, οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἐγκρατείας καὶ ἀκρασίας ἐστίν. εἰσὶ γὰρ ἡδοναὶ καὶ λῦπαι οὕτω μεγάλαι καὶ σφοδραί, ὥστε τὸν ἡττώμενον αὐτῶν συγγνώμης τινὸς ἀξιοῦσθαι· τὸ γὰρ τοιούτων ἡττᾶσθαι οὐδὲν θαυμαστόν· ὥσπερ ὁ Φιλοκτήτης, ὃν εἰσήγαγεν ἐν τοῖς ποιήμασι Θεοδέκτης ὁ ποιητὴς πεπληγμένον ὑπὸ ὄφεως, καὶ μέχρι τινὸς κρατοῦντα τῆς λύπης, εἶτα ἀναβοήσαντα· ἢ ὃν εἰσάγει Καρκῖνος ὁ ποιητὴς Κερκύονα ἐπὶ τῇ ὕβρει τῆς θυγατρὸς Ἀλόπης καρτεροῦντα μέχρι τινός, εἶτα ἡττηθέντα τῆς ἀλγηδόνος· ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, ὅπερ ὁ Ξενόφαντος ἐποίησεν. οὐ τοῦτο τοίνυν ἐστὶ θαυμαστὸν τὸ ἡττηθῆναι οὕτω σφοδροτάτων παθῶν, ἀλλ’ εἴ τις ἡττᾶται πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν ἡδονὰς καὶ λύπας καὶ μὴ δύναιτο ἀντιτείνειν, μὴ διὰ φύσιν τινὰ τοῦ γένους, ὥσπερ οἱ Σκυθῶν βασιλεῖς φύσει εἰσὶ μαλακοί, ἢ ὥσπερ τὸ θῆλυ φύσει ἐστὶ τοὐ ἄρρενος μαλακώτερον, ἢ διὰ νόσον, ἀλλὰ διὰ πονηρὰν ἕξιν καὶ μοχθηρίαν, ὁ τοιοῦτος ἀσύγγνωστος. ἔστι δὲ καὶ ὁ σφόδρα χρώμενος ταῖς παιδιαῖς μαλακός, εἰ καὶ δοκεῖ ἀκόλαστος εἶναι. οἱ γὰρ τὴν ἄνεσιν σφόδρα ζητοῦντές εἰσιν οἱ μαλακοί· ἡ δὲ παιδιὰ ἄνεσίς τις καὶ ἀνάπαυσίς ἐστι· καὶ ὁ σφόδρα χρώμενος παιδιαῖς ὑπερβάλλει κτά τινα ἄνεσιν καὶ παιδιώδης κα- λεῖται. Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία τῆς ἀκρασίας. κεφ. ιγ'. Τῆς δὲ ἀκρασίας δύο εἰσὶν εἴδη· καὶ τὸ μὲν προπέτεια, τὸ δὲ ἀσθένεια καλεῖται. οἱ μὲν γὰρ προβουλευσάμενοι μὴ συγχωρῆσαι τῷ πάθει, εἶτα ἡττηθέντες αὐτοῦ τὴν ἀσθενῆ ἀκρασίαν εἰσ· ὶν ἀκρατεῖς· οἱ δὲ μὴ προβουλευσάμενοι ἀλλ’ εὐθὺς προσβαλόντος ἡττηθέντες τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· ἔνιοι γὰρ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, ὥσπερ ἰὰ προτριβέντα καὶ προγαργαλισθέντα <μέλη οὐ γαργαλίζονται>. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ μὲν ὀξεῖς διὰ τὴν τα· χυτῆτα οὐκ ἀναμένουσι τὴν ἀπὸ τοῦ λόγου κρίσιν, οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα φανταστικοὶ εἶναι καὶ ἀκολουθεῖν τῇ φαντασίᾳ· διὸ σφοδροτέρως κινοῦνται μὴ ἐπιστρεφόμενοι πρὸς τὸν λόγον. πᾶς δὲ ἀκρατὴς καὶ μεταμελητικός ἐστι, καθὼς εἴρηται· τῆς γὰρ ἐπιθυμίας σβεσθείσης, ὁ λόγος ὑγιαίνων συνορᾷ τὴν ἀτοπίαν τοῦ πάθους, ὧ ἕπεται μετάνοια. ὁ δὲ ἀκόλαστος ἀμεταμέλητος· ὁ γὰρ λόγος αὐτῷ οὐχ ὑγιαίνει· καὶ διὰ τοῦτο κατιδεῖν τὸ αἰσχρὸν οὐ δύναται. καὶ διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἰατός ἐστιν, ὁ δὲ ἀκόλαστος ἀνίατος. οὐ γάρ, ὥσπερ εἴπομεν ἐν οἷς πρότερον ἐζητοῦμεν περὶ αὐτῶν, οὕτω καὶ ἔχει· εἴρηται γὰρ ὥς τις ἔνδοξος λόγος γυμνάζει τὸ ζήτημα, τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἔοικε γὰρ ἡ μὲν ἀκολασία ὑδέρῳ καὶ φθίσει, ἃ συνεχῶς τὸν νοσοῦντα λυπεῖ, ἡ δὲ ἀκρασία τοῖς ἐπιληπτικοῖς, ἃ διαλιμπάνοντα οὐ συνεχῶς ἐνοχλοῦσιν· ἡ μὲν γὰρ ἀκολασία συνεχὴς πονηρία ἐστίν· ἀεὶ γὰρ ὁ ἀκόλαστος οἴεται δεῖν ἀκολασταίνειν· ὁ δὲ ἀκρατὴς οὐκ ἀεί, ἀλλ’ ὅταν σφοδραῖς περιπέσῃ ἐπιθυμίαις. καὶ ὅλως δὲ ἕτερον τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ ἀκολασία λανθάνει οὖσα αἰσχρά, ἡ δὲ ἀκρασία οὐ λανθάνει· οἶδε γὰρ ὁ ἀκρατὴς ὅτι αἰσχρὸν τῷ πάθει συγχωρῆσαι. ἡ μὲν οὖν ἀκολασία χείρων ἑκατέρου εἴδους τῆς ἀκρασίας. αὐτῶν δὲ τῶν τῆς ἀκρασίας εἰδῶν ἡ ἀσθένεια χείρων τῆς προπετείας. οἱ γὰρ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατεῖς ὑπ’ ἐλάττονος πάθους ἡττῶνται, οἱ δὲ τὴν προπετῆ ἀκρασίαν ὑπὸ μείζονος· οἷς γὰρ δυνατὸν καὶ βουλεύσασθαι, φανερὸν ὅτι οὐ σφοδρῶς πολεμεῖ τὸ πάθος· οἱ δὲ προπετεῖς, δι’ ὧν οὐ δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι· καὶ ἄλλως δὲ αἰσχρότερον ἡττηθῆναι προβουλευσαμένους, ὥσπερ ὁπλισαμένους ἢ ἀπροβουλεύτους· ὅμοιος γάρ ἐστιν ὁ κατὰ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατὴς τοῖς ταχέως μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάτιτονος ἢ ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἐστὶν ἡ ἀκρασία, φανερόν, πλὴν οὐχ ἀπλῶς κακία, οἵα ἡ ἀκολασία, ἀλλά πῃ· καθόσον μὲν |γὰρ προαιρεῖταί πὼς τὸ κακὸν ἐν ἰῷ πάθει ὤν, κακία ἐστί, καθόσον δὲ οὐ πάντῃ οἴεται δεῖν διώκειν τὸ πάθος, οὐκ ἔστι κακία· καὶ ἔστιν ὁμοία τοῖς Μιλησίοις, οὓς Δημόδοκος ἔφη σκώπτων ‘‘Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσιν, δρῶσι δὲ οἷαπερ οἱ ἀσύνετοι”· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκρατεῖς ἀκόλαστοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀκολάστων. ἐπεὶ δὲ ὁ μὲν ἀκρατὴς διώκει τὰς σωματικὰς ἡδονὰς παρά τὸν ὀρθὸν λόγον, οὐ πεπεισμένος ὅτι εἰσὶν ἀγαθαὶ καὶ δεῖν διώκειν, ὁ δὲ ἀκόλαστος πέπεισται ὡς δεῖ διώκειν, ὁ μὲν ἀκρατὴς εὐμετάπειστός ἐστιν, ὁ δὲ ἀκόλαστος οὔ. τὴν γὰρ ἀρχὴν τῶν πράξεων, ἥτις ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος οὗ ἕνεκα, ἡ μὲν ἀρετὴ σῴζει, ἡ δὲ μοχθηρία φθείρει. καὶ γὰρ διὰ μὲν τῆς ἀρετῆς ἀφικνούμεθα εἰς τὸ ἀγαθόν, διὰ δὲ τῆς μοχθηρίας ἀποχωροῦμεν αὐιοῦ· τὸ δὲ τοιοῦτον τέλος οὐ διὰ λόγου καὶ ἀποδείξεως γινώσκεται, ὥσπερ οὐδὲ αἱ ἀρχαὶ τῶν μαθημάτων ἀποδείξει γινώσκονται, ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους. ἢ γὰρ φύσει ἢ ἀπὸ ἀγαθοῦ ἔθους ἡ τοιὑτη ἡμῖν περιγίνεται γνῶσις. ὁ μὲν οὖν εἰδὼς τὸ ἀγαθόν ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράL,εων, καὶ πράττων ἃ πρὸς αὐτὸ φέρει, σώφρων· 20 ὁ δὲ τὸ κακὸν ὑποτιθέμενος τέλος καὶ πρὸς ἐκεῖνο τάιτων ἰὰς ἡδονὰς ἀκόλαστος. ὃς δὲ ὑποτίθεται μὲν ἀγαθὸν τέλος καὶ πρὸς τοῦτο τάττειν τὰς ἑαυτοῦ πράξεις οἴεται δεῖν, ἐξίσταται δὲ διὰ πάθος τοῦ ὀρθοῦ λόγου, οὐχ ὥστε νομίσαι δέον εἶναι διώκειν τἀς τοιαύιας ἡδονάς, ἀλλ᾿ ὥστε μόνον περὶ τὰς πράξεις ἐξαμαρτάνειν, ὁ τοιοῦτος οὔτε σώφρων ἂν εἴη οὔτε ἀκόλαστος, |ἀλλὰ τοῦ μὲν σώφρονος χείρων διὰ τὰς πράξεις, τοῦ δὲ ἀκολάστου βελτίων διὰ τὸν λόγον. ὁ μὲν γὰρ πὴ φαῦλος, ὁ δὲ ἀκόλαστος ἁπλῶς. τῷ δὲ ἀκρατεῖ ἄλλος ἐναντίος, ὁ ἐγκρατής, ὃς οὐκ ἐξίσταται τοῦ λογισμοῦ διὰ τὸ πάθος· ὅθεν φανερόν, ὅτι ἡ μὲν ἐγκράτεια σπουδαία ἕξις ἐστίν, ἡ δὲ ἀκρασία ὑͅαύλη. Τίς ὁ καθ’ α. ὑ· τὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκὁς. κεφ. ἰδ’. Ζητητέον δὲ κἀκεῖνο, ὅπερ ὴπορήθη πρότερον, πότερον ὁ ὁποιᾳοὺν προαιρέσει ἐμμένων οὗτος ἐγκρατής ἐστιν ἢ ὁ ιῇ ὀρθῇ, καὶ περὶ τοῦ ἀκρατοῦς ὁμοίως. κατὰ συμβεβηκὸς μὲν οὗν ἐγκρατὴς λέγεται ὁ ἐμμένων ὁποιᾳοὗν προαιρέσει καθ᾿ αὑτὸ δὲ ἐγκρατής, ὁ ἐμμένων τῇ ὀρθῇ προαιρέσει καὶ τῷ ἀληθεῖ λόγῳ· καὶ ἀκρατὴς ὁμοίως καιἀ συμβεβηκὸς ὁ μὴ ἐμμένω̣ν ὁποιᾳοῦν δόξῃ, καθ’ αὑτὸ δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ. καὶ γὰρ εἴ τις ζητεῖ καὶ αἱρεῖταί τι οὐκ̣ αὐτὸ δι᾿ ἑαυτό, ἀλλὰ δι᾿ ἄλλο, αὐτὸ μὲν κατὰ συμβεβηκὸς ζηιεῖ, οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθ’ αὑτό. ὁ γὰρ διὰ δόξαν χρήματα ζητῶν κατὰ συμβεβηκὸς μὲν τὰ χρήματα ζητεῖ, καθ’ αὑτὸ δὲ ἰὴν δόξαν. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ ιούτων συμβαίνει· ὁ μὲν γὰρ τῇ ἀγαθῇ δόξῃ ἐμμένων καὶ τῇ ὀρθῇ προαιρέσει αὐτὸ τὸ ἀγαθὸν ἀγαθὸν αἱρεῖται, διότι ἀγαθόν· ὥστε καθ’ αὑτὸ ἐγκρατής, ἐστιν· ὁ δὲ ἐμμένων τῇ μὴ ὀρθῇ προαιρέσει καὶ τῆ ψευδεῖ δόξῃ, ἐμμένει διὰ τὸ νομίζειν ὅτι ἀγαθόν ἐστιν ὃ αἱρεῖται· νομίζει δὲ ὅτι ἐστὶν ἐν αὐτῷ τοῦ ἀγαθοῦ τι ἀμυδρὸν ἴχνος, δι᾿ ὃ ἔχεται τῆς μὴ ὀρθῆς προαιρέ|σεως καὶ τῆς ψευδοῦς δόξης ὡς φθῇς καὶ ἀληθοῦς. ἐπεὶ τοίνυν οὐ δι’ ἑαυτὰ αἱρεῖται ἃ αἱρεῖται καὶ οἷς ἐμμένει, ἀλλὰ διὰ τὸ ἀγαθόν, οὐ καθ’ αὑτὸ ἐιἲκρατης ἐστιν, σπουδαίων, ἀνάγκη τὰς παρ’ ἑκάτερα ἕξεις φαύλας εἶναι καὶ τῇ ἐγκρατείᾳ. σπάνιοι γὰρ οἱ ἧττον τοῦ δέοντος χαίροντες ταῖς σωματικαῖς ἡδοναῖς· διὰ τοῦτο μόνη ἡ ἀκρασία δοκεῖ ἐναντία εἶναι, ὅτι ἡ ἠλιθιότης ὀλιγάκις εὑρίσκεται. σώφρων δὲ ὁ ἐγκρατὴς λέγεται καὶ ὁ ἀκρατὴς ἀκόλαστος, καὶ τὸ ἀνάπαλιν καθ’ ὁμοιότητα· πολλὰ γὰρ ὀνομάζομεν ἑνὶ ὀνόματι διά τινα ὁμοιότητα. καὶ γὰρ περὶ τὰ αὐτά ἐστιν ὁ σώφρων καὶ ὁ ἐγκρατής, καὶ παρὰ τὸν λόγον οὐδὲν ποιοῦσιν ἀμφότεροι, εἰ καὶ τῷ σώφρονι μὲν αἱ ἐπι- θυμίαι οὐ πολεμοῦσι, τῷ ἐγκρατεῖ δὲ πολεμοῦσι· καὶ ὁ μὲν σώφρων οὐδὲ ἥδεται παρὰ τὸν λόγον, ὁ δὲ ἐγκρατὴς ἥδεται μέν, οὐκ ἄγεται δὲ ὑπὸ τῶν ἡδονῶν· καὶ ὁ ἀκόλαστος δὲ καὶ ὁ ἀκρατὴς ὁμοίως ὅμοιοι μέν εἰσι, καθόσον τῶν αὐτῶν ἡδονῶν ἡδονῶν διαφέρουσι δέ, ὅτι ὁ μὲν ἀκόλαστος οἴεται δεῖν διώκειν τὰς ἡδονάς, ὁ δὲ ἀκρατὴς οὔ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καί τινας ἀκρατεῖς φρονίμους ὀνομάζουσι καθ’ ὁμοιότητά τινα πρὸς τὴν φρόνησιν· τινὲς γὰρ τῶν ἀκρατῶν δεινοί εἰσιν· ἡ δὲ δεινότης ἔοικε τῇ φρονήσει· καὶ γὰρ οἱ δεινοὶ κατὰ τὴν γνῶσιν τοῦ δέοντος ἐοίκασι τοῖς φρονίμοις· ἀλλ’ οἱ μὲν γινώσκουσι μόνον τὸ δέον, οὐ προαιροῦνται δὲ πράττειν οὐδὲ πράττουσιν· οἱ δὲ φρόνιμοι γινώσκοντες τὸ δέον καὶ πράττουσι. καὶ διὰ τοῦτο ὁ μὲν φρόνιμος σπουδαῖός ἐστιν, ὁ δὲ ἀκρατὴς κἂν δεινὸς ᾖ, φαῦλός ἐστι καὶ ψέγεται. καὶ γὰρ εἰ καὶ γινώσκει τὸ δέον, ἀλλ’ οὐχ ὥσπερ ὁ φρόνιμος ἐνεργεία θεωρῶν καὶ χρώμενος τῇ ἐπιστήμῃ, ἀλλὰ καθάπερ εἴρηται, ὡς ὁ καθεύδων καὶ οἰνωμένος. διὰ ταύτην δὴ τὴν ὁμοιότητα ὁ δεινὸς ἀκρατὴς φρόνιμος ὀνομάζεται καὶ ἔοικε φρονίμῳ. ἐπεὶ καὶ ὁ ἁπλῶς ἀκρατὴς οὐ πονηρὸς καθάπαξ, ἀλλ’ ἡμιπόνηρός τις· οὐδὲ ἄδικος· οὐ γὰρ ἐπίβουλος. ἐπεὶ γὰρ ἑκὼν ποιεῖ τὰ φαῦλα καὶ εἰδὼς ὅτι φαῦλα καὶ ὅτι εἰς φαῦλον φέρουσι τέλος κὼ ὅτι δεῖ τὰ βελτίω ποιεῖν, κατά τι μὲν πονηρός, κατά τι δὲ οὐ πονηρός· ἡ μὲν γὰρ πρᾶξις πονηρά, ἡ δὲ κρίσις ἐπιεικής· ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδονάς, ὅς ἐστιν ὁ ἀκ· όλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις· ὁ δὲ περὶ τὸ ἕτερον μόνον ἁμαρτάνει· ὁ γὰρ ἀκρατὴς ἢ τὴν ἀσθενῆ ἀκρασίαν ἐστὶν ἀκρατής ἢ τὴν προπετῆ· ἀμφότεροι δὲ καὶ τὴν πρᾶξιν μόνον εἰσὶ πονεροί. ὁ μὲν γὰρ προπετὴς οὐδὲ βουλεύεται· ὁ δὲ ἀσθενὴς βουλεύεται, ὡς οὐ δεῖ ταῖς αἰσχραῖς ἐπιθυμίαις ἀκολουθεῖν· ὁ δὲ ἀκόλαστος κατ’ ἄμφω διέφθαρται. διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἔοικε πόλει, ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους καὶ ὑγιαίνει τοῦτο τὸ μέρος, χρῆται δὲ οὐ- δενί, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν ἡ πόλις ἐβούλεθ’ ᾗ νόμων οὐδὲν μέλει· ὁ δὲ ἀκόλαστος ἔοικε πόλει χρωμένῃ μὲν νόμοις, πονηροῖς δὲ χρωμένῃ. πάσα δὲ ἐγκράτεια καὶ ἀκρασία ἐστὶ περὶ τὰς ὑπερβολὰς τῆς ἕξεως τῶν πολλῶν. ὁ μὲν γὰρ ἐγκρατὴς νικᾷ ὧν οἱ πολλοὶ ἡττῶνται, ὁ δὲ ἀκρατὴς ἡττᾶται ὦν πολλοὶ κρατοῦσιν. ἔστι δὲ ἡ προπετὴς ἀκρασία, ἥν οἱ μελαγχολἱκοὶ ἀκρατεύονται, δυσχερεστέρα ἰαθἠναι τῆς ἀσθενοῦς, καθ' ἣν βουλεύονται οἱ ἀκρατεῖς καὶ οὐκ ἐμμένουσιν. ὁμοίως δὲ καὶ οἱ φυσικῶς ἀκρατευόμενοι δυσιατότεροι τῶν δι’ ἔθος ἀκρατῶν· ῥᾷον γὰρ μετακινῆσαι ἔθος ἢ φύσιν· διὰ τοῦτο γὰρ καὶ τὸ ἔθος χαλεπόν, ὅτι ἔοικε γύσει· ὥσπερ Εὒηνος λέγει φημὶ πολυχρόνιον μελέτην φίλε, καὶ δή ταύτην ἀνθοώποισι τελευτῶσαν φύσιν εἷναι. τί μὲν οὑν ἐστιν εγκρατεια καὶ καοτεοια καὶ ακοασια καὶ μαλάκία καὶ πῶς ἔχουσιν αἰ ἔξεις αυται πρὸς ἀλλήλας, αλληλας, ειρηται. Περὶ ἡδονῆς. κεφ. ιζ'. Περὶ δὲ ἡδονῆς καὶ λύπης ἤδη σκοπῶμεν· ἔστι γὰρ οἰκεῖον καὶ προσῆκον τῷ περὶ τῆς πολιτικῆς φιλοσοφοδντι. οὗτος γάρ ἐστι τοῦ τέλους αρχιτέκτων, καθὼς ἐν τοῖς προειρημένοις ἐφάνη· τὸ δὲ τέλος ἐστὶ τὸ ἀγαθὸν καὶ ἄριστον, ᾧ καθάπερ κανόνι διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων· ἃ μὲν γὰρ πρὸς ἐκεῖνο φέρει τὸ τέλος, ἀγαθὰ νομίζομεν, ἃ δὲ τοῦ τέλους ἀπάγει, φαῦλα. ἐπεὶ τοίνυν ἡ ἡδονὴ τοῖς μὲν ἀγαθὸν δοκεῖ, τοῖς δὲ φαῦλον, ἐνίοις δὲ καὶ αὐτὸ τὸ τέλος τὸ ἄριστον. ἀκόλουθόν ἐστι τῷ πολιτικῷ ζητῆσαι περὶ αὐτῆς. ἔτι δὲ καὶ ἀναγκαῖόν ἐστιν ἐν τῆ περὶ ἀρετῶν καὶ κακιῶν πραγματείᾳ· καὶ γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ τὰς ἡδονάς ἐστι καὶ ἰὰς λύπας, ως ειρηται προτερον, καὶ δέον τὸν περὶ αρετῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν· καὶ ὅτι τὴν εὐδαιμονίαν· μεθ’ ἡδονῆς εἶναί τινές φασι· διὸ καὶ τὸν μακάριον ὀνομάζουσιν ἀπὸ τοὺ χαίρειν. ρητέον δὲ πρότερον ἃ τοῖς ἄλλοις περὶ τούτου δοκεῖ. τοῖς μὲν οὖν οὐδαμῶς δοκεῖ ἀγαθὸν εἶναι ἡ ἡδονὴ οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ νομιοῦσι δύνασθαί τὸ αὐτὸ καὶ ἀγαθὸν εἷναι καὶ ἡδονήν· τοῖς δὲ φαδλαι μὲν αἱ πλείους δοκοῦσι τῶν ἡδονῶν, ἔνιαι δὲ ἀγ· αθαί· ἄλλοις δὲ ἐδό κει, εἰ καὶ πάσα ἡδονὴ ἀγαθόν, ἀλλ’ οὐδαμῶς ἐνδέχεσθαι τὸ τέλος ἡδονὴν εἶναι. τὰ μὲν οὖν, δοκοδντα περὶ τῆς ἡδονῆς ταῦτά ἐστι. ῥητέον δὲ δι’ ἃ ἕκαστον ἐδόκει. οἱ μὲν οὖν λέγοντες μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι οὕτως ἐπεχείρουν· πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή· ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή, ἡδονὴ οὐκ ἔστιν· εἰ τοίνυν ἡ ἡδονὴ γένεσις, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν· ἀγαθὸν γὰρ τὸ ἤδη γεγονός, γόνος, οὐ τὸ γίνεσθαι· οὐ γάρ ἐστιν ἡ γένεσις ὁμογενὴς τοῖς τέλεσιν, εἰς ἃ τελευτᾷ· οὐ γὰρ ἡ οἰκοδομία ὁμογενὴς τῷ οἴκῳ. ἔτι ὁ σώφρων φεύγει τὰ φευκτά σπουδαῖος γάρ), φεύγει δὲ τὰς ἡδονάς· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔτι ὁ φρόνιμος τὸ ἀγαθὸν διώκει· τὴν ἡδονὴν δὲ οὑ διώκει· τὸ γὰρ ἄλυπον διώκει, οὐ τὸ ἡδύ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι ἐμπόδιον ἡ ἡδονὴ ἰῇ φρονήσει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ μείζων ἡ ἡδονή· οὐδεὶς γὰρ δύναται ἐν ταῖς μεγίσταις ἡδοναῖς ὢν νοῆσαί τι. ἔτι <πᾶν; ἀγαθὸν τέχνης ἔργον οὐδεμιᾶς δὲ τέχνης ἔργον ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ἔτι> τὰ θηρία διώκει τὰς ἡδονὰς καὶ τὰ παιδία ἀλόγως φερόμενα· ἃ δὲ ζητεῖ τὰ ἀλόγως κινούμενα, οὐκ ἔστιν ἀγαθόν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, ἐδόκει διὰ τὸ ἔνια τῶν ἡδέων βλαβερὰ εἶναι καὶ νοσώδη καὶ ἡδονάς τινας αἰσχρὰς καὶ ἐπονειδίστους, ὅτι δὲ οὐκ ἔστι τὸ τέλος ἡ ἡδονή, διότι γένεσίς ἐστι καὶ κίνησίς τις, τὸ δὲ τέλος ὅρος, εἰς ὃν ἡ κίνησις· τὰ μὲν οὖν λεγόμενα σχεδὸν περὶ ἡδονῆς ταῦτά ἐστι. τούτων δὲ τὸ μὲν τῶν ἡδονῶν τὰς μὲν ἀγαθάς, τὰς δὲ φαύλας εἶναι ἀληθές, τὰ δὲ λοιπὰ ψεῦδος· καὶ πειρατέον ἐλέγχειν· καὶ πρῶτον περὶ τοῦ πρώτου λέγομεν. Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι. κεφ. ιη'. Οτι γὰρ οὐκ ἀνάγκη διὰ τοὺς εἰρημένους λόγους μή εἶναι τὴν ήδονὴν ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τὸ ἀγαθὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς καὶ καθ’ αὑτὸ καὶ κυρίως, ὡς ἡ ἀρετή, τὸ δὲ οὐχ ἁπλῶς μὲν ἀγαθόν, τινὶ δὲ ἀγαθόν, ὡς τὸ λωποδυ τεῖν τῷ λωποδύτῃ ἀγαθόν, ἀκόλουθόν ἐστιν ὅτι καὶ φύσις πᾶσα καὶ ἕξις καὶ πᾶσα κίνησις καὶ γένεσις, ἡ μὲν ἔσται ἁπλῶς ἀγαθή, ἡ δέ τινι. ὁμοίως καὶ ἐπὶ τοῦ κα- κοῦ. κινήσεις γὰρ καὶ γενέσεις καὶ ἕξεις αἱ μὲν φαῦλαι ἁπλῶς, αἰ δέ τινι καὶ τῶν φαύλων τινί· καὶ αἱ μὲν καὶ ἀεὶ φαῦλαί τινι, αἱ δὲ κατά τινα τρόπον καὶ ὀλίγον χρόνον· ἁπλῶς μὲν φαῦλαι πᾶσα κακία· τινὶ δὲ φαῦλον ἡ σωφροσύνη τῷ ἀκολάστῳ καὶ ἀεὶ καὶ πάντα τρόπον· τινὶ δὲ φαδλον καὶ οὐκ ἀεὶ τὸ ἀκολασταίνειν ἰῷ ἀκρατεῖ. τῆς γὰρ ἐπιθυμίας σβεσθείσης φαῦλον δοκεῖ, καθάπερ <σὺν> τῷ πάθει οὐκέτι. ἐπεὶ τοίνυν πᾶσα κίνησις καὶ γένεσις οὕτω διαιρεῖται, καὶ ἡ μὲν ἁπλῶς ἀγαθή ἐστιν ἡ δέ τινι, καὶ ἡ μὲν ἁπλῶς φαύλη ἡ δέ τινι, κίνησις δὲ καὶ ἡ ἡδονή, φανερὸν ὅτι οὐ πᾶσα ἡδονὴ φαῦλον· ἔστι γὰρ ἥδεσθαι ἐφ’ οἷς δεῖ, ὅταν τις ἥδηται ἐπ’ ἀρετῇ ἢ σοφίᾳ, καὶ ἔστιν ἥδεσθαι ἐπὶ φαύλοις, καὶ ὅλως καθὼς καθόλου λοῦ διωρισάμεθα. ἔτι τοῦ ἀγαθοῦ τὸ μέν ἐστιν εξις. ὥσπερ ὁ ἔχων οικαιοσύνης ἕξιν· τὸ δὲ ἐνέργεια, ὥσπερ ὁ ποιῶν· ἡ δὲ ἐνέργεια τὴν ἐλλείπουσαν ἕξιν ἀναπληροῖ τῆς ἐνεργείας, σώζεται δὲ καὶ ἡ φυσικὴ ἕξις· ὥσπερ ἡ ὑγίεια ἔγκειται <μέν> σώζεται <δὲ> διὰ τῶν ὑγιεινῶν σιτίων. αὕτη δὲ ἡ ἐνέργεια ἡ σώζουσα τὴν ἕξιν, ὁποτέραν ἄν τις εἴποι, ἡδεῖα μέν, οὐ καθ’ αὑτὸ δέ, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ αὐτὸ τὸ ἀναπληροῦν τὸ ἐνδέον τῆς ἕξεως αὕτη ἐστὶν ἡ ἡδονή, ἀλλὰ τούτῳ ἕπεται ἡδονή. εἰ γὰρ ταῦτο ἣν ἡ ἡδονή, ἀναπλήρωσις ἰῆς φυσικῆς ἕξεως ἢ τῆς ἐθιστῆς, καὶ πᾶσα ἄν ἡ ἡὸονή· νῦν δὲ οὐχ οὕτως ἔχει· οὐκ ἄρα τοῦτό ἐστιν ἡδονή, γένεσις εἰς φύσιν αἰσθητή· τοῦτο γάρ ἐστιν ἡ ἀναπλήρωσις τοῦ φυσικῶς ἐνδέοντος· καὶ οὕτω λύεται τὸ ἐπιχείρημα τῶν συναγόντων μηδεμίαν ἡδονὴν ἀγαθὸν εἷνα· ι. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι, δῆλον ἀπὸ τοῦ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας ἡδονὰς εἶναι, ἰὴν δὲ τοιαύτην ἀναπλήρωσιν ἄνευ τουτων οὐκ εἷναι δύνασθαι· αἱ γὰρ ἐν ἰῇ θεωρίᾳ τῶν ἐπιστημῶν ἡδοναὶ ἄνευ ἐνδείας εἰσὶ καὶ λύπης. ἐπειδὰν γὰρ ἡ μήπω παροῦσα ἐπιστήμη εγγενηται τῇ ψυχῇ, ἡδονὴν μὲν ἐποίησε τῷ παρεῖναι, λύπην δὲ οὐδεμίαν ἀποῦσα δίδωσι, ἐπεὶ οὐδὲ ἔνδειά ἐστιν ἡ ἀπουσία τῆς ἐπιστήμης· οὐ γὰρ ἦν ὅτε παρῆν ἡ ἐπιστήμη, νὺν δὲ ἀπώλετο· καὶ σωματικαὶ δὲ ἡδναί εἰσιν ουτως ἔχουσαι ἄνευ ἐνδείας καὶ λύπης. καὶ γὰρ οὐ μόνον ἐνδεεῖς ὄντες τροφῆς ἡδόμεθα τρεφόμενοι, ἀλλὰ καὶ μετὰ τὸ πληρῶσαι τὸ ἐλλεῖπον ἔστιν οἷς ἡδόμεθα· οὐ γὰρ ἰοῖς αὐτοῖς χαίρομεν ἐνδεεῖς ὄντες καὶ πεπληρωμένοι, ἀλλὰ πληρωθέντες μὲν ἡδόμεθα τοῖς κυρίως ἡδέσι καὶ πᾶσιν ἡδονὴν φέρει, πρὶν δὲ πληρωθῆναι τοῖς τυχοῦσι καὶ τοῖς ἐναντίοις πολλάκις χαίρομεν· ὅθεν φαίνεται, καὶ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀπλῶς, αἱ δέ τισιν· ὡς γὰρ ἔχουσι τὰ ἡδέα, τὸν αὐτὸν τρόπον καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι φυσική, δέδεικται. καὶ μὴν οὐδὲ πᾶσα ἀναπλήρωσις ἡδονή· τῆς γὰρ ὑγιείας πλήρωσις, ἥτις φυσική ἐστιν ἕξις διὰ τῆς διαίτης γινομένη, οὐκ ἔστιν ἡδεῖα· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητή. καὶ διὰ τοῦτο οὐκ ἀνάγκη ἀπὸ τούτων τῶν λόγων μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν. Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι. εφ. ιθ'. Καὶ οἱ λέγοντες δὲ τὴν ἡδονὴν μὴ εἶναι αὐτὸ τὸ τέλος τὸ ἄριστον, οὐκ ἀναγκαίως συλλογίζονται· εἰ γὰρ οὐ δύναται ἡ ἡδονὴ τέλος εἶναι, ἀνάγκη ἀεὶ ἕτερόν τι βέλτιον αὐτῆς εἶναι, τὸ τέλος δηλονότι· τὸ γὰρ τέλος παντός ἐστι βέλτιον· αὐτὸ γάρ ἐστι τὸ ἄριστον καὶ τὸ βέλτιστον. οὐκ ἀνάγκη δέ· οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή, ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως, οὐδὲ ἀεὶ ἐν τῇ γενέσει θεωρεῖται, ἀλλὰ ἐνέργειά ἐστι καὶ τέλος· θεωρεῖται δὲ οὐκ ἐν τῇ συστάσει τῶν ἕξεων, οἷον, φέρε εἰπεῖν, ὅταν τὰ δίκαιά τις ποιῇ καὶ τὴν ἕξιν τῆς δικαιοσύνης ἐν τῇ ψυχῇ συντιθῇ, οὔπω δίκαιος ὤν, ἀλλ’ ἐν τῇ χρήσει τῆς ἕξεως, ὅταν τις δίκαιος γενόμενος ἔπειτα χρῆται τῇ ἕξει τῆς δικαιοσύνης. διὰ τοῦτο οὐδὲ πάσης ἡδονῆς ἐστι τέλος, ἀλλ’ ἔνιαι αὐ ταί εἰσι τέλος. καὶ γὰρ τῶν ἐνεργειῶν ὅσαι μὲν εἰς τελείωσιν ἄγουσι φύσεως, οὐκ αὐταί εἰσι τέλος, ὥσπερ ἡ καθ’ ἕξιν ἰατρικὴν ἐνέργεια τέλος ἔχει τὴν ὑγίειαν· ὅσαι δὲ οὐκ ἄγουσιν εἰς D: κ' h ἔχουσιν ἄλλο τέλος, ἀλλὰ ἄλλων αὐταί εἰσι τέλη· ὥσπερ εἴ τις κατὰ τὴν λῶν, οὐκ αὐτή ἐστι πρὸς ἄλλο τεταγμένη τέλος· ὅθεν καὶ ἡ ἡδονή ἐνέργεια οὖσα, οὐ πᾶσα τέλος ἔχει· ἐνέργεια γάρ ἐστι ἰῆς κατὰ φύσιν ἕξεως. διὸ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν εἶναι λέγειν τὴν ἡδονήν, ἀλλὰ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως λεκτέον εἶναι τὴν ἡδονήν· ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον· καὶ ἔσται ἡδονὴ ἡδονὴ ἐνέργεια κατὰ ὑσὶν ἕξεως ἀνεμπόδιστος. δέδεικται δὲ ἐν τῷ <ιη'> κεφαλαίῳ μὴ πᾶσαν ἡδονὴν γένεσιν εἶναι εἰς φύσιν· ὥστε ἐλλιπής ἐστιν ὁ τοιοῦτος ὁρισμός· ἔτι δὲ οὐδὲ πᾶσα αἰσθητή ἐστιν. ἡ γὰρ ἐν τῷ θεωρεῖν ἡδονὴ οὐκ ἔστιν αἰ- σθητή· ἡ δὲ ἐνέργεια καὶ τὴν γένεσιν ἔχει τὴν ἀισθητήν· καὶ οὐδεμία ἡδονή ἐστιν, ἥτις οὐκ ἔστιν ἀνεμπόδιστος· τὸ δὲ κατὰ φύσιν πᾶσαν ἕξιν περιέχει φυσικήν τε καὶ ἐθιστήν. καὶ γὰρ καὶ ἡ ἐθιστὴ ἕξις κατὰ φύσιν ἐστί· πεφύκαμεν γὰρ πρὸς τἀς τοιαύτας ἕξεις καὶ διὰ τοῦτο κτώμεθα· ὁ γοῦν ἐνεργῶν κατά τινα ἕξιν ἀνεμποδίστως ἥδεται· καὶ τοῦτό ἐστιν ἡ ἡδονή. γένεσις οε εοοςε τισιν εἶναι η ηοονη, οτι ῳοντα τὴν ηοονην εἶναι τὸ κυρίως ἀγαθὸν καὶ τὸ ἄριστον· τὸ δὲ κυρίως ἀγαθὸν ἐνέργειαν εἶναι· ἐνέργειαν δὲ καὶ γένεσιν μηδὲν ἀλλήλων διαφέρειν. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ταὐτόν ἐστι γένεσις ἐνεργείᾳ· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ εἶναι ὁδὸς τῆς ἕξεως· ἐνέργεια δέ, ἥτις ἐστὶ τὸ ἄριστον, ἡ μετὰ τὴν ἀνάληψιν τῆς ἕξεως, κατ’ αὐτὴν τὴν τελείαν ἕξιν ἐνέργεια. Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἔτι δι’ ὧν δοκεῖ φαύλη εἶναι· καὶ ἀπόδειξις, ὅτι ἀνάγκη τὸ ἄριστον ἡδονἡν εἶναι. κεφ. κ'. Οὐδὲ φαύλην δὲ εἶναι ἀνάγκη τὴν ἡδονήν, ὅτι ἔνια ἡδέα νοσώδη. εἰ γὰρ τοῦτο, ἔσονται καὶ τὰ ὑγιεινὰ φαῦλα, ὅτι τινὰ ὑγιεινὰ ἐμποδὼν ἴσταται τᾶι τῶ πλουτεῖν, ὅτι πολλῶν χρημάτων εἰσὶν ἀναλωτικά· ἀλλ’ οὐ φαῦλα διὰ τοῦτο· οὐ γὰρ τὸ ἐναντιούμενον ὁπωσοῦν ἄλλῳ τινὶ ἀγαθῷ φαῦλον· ἐπεὶ καὶ τὸ θεωρεῖν βλάπτει ποτὲ εἰς ὑγίειαν, καὶ οὐ διὰ τοῦτο φαῦλον· οὐκ ἄρα οὐδὲ ἡ ἡδονὴ φαῦλον, ὅτι τινὰ ἡδέα νοσώδη. καὶ μὴν οὐδὲ ὅτι ἐμποδίζουσιν ἔνιαι τῶν ἡδονῶν τῇ φρονήσει καὶ τῇ θεωρίᾳ, διὰ τοῦτο φαῦλον ἡ ἡδονή. οὐ γὰρ ἡ ἡδονὴ τῆς φρονήσεως τῇ φρονήσει ἐνοχλεῖ, οὐδὲ ἡ ἡδονὴ τῆς τέχνης τῇ τέχνῃ, ἀλλὰ μᾶλλον αὔξει ἑκάστην ἕξιν ἡ οἰκεία ἡδονή· ἀλλὰ αἱ ἐμποδίζουσαι ἡδοναὶ τὰς ἕξεις ἀλλότριαί εἰσι, καὶ ὡς μὴ προσήκουσαι ἐνοχλοῦσι· τοῦτο δὲ οὐκ ἔστι φαυλότητος σημεῖον, ἐπεὶ καὶ τῇ ὑγιείᾳ ἡ θεωρία ἐνοχλεῖ, καθὼς εἴρηται, ὅτι οὐκ ἔστι προσήκουσα ἐνέργεια τῆ ὑγιείᾳ· ἀλλ’ οὐ διὰ τοῦτο φαῦλον ἡ θεωρία. καὶ μὴν οὐδὲ ὅτι ἔστιν ἔστιν ἔργον τέχνης οὐδεμιᾶς, διὰ τοῦτο φαῦλον. οὕτω γὰρ ἂν πᾶσα ἐνέργεια φαῦλον ἂν ἧί. οὐδεμία γὰρ ἐνέργεια τέχνης ἐστὶν ἀποτέλεσμα, ἀλλὰ τὴν μὲν δύναμιν ἡ τέχνη, ἡ δὲ δύναμις προάγει τὴν ἐνέργειαν· ἡ μὲν γὰρ περὶ τὴν κυβερνητικὴν τέχνη αἰτία ἐστὶ τοῦ δύνασθαι κυβερνᾶν, τὸ δὲ δύνασθαι κυβερνᾶν αἴτιόν ἐστι τῆς κατὰ τὴν κθβερνητικὴν ἐνεργείας. καίτοι καὶ ἡ ἡδονὴ γίνεταί τινος τέχνης πολλάκις· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητκὴ τέχναι εἰσὶν ἡδονῆς ποιητικαί. ὅτι δὲ οἱ σώφρονες καὶ οἱ φρόνιμοι φεύγουσι τὴν ἡδονὴν καὶ τὸν ἄλυπον διώκουσι βίον, οἱ δὲ παῖδες καὶ τὰ θηρία διώκουσι τὰς ἡδονάς, λύεται τοῖς ἐν τῷ ἴη <κεφαλαίῳ> εἰρημένοις. ἐπεὶ γὰρ τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαί, αἱ δὲ οὐχ ἁπλῶς ἀγαθαί, τὰς μὲν μὴ ἀπλῶς ἀγαθὰς τὰ παιδία καὶ τὰ θηρία διώκει καὶ ὁ σώφρων φεύγει καὶ κατὰ ταύτας βούλεται μόνον ἄλυπος εἶναι· καὶ ὁ φρόνιμος καὶ εἴ τις σπουδαῖος, τὰς μετ᾿ ἔπιθυμίας καὶ λύπης. τὰς σωματικὰς τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς. περὶ ἃς ὁ ἀκόλαστος στρέφεται· διὸ ὁ σώφρων φεύγει ταύτας. τὰς δὲ ἁπλῶς ἡδονὰς ὁ σώφρων καὶ ὁ φρόνιμος διώκει, αἵ εἰσι σώφρονες ἡδοναί· αἵ εἰσιν αἱ τῶν ἐπαινετῶν ἕξεων ἐνέργειαι, οἷον σωφροσύνης ἢ δικαιοσύνης ἢ θεωρίας. ἐπεὶ δὲ καὶ λύπη ἡ μέν ἐστιν ἀγαθόν, ἡ δὲ φαῦλον καὶ φευκτόν, καὶ τῆς φευκτῆς ἡ μὲν καθ’ αὑτό ἐστι φευκτή ὡς ἡ ἐπὶ ἀρετῇ λύπη, ἡ δὲ πή, ὡς ἡ ἐπὶ ζημίᾳ τινὶ λύπη, ἥτις φευκτή ἐστι κατά τι, ὅτι ἐμποδίζει τῇ θεωρίᾳ, φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ ἰὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή· ανάγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσίππου λύσις, καθ’ ἣν ἐνιστάμενος λύειν ἐπιχειρεῖ τόνδε τὸν λόγον, συμβαίνει ἰῇ ἀληθεία. φησὶ γάρ, ὅτι καθάπερ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειτια ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι. οὐδὲν δὲ κωλύει ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ὅτι ἔνιαι τῶν ἡδονῶν φαῦλαι· καὶ γὰρ πολλῶν Φαύλων οὐσῶν ἐπιστημῶν οὐδὲν κωλύει τὸ αριστον εἶναι τὴν επιστήμην. ἴσως δὲ οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀναγκαῖον τὴν ἡδονὴν τὸ ἄριστον εἶναι καὶ τὸ αἱρετώτατον. εἰ γὰρ πάσης ἕξεως ἐστιν ἐνέργεια, ἡ δὲ εὐδαιμονία καὶ τὸ ἄριστον ἐνέργειά ἐστιν ἕξεως ἀγαθῆς, ἢ μιᾶς τῆς ἀρίστης ἢ πασῶν, ἀνεμπόδιστος· ἡ δὲ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος· ἀνάγκη δὴ τὴν εὐδαιμονίαν καὶ τὸ ἄριστον ηδονην εἶναι. καὶ οὐδὲν προσίσταται τὸ τινὰς τῶν ἡδονῶν φαύλας εἶναι. ὅτι δὲ τὴν εὐδαιμονίαν ἀνάγκη ἐνέργειάν τινα εἶναι ανεμποδιστον, φανερν· δεῖ γὰρ τελείαν εἶναι· οὐδεμία δὲ ἐνέργεια ἐμποδιζομένη τελεία δύναται εἶναι· διὰ τοῦτο, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, δεῖται ὁ εὐδαίμων τῶν ἔξωθεν ἀγαθῶν. ἵνα μὴ ἐμποδίζηται ἡ ἐνέργεια αὐιοῦ. οἱ δὲ τὸν ἀνωμάλως βιόυγτα καὶ δυστυχίαις μεγάλαις πε ρι πίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσι· προσδεῖται γὰρ ὁ εὐδαίμων καὶ τῶν σὼ ματικῶν ἀγαθῶν, ὑγιείας δηλονότι καὶ μακροβιότητος καὶ τῶν περὶ τὸ σῶμα ὥν ἀναγκαίων καὶ τῆς ἀπὸ τῆς τύχης ῥοπῆς. διὰ τοῦιό τινες ᾠήθησαν τὸν εὐτυχῆ ταὐτὸν εἶναι τῶ εὐδαίμονι. ὅτι ἄνευ εὐτυχίας οὐκ ἔνι καθαρῶς εὐδαιμονεῖν· οὐκ ἔσιι δὲ ταὐτόν. δεῖ 3ὰρ σπουδαΤον εἶναι τὸν εὐδαίμονα· οὐ πάντες δὲ εὐιυχεῖς σπουδαῖοι, καὶ βλάπτει δὲ ἐνίοτε εἰς τὴν ἀρειὴν ἡ εὐιυχία, καὶ συγχεῖ τὸν σπουδαῖον, ἂν ὑπερβάλλουσα ᾖ, ἥτις οὐδὲ εὐτυχία δικαίως ἄν καλοῖτο· τὸ γὰρ εἶναι ἰῆς εὐιυχίας ἐσιὶν ἐν τῷ συυβάλλεσθαι ποὸς εὐδαιμονίαν. ἀκολούθως δὲ καὶ ὁ ὅρος ἀπὸ τούιου λαμβάνεται καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα. διὸ οὐκ ἂν εὐτυχία διἰαίως καλοῖτο, μὴ πρὸς τὴν εὐδαιμονίαν συμβαλλομένη. φανερὸν δὴ ὅτι τὸ ἀνεμπόδιστον ἀνάγκη προσκεῖσθαι τῇ ἐνεργείᾳ τοῦ εὐδαίμονος· τοῦτο δέ ἐσιιν ἡ ἡδονή, ἐνέργεια ἀνεμπόδιστος. τὶς ἄρα ἡδονή ἐσιιν ἡ εὐδαιμονία· ἔτι δὲ δῆλον καὶ ἀτͅὸ τοὐ θηρία καὶ ἀνθρώπους καὶ πάντα τὰ αἰσθηνκὰ διώκειν τὴν ἡδονήν. ὅτι τὸ ἄριστον ἡδονή ἐστι· πάντα μὲν γὰρ βοῶσιν ἀγαθὸν εἶναι τὴν ἡδονὴν καὶ ἄριστον, δι᾿ ὧν εἰς αὐτὴν ἐπείγονται. φή μὴ δ᾿ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί λαοὶ φημί ζουσιν. οὐ πάντα δὲ διώκουσι τὴν ἀρίστην ἡδονήν, ἐπεὶ οὐδὲ πάντα τὴν αὐτὴν ἕξιν ἔχει ἡ τὴν αὐτὴν φύσιν· πανία δὲ ἡδονὴν διώκουσιν, εἰ καὶ τὰ μὲν ἀγαθήν, ἰὰ δὲ φαύλην. ἴσως δὲ οὐδὲ διώκει οὐδὲν φαύλην ἡδονήν οὐδὲ ζητεῖ οὐδὲ ἐφίεται φαύλου τινός· οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴποι διώκειν, ιαύτην διώκει, ἀλλὰ τὴν ἀρίστην διώκει |πάντα. πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίειαι φύσει, ὅτι φύσει τι θεῖον ἔγκειται πᾶσι, καὶ πρὸς τὴν ἀγαθὴν ἡδονὴν καὶ κυρίως ἅπαντα φέρεται, εἰ καὶ ἡδοναὶ κυρίως δοκοῦσιν εἶναι αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν. διὰ τὸ μόνας οὗν ταύτας γνωρίμους εἶναι, ταύτας μόνας οἴονται εἶναι ἡδονάς· ἐπεὶ δὲ αὗται αἱ ἡδοναὶ οὐκ ἀγαθαί εἰσι κυρίως, ἔλεγον μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. φανερὸν δὲ ὅτι ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. εἰ γὰρ μὴ ἔατἰν ἡ ἡδονὴ ἀγαθὸν καὶ ἡ κατ’ αὐ- τὴν ἐνέργεια, οὐ δυνατὸν <ἡδέως> ζῆν τὴν εὐδαίμονα· ἀλλὰ μὴν ἀνάγκη μεθ᾿ ἡδονῆς τὸν εὐδαίμονα ζῆν· οὐκ ἄρα δυνατὸν τὴν ἡδονὴν μὴ ἀγαθὸν εἶναι. ὅτι δὲ εἰ μεθ’ ἡδονῆς ὁ εὐδαίμων ζήσεται, ἀγαθὸν ἔσται ἡ ἡδονή, δῆλον ἀπὸ τοῦ τῇ εὐδαιμονίᾳ μηδὲν παραμεμῖχθαι κακόν, ἢ μὴ κυρίως ἀγαθόν· τίνος γὰρ ἕνεκα διώκει ταύτην ὁ εὐδαίμων, εἴπερ μή ἐστιν ἀγα- θόν; εἰ δὲ μήτε ἀγαθὸν μήτε κακὸν ἡ ἡδονή, οὐδὲ ἡ λύπη εἴη ἂν οὅτε ἀγαθὸν οὔτε κακόν· οὐκ ἄρα φευκτὸν ἡ λύπη. διὰ τί οὖν φεύγει αὐτὴν ὁ εὐδαίμονα βίον· τοῦτο δὲ οὐ δυνατόν, εἰ μὴ ἡδεῖαι εἶεν αἱ ἐνέργειαι τοῦ εὐδαίμονος· πῶς γὰρ ἄν ἥδιστος γένοιτο; εἰ δὲ μήτε κακὸν ἡ ἡδονὴ μήτε οὐκ ἀγαθόν, εἴη ἄν ἀγαθόν. Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἡδονὴ θόν, καὶ λύσις. κεφ. κα. Ἀπορήσετε δ’ ἄν τις, εἰ τινὲς ἡδοναὶ ἀγαθαί εἰσι καὶ αἱρεταί, τινὲς δὲ φαῦλαι ὥσπερ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος, διὰ τί πᾶσα λύπη μοχθηρά ἐστι καὶ φευκτή· δεῖ γὰρ τὴν μὲν ἐναντίαν ταῖς ἀγαθαῖς ἡδοναῖς λύπην πονηρὰν εἶναι, τὴν δὲ ταῖς φαύλαις ἐναντίαν ἀγαθήν· κακῷ γὰρ ἐναντίον ἀγαθόν· εἰ δὲ καὶ αὕτη ἠ’ λύπη πονηρά, δόξειεν ἄν τὰς σωματικὰς ματικὰς ἡδονὰς ἀγαθὸν εἶναι. πρὸς δὴ ταῦτα λέγομεν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί εἰσιν οὕτως, ὥστε μὴ εἶναι κακαί· τὸ γὰρ μὴ κακὸν αγαθόν ἐστι. τοῦτο δὲ μέχρι τινός. ἀγαθαὶ γάρ εἰσι τόνδε τὸν τρόπον αἱ μὴ ὑπερβάλλουσαι· διὰ τοῦτο αἱ λῦπαι αἰ ἐναντίαι ταύταις οὔκ εἰσιν αγαθαί. ἐπεὶ γὰρ ἕξεις αἱ μὲν ὑπερβάλλουσι τὸ βέλτιστον καὶ τὸ δέον, αἱ δὲ οὐχ ὑπερβάλλουσιν, ὑπερβάλλουσι μὲν αἱ ἀναγκαῖαι ἕξεις, οἷον ἡ θρεπτικὴ καὶ αἱ ἄλλαι ἀναγκαῖαι καὶ ὅλως αἱ σωματικαί· ἔστι γὰρ πλέον τοὐ δέοντος αὐταῖς χρή χρήσασθαι· οὐχ ὑπερβάλλουσι δέ, ὅσαι ἐπιτεινόμεναι οὐχ ὑπερβαίνουσι τὸ δέον, ἀλλ’ ἀεὶ ἀγαθαί εἰσιν, ὥσπερ αἱ θεωρητικαὶ ἕξεις. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἕξεσιν ἀκολουθοῦσιν, ἀνάγκη καὶ τῶν ἡδονῶν τὰς μὲν ὑπερβάλλειν τὸ δέον, τὰς δὲ μὴ ὑπερβάλλειν. ὅσαι τοίνυν ὑπερβάλλουσι τὸ δέον φαῦλαί εἰσι, καὶ κατὰ ταύτας ὁ ἀκόλαστός ἐστι καὶ ὁ ἀκρατής· <κατὰ> τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν, ἀλλὰ τὰς μὲν ὑπερβαλλούσας ἡδονὰς διώκει, τὰς δὲ μι κρὰς λύπας φεύγει· ὥστε φανερὸν ὅτι ταῖς ὑπερβαλλούσαις ἡδοναῖς αἱ ἐν τῷ ἀκολάστῳ ἀντικείμεναι λύπαι οὐχ ὑπερβολικαί εἰσιν ἀλλὰ μέτριαι, καὶ ἃς οὐδεὶς ἂν φύγοι τῶν σπουδαίων, ὅτι οὐδὲ λῦπαί εἰσιν· ἀλλὰ τῷ διώκοντι τὴν ὑπερβολὴν τῶν ἡδονῶν ἀλγεινὸν δοκεῖ τὸ μετρίως καὶ κατὰ λόγον αὐταῖς χρήσασθαι. λύεται δὲ δὴ ἡ ἀπορία οὕτως· ταῖς μὲν συμμέτροις ἡδοναῖς αἱ ἀντικείμεναι λῦπαι οὐκ ἀγαθαί εἰσιν· αἱ γὰρ σύμμετροι σωματικαὶ ἡδοναὶ ἀγαθαί, καθόσον οὐ κακαί· αἱ δὲ ταῖς ὑπερβαλλούσαις ἀντικείμεναι μέτριαι καὶ οὐδὲ λῦπαι, καὶ διὰ τοῦτο οὐ φευκταί. ὥστε πᾶν ἀγαθὸν φευκτῷ ἐστιν ἐναντίον, καὶ <αἱ> φαῦλαι ἡδοναὶ ταῖς ἀγαθαῖς λύπαις εἰσὶν ἐναντίαι καὶ αἱ ἀγαθαὶ ταῖς φευκταῖς. Διὰ τί αί αωματικαὶ ἡδοναὶ τῶν θεωρητικῶν αἱρετώτεραι δοκοῦσιν. κεφ. κβ'. Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές· τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ πιστεῦσαι τὴν ἀλήθειαν· ὅταν γὰρ φανῇ ἡ αἰτία, δι’ ἣν εἰκότως τὸ ψεῦδος ἀλήθεια δοκεῖ καὶ ἡ αὐτῆς ἀπάτη ἐλεγχθῇ, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλ- λον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι τῶν κυρίως ἀγαθῶν ἡδονῶν. πρῶτον μὲν ὅτι ἰατρεῖαί εἰσι ταῖς λύπαις ταῖς σωματικαῖς, καὶ ταύτας ῥᾳδίως ἐκκρούουσι καὶ μεγάλας οὔσας αἱ ὑπερβάλλουσαι ἡδοναί, καὶ διὰ τοῦτο διώκονται παρὰ τὸν καιρὸν τῆς λύπης τῆς σωματικῆς, ὅτι δοκοῦσιν ἰατρεῖαι εἶναι σφοδραὶ καὶ ῥαιδίως ἀπαλλάττουσι τῆς ἐπὶ τῇ ἐνδείᾳ τῶν ἡδέων λύπης, ἔπειτα διότι διώκονται παρὰ τῶν μὴ δυναμένων ἄλλαις ἡδοναῖς χαίρειν. πολλοὶ δὲ οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο τὸ ὑπ’ αὐτῶν ζητούμενον ἀγαθόν τι δοκεῖ καὶ αἱρετόν· οἵτινες οὐ τἀς ἐκ φύσεως ἐπιθυμίας ἐμπιπλάναι μόνον σπουδάζουσιν, ἀλλὰ καὶ ἐπισκευαστάς τινας ἐπιθυμίας ἐπινοοῦσι καὶ δίψας τινὰς παρασκευάζουσιν ἑαυτοῖς, ἵνα δύνωνται διὰ παντὸς ἥδεσθαι. τοῦτο δέ. εἰ μὲν οὐχ ὑπερβαίνει τὸν λόγον καὶ τὸ μέτριον, οὔτε βλαβερόν ἐστιν αἱ γὰρ σύμ- μετροι ἡδοναὶ οὐ λυμαίνονται τῷ σώματι) καὶ ἀνεπιτίμητόν ἐστιν· εἰ δὲ ὑπερβάλλουσι καὶ βλεβεραί εἰσιν αἱ διωκόμεναι ἡδοναί. φαῦλον. ἀνεπιτίμητον δέ ἐστι τὸ χρῆσθαι συμμέτροις ἡδοναῖς, ὅτι ἀνάγκη χρῆσθαι τὸν ἄνθρωπον τοῖς ἡδέσι διὰ τὴν φύσιν ἀεὶ οὖσαν ἐν πόνῳ καὶ δεομένην τινὸς ἡδονῆς ὥσπερ ἀναπαύσεως. ἀεὶ γἁρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦ σί’· λέγουσι γὰρ τὸ ὁρᾶν <καὶ> τὸ ἀκούειν λυπηρὸν εἶναι, διὰ δὲ τὸ ἔθος οὐ τοιοῦτον δοκεῖν· διὰ τοῦτο χρεία τῷ ἀνθρώπῳ ἡδονῆς· ᾧ δὲ οὔκ εἰσιν αἱ θεωρητικαὶ ἡδοναί, πᾶσα ἀνάγκη ταῖς σωματικαῖς χρῆσθαι· οἱ οὖν συμμέτρως χρώμενοι καὶ ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα οὐκ ἐπιτιμῶνται. ὁμοίως δὲ διώκονται αἱ ἡδοναὶ ὑπὸ τῶν νέων καθάπερ ὑπὸ τῶν ἀκολάστων ὅσαι εἰσὶ περὶ τὸ θρεπτικόν, τῆς φύσεως κινούσης; ἵνα αὐξηθῶσι, καὶ διάκεινται ὥσπερ οἱ οἰνωμένοι· ἐσθίοντες γὰρ ἀεὶ καὶ πίνοντες καὶ ὑπνώττοντες ἀκμαιοτάτην ἔχουσι τὴν περὶ ταῦτα ἐπιθυμίαν, ὥσπερ ἐκεῖνοι τὴν δίψαν. διὰ τοῦτο ἡ νεότης ἡδύ ἐστιν, ὅτι μετ’ ἐπιθυμίας ἀεὶ τῶν ἀναγκαίων ἅπτεται. τὸν ἴσον δὴ τρόπον καὶ οἱ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ καὶ δέονται ἀεὶ θεραπείας· δάκνεται γὰρ αὐτοῖς ἀεὶ τὸ σῶμα διὰ τὴν κρᾶσιν. οἱ μὲν οὖν ζητοῦντες τὰς ἡδονὰς οὗτοί εἰσι, καὶ διὰ ταύτας τὰς αἰτίας ζητοῦσι· καθόλου δὲ πᾶσα ἡδονὴ σωματικὴ ζητεῖται ἵνα ἐκβάλλῃ λύπην σωματικήν· ἐκκρούει γὰρ ἡ ἡδονὴ λύπην, οὐ μόνον ἡ ἀντικειμένη αὐτῇ, οἷον ἡ ἐπὶ τῷ θρεπικῷ ἡδονὴ τὴν ἐπὶ τῷ θρεπτικῷ λύπην, ἀλλὰ καὶ ἑτέρα τις, ἐὰν ᾖ ἰσχυρά. διὰ ταύτην τὴν αἰτίαν αἱ σωματικαὶ ἡδοναὶ διώκονται καὶ ἐντεῦθεν ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δὲ ἡδοναὶ αἱ θεωρητικαί, ὧν οὐ προηγεῖται λύπη οὐ γάρ, ὥσπερ ἐπὶ τῶν σωματικῶν, πρὶν ἡσθῆναι, λυπούμεθα), αἱ δὴ τοιαῦται οὐχ ὑπερβάλλουσι τὸ δέον, οὐδ’ ἔστι θεωρῆσαι πλέον ἢ προσῆκεν· ἀλλὰ ἀεὶ ἐπαινεταί εἰσιν, ὅτι τὰ κατ’ αὐτὰς ἡδέα φύσει εἰσὶν ἡδέα καὶ οὐ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα τὰς σωματικὰς ἐνδείας καὶ λύπας, ὥσπερ τὰ σιτία· ἰατρεύει γὰρ τὴν φύσιν τοῦ πεινῶντος νοσοῦσαν τοῦτο τὸ μέρος, καὶ εἰσάγει τὸ ἐλλεῖπον, ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ οὐδὲ νοσῇ, λέγω δὴ τὸ θρεπτικόν, ἀλλ’ ἔχῃ τε αὐτὸ καὶ ὑγιαίνῃ κατ’ αὐτὸ καὶ ἐνεργῇ, τουτέστιν ὀρέγηται. κατὰ συμβεβηκὸς γὰρ τὰ τοιαῦτα ἡδέα ἐστίν, ὅτι διὰ τὴν ἰατρείαν συμβαίνει αὐτοῖς ἡδέσιν εἶναι· φύσει δὲ ἡδέα οὐ τὰ ἀναπληροῦντα τὴν ἔνδειαν τῆς φύσεως ἀλλὰ τὰ ποιοῦντα πρᾶξιν αὐτῆς, οἷά ἐστι τά θεωρητά· τελειοῦσι γὰρ τῆς ψυχῆς τὴν ἐνέργειαν. ὅτι δὲ οὔκ ἐσμεν ἁπλοῖ οὐδὲ μόνῃ ζῶμεν τῇ ψυχῇ, διὰ τοῦτο οὐκ ἀεὶ ταὐτὰ ἡδέα ἡμῖν ἐστιν, ἐπεὶ οὐδὲ τὰ κατὰ συμβε βηκὸς ἡδέα ἀεὶ ζητοῦμεν, ἀλλὰ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα. ὅταν μὲν γὰρ πρὸς τὸ σῶμα ῥέπωμεν, τοῖς σωματικοῖς χαίρομεν, ἐπειδὰν δὲ ὑπὲρ τοῦτο ἴδωμεν, τὰ φύσει ἡδέα ζητοῦμεν· αἱ γὰρ τῆς ψυχῆς ἡδοναὶ ταῖς σωματικαῖς μάχονται, καὶ οἷς ἡ ψυχὴ πράττουσα χαίρει, ταῦτα τῷ σώματι παρὰ φύσιν· ὁπόταν δὲ διὰ τῆς περὶ τὴν ἀρετὴν μελέτης τῇ ψυχῇ τὸ σῶμα ἀκολουθήσῃ, θήσῃ, τηνικαῦτα οἷς ἐνεργοῦσα ἥδεται ἡ ψυχή, οὐχ ἥδεται μὲν τὸ σῶμα, καθόσον οὔκ εἰσιν αἰσθητά, οὐκ ἀλγεῖ δέ. διὰ τοῦτο καὶ οἷς ἐν ἡ φύσις καθάπαξ ἁπλὴ, ἡ αὐτὴ πράξις ἀεὶ ἡδίστη ἐστίν· ὁ γὰρ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· καίτοι ἀκίνητός ἐστι καὶ δοκεῖ διὰ τοῦτο μὴ ἔχειν ἡδονήν· ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ἡ δὲ ἐνέργεια κινήσεως δοκεῖ μόνον εἶναι, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ καὶ ἀκινησίας ἐνέργεια, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. ἡ δὲ μεταβολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν, οὐ τῇ ἀρίστῃ xal ἀγαθῇ φύσει ἀλλὰ τῇ συνθέτῳ διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ τὴν πονη ρίαν· ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος εὐμετάβολος, οὕτω καὶ ἡ πονηρὰ φύσις ἀεὶ δεῖται μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδὲ ἐπιεικής. περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης καὶ τί ἐστιν ἕκαστον αὐτῶν καὶ πῶς τὰ μὲν ἀγαθὰ τὰ δὲ κακά, εἴρηται· λοιπὸν δὲ περὶ φιλίας ἐροῦμεν.