Ancient Greek · ~240 min
Tur ATTOr ΠΑΡΑΦΡΑΣΙΣ FM TO Z.
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis Tur ATTOr ΠΑΡΑΦΡΑΣΙΣ FM TO Z..1
Not analysed yet
Ὅτι λοιπὸν περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου τίς ἐστιν. κεφ. α. ΄Ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφάλαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἄν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἢ ἕξεων ἐστί τις σκοπός, πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων καὶ ὑπ’ αὐτοῦ ταττόμενος αὐξάνει μὲν τὰ ἐλάττω τοῦ δέοντος, συστέλλει δὲ τὰ ὑπὲρ τὸ δέον, εἴτε πάθη εἶεν εἴτε πράξεις εἴτε ἄλλο τι τῶν δυνατῶν καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι· καὶ ἔστι τις κανὼν καὶ ὅρος, δι’ οὗ τὸ μέσον γινώσκεται, ὃ λέγομεν κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καὶ μεταξὺ εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως· ἀνάγκη τοίνυν τοὺς μέλλοντας γινώσκειν περὶ τοῦ μέσου τὸν ὅρον αὐτοῦ γινώκειν καὶ τὸν κανόνα· τοῦτο δὲ ὁ ὀρθός ἐστι λόγος. τὸ γὰρ οὕτως ἁπλῶς εἰπεῖν, μέσον ἐστὶ τὸ κατὰ τὸν ὀρθὸν γινόμενον λόγον, ἀληθὲς μέν, οὐδὲν δὲ σαφές· ἄδηλον γάρ ἐστι τὸ μέσον τοῖς μὴ τὸν ὀρθὸν γινώσκουσι λόγον. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις πράξεσι καὶ σπουδαῖς, ἐν αἷς ἐστιν ἐπιστήμη, ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω τοῦ δέοντος οὔτε ἐλάττω δεῖ πονεῖν ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν. οὐδὲ γὰρ τὰ ἰατρικὰ καὶ ὑγιεινὰ γνώσεταί τις καὶ οἷα δεῖ προσάγειν τῷ νοσοῦντι, εἰ μόνον ἀκούσεται ὅτι ὑγιεινά. ἐστι καὶ ἰατρικά, ἅπερ ἂν ἡ ἰατρικὴ καὶ ὁ ταύτην ἔχων ἰατρὸς κελεύοι ποιεῖν· καὶ γὰρ ἀληθὴς μὲν ὁ λόγος, ἄδηλον δὲ τὸ ζητούμενον οὐδὲν ἦττον. τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν μέσων ἕξεων τῆς φυχῆς οὐκ ἀληθῆ λόγον μόνον εἰπεῖν ἀναγκαῖον ἀλλὰ καὶ δη- λωτικόν‘ τοῦτο δέ ἐστι τὸ περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου, τίς τέ ἐστι καὶ τίς ὁ ὅρος αὐτοῦ· λέγωμεν τοίνυν περὶ τοῦ ὀρθοῦ λόγου, ἄνων ἀρξάμενοι. Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια πρἀξεως. κεφ. β'. Ἐν τοῖς προειρημένοις διελόντες τὰς τῆς ψυχῆς ἀρετάς, τὰς μὲν ἠθικὰς ἐλέγομεν εἶναι, ὅσαι τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, τὰς δὲ διανοητικάς, ὅσαι τῆς διανοίας εἰσί. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν ἤδη λέγομεν· ἐν αὐταῖς γὰρ τὸν ὀρθὸν εὑρήσομεν λόγον, ἐκεῖνο πρῶτον εἰπόντες περὶ τῆς ψυχῆς. πρότερον <μὲν> οὖν δύο τῆς ψυχῆς εἴπομεν εἶναι, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον, |νῦν δὲ τὸ λόγον ἔχον διαιροῦντες, λέγομεν δύο εἶναι τὰ λόγον ἔχοντα, ἓν μέν, δι᾿ οὗ τὰ ἀναγκαῖα γινώσκομεν καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν, ἄλλο δέ, δι’ οὗ τὰ ἐνδεχόμενα γινώσκομεν καὶ ἄλλοτε ἄλλως ἔχοντα. καὶ γὰρ ἐπεὶ τὰ γνωστὰ διάφορά εἰσι καὶ τῷ εἴδει ἕτερα, καὶ τὰς γνώσεις ἕπεται διαφόρους εἶναι τῷ εἴδει. τὴν γὰρ γνῶσιν ὁμοίαν εἶναι τῷ γινωσκομένῳ καὶ ἀναγκαίαν μὲν τὴν τοὐ ἀναγκαίου, ἐνδεχομένην δὲ τὴν τοῦ ἐνδεχομένου, πᾶσα ἀνάγκη· καὶ γὰρ ἐνδεχομένη γνῶσίς ἐστιν, ἥτις οὐκ ἀεὶ ἀληθεύει· ψεύδεται δὲ ἡ γνῶσις, ὅταν τὸ γινωσκόμενον μὴ οὕτως ἔχῃ ὥσπερ γινώσκεται· τὸ δὲ μὴ οὕτως ἔχειν ὥσπερ εἶχε τῶν ἐνδεχομένων ἐστὶ καὶ ἄλλοτε ἄλλως ἐχόντων· τῶν ἐνδεχομένων· ὄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί. διὰ τὰ αὐτὰ δὴ καὶ τῶν ἀναγκαίων ἀναγκαία ἣ γνῶσις· πᾶσα γὰρ γνῶσις καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα γίνεται· καὶ γὰρ ἐφαρμογή τίς ἐστι καὶ ἐπαφὴ τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος. ἐπεὶ τοίνυν διττὴ ἡ γνῶσις, ἡ μὲν ἀναγκαία, ἡ δὲ ἐνδεχομένη, καλείσθω ἡ μὲν ἀναγκαία ἐπιστημονική, ἡ δὲ ἐνδεχομένη λογικὴ ἢ βουλευτική. τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν· ἔστι γὰρ ἡ βούλευσις περὶ τὰ ἐνδεχόμενα· οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν· ἀνάγκη γὰρ ὁμοίως ἔχειν, καὶ οὐδὲν ἡ βουλὴ κινήσει οὐδὲ μεταβαλεῖ. ἐπεὶ τοίνυν περὶ τὰ ἐνδεχόμενα τὸ βουλευτικόν, περὶ δὲ τὰ ἐνδεχόμενα αὐτό φαμεν εἶναι τὸ λογιστικόν, ταὐτὸν ἄν εἴη τὸ λογιστικὸν καὶ βουλευτικόν. |ἔστιν ἄρα τὸ βουλευτικὸν τὸ ἕτερον μέρος τοῦ λογικοῦ. ἐπεὶ δὲ περὶ τῶν διανοητικῶν ἀρετῶν ὁ λόγος ἡμῖν, τουτέστι τῶν οὐσῶν ἐν τῇ διανοίᾳ, ἰῷ λογικῷ, τὰ δὲ μέρη τοῦ λογικοῦ τὸ ἐπιστημονικόν ἐστι καὶ βουλευτικόν, ἐν αὐτοῖς τοῖς μέρεσι τοὐ λογικοῦ ζητητέον ἡμῖν τὰς διανοητικὰς ἀρετάς· ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου. ἐπεὶ δὲ ἡ ἀρετὴ ἐν τοῖς οἰκείοις ἔργοις θεωρεῖται, ζητητέον τίνα τὰ ἔργα τὰ προσήκοντα τῷ ἐπιστημονίκῷ καὶ βουλευτικῷ. τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας. ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνῶσίς ἐστιν· ἡ δὲ γνῶσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δὲ ἡ ὄρεξις· ἐν αὐτῇ γάρ ἐστι πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία. ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τόδε τι δέον ποιῆσαι, ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὀρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστιν ἀρχὴ πράξεως. δῆλον δὲ ἀπὸ τῶν ἀλόγων· καὶ γὰρ αἴσθησιν ἔχοντα οὐ δύνανται πρᾶξιν ἔχειν· πρᾶξις γάρ ἐστιν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὄρεξις πασῶν πράξεών εἰσιν ἀρχή, ὁ μὲν τὰ δέοντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα. ὃν δὲ ἔχει λόγον ἐν τῇ διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτον ἔχει ἐν τῇ ὀρέξει δίωξις καὶ φυγή· ὥστε ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις ἐστὶ προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική (προαίρεσις γάρ τὸ θελῆσαι καὶ ἑλέσθαι τὸ βουλευθέν), πᾶσα ἀνάγκη, εἴπερ ἡ προαίρεσις ἀγαθή ἐστι καὶ σπουδαία, ἐκεῖνα αἱρεῖσθαι, ὅσα σπουδαῖα, καὶ τὴν |ὄρεξιν ὀρθὴν εἶναι τὸ ἀγαθὸν βουλομένην. οὐ δύναται δὲ ἡ προαίρεσις τὸ ἀγαθὸν ἐθέλειν, μὴ τῆς βουλεύσεως διδασσκούσης· ὥστε ἀνάγκη εἶναι· τὴν μὲν βούλευσιν ἁλωθῇ λέγειν, τὴν δὲ προαίρεσιν ἑλέσθαι· καὶ τὴν ὄρεξιν τὸ ἀγαθὸν διώκειν, καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια, τὸ λογιστικὸν δηλονότι καὶ βουλευτικόν, καὶ ἡ κατ’ αὐτὴν ἀλήθεια πρακτικὴ καλεῖται, διότι τέλος ἔχει τὴν πρᾶξιν τοῦ ἀγαθοῦ· καὶ ἔστιν αὐτῆς ἔργον ἡ εἰρημένη ἀλήθεια, ἥτις ἐστὶ περὶ τὸ ἀγαθὸν καὶ κακόν· τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς ἔργον ἐστὶν ἡ ἀλήθεια καὶ τὸ ψεῦδος. καὶ τέλος ἔχει ἰὴν γνῶσιν τοῦ ἀληθοῦς· τοῦτο γάρ ἐστιν ἔργον παντὸς διανοητικοῦ, καθόσον ἐστὶ διανοητικός. ὃς δὲ διανοητικὸς καὶ πρακτικός ἐστιν, ἐκείνην τὴν ἀλήθειαν ἔργον ἔχει, ἥτις σύμφωνός ἐστι τῇ σπουδαίᾳ πράξει καὶ τῇ ὀρθῶς ἐχούσῃ καὶ σπουδαίως ορεζει. Ὅτι η πρακτικὴ οιανοια αρχη ἐστι της προαιρεσεως. εκφ. γ', Ἡ μὲν οὖν προαίρεσις αἰτία καὶ ἀρχὴ πράξεως· αἰτία δὲ οὐ τελική (οὐ γὰρ ἕνεκα τῆς προαιρέσεως πράττομεν) ἀλλὰ ποιητικὴ μᾶλλον· πρὶν γὰρ πρᾶξαι προαιρούμεθα, τὸ δὲ τέλος μετὰ τὴν πρᾶξιν· προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις. τὸ ἕτερον τοῦ λογικοῦ μέρος τὸ λογιστικὸν καὶ βουλευτικόν, ὃ τὴν ἀλήθειαν ζητεῖ μέν, οὐ δι’ ἑαυτὴν δέ, ἀλλὰ τῆς πράξεως τοῦ ἀγαθοῦ χάριν· διὰ τοῦτο δέ, ὅτι ὁ λόγος καὶ ἡ ὄρεξις τῆς προαιρέσεως εἰσιν ἀρχαί, οὐδὲ δυνατὸν προαίρεσιν εἶναι ἄνευ διανοίας καὶ ἠθικῆς ἕξεως· ἀπὸ γὰρ τῆς ἠθικῆς ἕξεως ἡ ὄρεξις γίνεται τοῦ ἀγαθοῦ ἢ τοῦ κακοῦ. καθὸ δὲ θεωρητικὴ ἡ διάνοια, οὐδενός ἕσα ἀρχή, οὐδὲν γὰρ κινεῖ, ἀλλὰ μόνον καθὸ πρακτικὴ τῶν εἰρη- μένων ἐστὶν ἀρχὴ τῆς τε ὀρέξεως καὶ τῆς προαιρέσεως καὶ τῆς πράξεως· ἔτι δὲ καὶ τῆς ποιητικῆς ἀρχή ἐστιν ἡ πρακτικὴ αὕτη διάνοια. διαφέρει γὰρ ποιητικὴ πρακτικῆς· ἡ μὲν γὰρ πρακτικὴ τοὺ ἀγαθοῦ τέλος ἔχει αὐτὸ τὸ εὑ πράττειν τὸ ἀγαθόν, καὶ μέχρι τούτου σκοπεῖ, ὅπως εὖ πράξει τὰ τῇ ὀρέξει δοκοῦντα, ἡ δὲ ποιητικὴ αὐτό ἐστι τὸ πράττειν εὖ τὸ ἀγαθὸν καὶ τέλος ἔχει τὴν ἀνθρωπίνην εὐδαιμονίαν. καὶ τὸ μὲν τέλος τῆς πρακτικῆς καθ’ αὑτό ἐστι, τὸ δὲ τέλος τῆς ποιητικῆς πρός τι· καὶ γὰρ πρὸς τὸν ἄνθρωπον ἀναφέρεται· τὴν γὰρ ὠφέλειαν τοῦ ἀνθρώπου ζητεῖ. ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική (ἀπὸ γὰρ ἀγαθῆς πράξεως πράξεως ἡ ἀνθρωπίνη εὐδαιμονία). διὰ τοῦτο καὶ αὐτῆς ἀρχὴ λέγεται. ἐπεὶ δὲ ἀρχή ἐστιν ἡ διάνοια τῆς ὀρέξεως, ἣ 03 ὄρεξις τῆς προαιρέσεως, εἴη ἄν ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἢ ὄρεξις διανοητική· ταῦτα δ’ ἂν εἴη ἐν μόνῳ τῷ λογικῶ ζῴῳ, ὅς ἐστιν ἄνθρωπος. Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι διαφέρει τῶν λοιπῶν ἡ ἐπιστήμη. κεφ. δ΄. Ἡ μὲν οὖν προαίρεσις τοιαύτη, προαιρετὰ δέ, δηλονότι ἃ δυνάμεθα προαιρεῖσθα, τὰ ἐνδεχόμενά εἰσι, καὶ τούτων τὰ μέλλοντα· περὶ γὰρ τῶν παρελθόντων οὐδεὶς βουλεύεται εἰ δεῖ ποιῆσαι· περὶ ὧν δὲ οὐδεὶς βουλεύεται οὐδὲ προαιρεῖται· τὰ γὰρ βουλευτὰ καὶ προαιρετά, ὡς ἐν τοῖς περὶ προαιρέσεως εἴρηται· οὐδεὶς γὰρ προαιρεῖται Ἴλιον πεπορθηκέναι· διὸ ὀρθῶς Ἀγάθων εἶπε μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται, ἀγενῆ τὰ ποιεῖν ἅσσ’ ἄν ᾖ πεπραγμένα. καὶ ταῦτα μὲν οὕτως ἔχει· λέγομεν δὲ περὶ τοῦ ἔργου τοῦ τε ἐπιστημονικοῦ διανοητικοῦ καὶ τοῦ βουλευτικοῦ ἀκριβέστερον. τὸ μὲν γὰρ ἔργον ἑκατέρων, ὡς δέδεικται, ἀλήθειά ἐστι· τοῦ ἔργου δὲ δειχθέντος ἑκατέρου, φανερά ἐστιν αὐτῶν ἡ ἀρετή· ἑκάστου γὰρ ἡ ἀρετὴ ἐν τῷ οἰκείῳ ἔργῳ αὐτοῦ συνίσταται· τὸ γὰρ εὖ καὶ καλῶς ποιῆσαι τὸ ἔργον, τοῦτό ἐστιν ἡ ἀρετή· αἶ τοίνυν ἕξεις καθ’ ἅς δυνήσεται ἑκάτερον αὐτῶν τὴν οἰκείαν ἀλήθειαν ἀληθεύειν, ὡς ἔνι μάλιστα δυνατόν, αὗταί εἰσιν αἱ ἀρεταὶ ἑκατέρου. ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν. ἐπεὶ περὶ τῆς ἀληθείας ὁ λόγος ἡμῖν, ζητητέον ποσαχῶς ἡ ψυχὴ δύναται ἀληθεύειν ἐν τῷ καταφάσκειν καὶ ἀποφάσκειν, καὶ πόσαι εἰσὶν αἱ ἕξεις κα ἃς ἀληθεύομεν. εἰσὶ τοίνυν πέντε τὸν ἀριθμόν, τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς· τὴν γὰρ ὑπόληφιν καὶ τὴν δόξαν, ὡς ἐνδεχομένως ἀληθεύουσαν, παραλείπομεν. τῶν γὰρ εἰρημένων πέντε δυνάμεων νοῦς μὲν οὐδέποτε φεύδεται οὐδὲ ἡ ἐπιστήμη· τοῦτο γάρ ἐστιν αὐτοῖς τὸ εἶναι, τὸ ἐξ ἀνάγκης ἀληθεύειν· τέχνη δὲ καὶ φρόνησις καὶ σοφία ψεύδονται μέν ποτε, ἀλλ’ οὐ δι’ ἑαυτάς, ἀλλὰ διὰ τὴν ἰῆς ὕλης ἀὶωuα λίαν· τότε γάρ τις μέθοδος ψεύδεται δι’ ἑαυτήν, ὅταν ἀπὸ τῶν κανόνων αὐίης τὸ ὐͅεὺδος συνάγηται· εἰ δ’ αὐτὴ μὲν περὶ τοὺς οἰκείους ὶ̀ανόνας ὑγιῶς ἔχει, τὰ δὲ πράγματα ἄλλοτε ἄλλως ἔχονια τὸ ψεῦδος ποιοὗσ-́ν, οὐκ αὐτὴ λέγοιτο ἄν δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόνιων αὐιὴ ψεύδεται, ὅθεν δῆλον ὅτι οὐ δι᾿ ἑαυτὴν ψεύδεται, ὥσπερ τὸ οἴεσθαι τὸν ἥλιον ποὸιαῖον εἶναι ἢ ἰὴν σελήνην οἴκοθεν ἔχειν τὸ φῶς· ιούτων γὰρ ὡς ἔχουσιν ἀεὶ ὁμοίως ἐχόντων ἡ περὶ αὐτῶν δόξα καὶ ὑπόληψις ψεύδειἀι. τὰ μὲν οὖν ἀληθεύοντα πέντε εἰσὶν ὡς εἴρηται· ῥητέον δὲ τί ἐστιν ἕκαστον αὐτῶν· καὶ γὰρ εἰ καὶ ὁμοιότητας ἔχουσι πρὸς ἄλληλα (καὶ γὰρ πολλὰ <κοινὰ> τέχνῃ καὶ ἐπιστήμῃ καὶ αὖθις ἐπιστήμῃ καὶ σοφίᾳ καὶ ἰοῖς ἄλλοις ὁμοίως), ἀλλ’ ὅμως ἀκριβῶς σκοποῦσι περὶ αὐτῶν καὶ διάφορά εἰσι καὶ διάφορος ὁ ἑκάστου λόγος. ἐπισήμη μὲν οὖν ἐστι Uῶσις τῶν ἀναγκαίων· ἐκεῖνο γὰρ λέγομεν ἐπίστασθαι, ὃ οὐκ ἐνδέ- χεται ἄλλως ἔχειν καὶ οὗ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρ᾿ ἡμῖν διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν· ἡ γὰρ περὶ τὰ ἐνδεχόμενα ἀλήθεια οὐχ οὕτω βε- βαία· μεῖά γὰρ τὸ γνωσθῆναι μεταβάλλεται καὶ πολλάκις λανθάνει ἀπο- γινόμενον, ὥστε μηδὲ τὸν περὶ αὐτοῦ λόγον καὶ ἰὴν ἀλήθειαν ἑστάναι, ἀλλὰ ἄλλοτε ἄλλως ἔχειν· οὗ δὲ ἡ γνῶσις βεβαία καὶ ἕσιηκεν, ἐκεῖνό ἐστι τὸ ἀναγκαῖον καὶ ὁμοίως ἔχον ἀεί. τοιαῦτα δέ εἰσι τὰ ἀίδια· ἀνάγκη ἄρα τὸ ἐrιστητὸν ἀίδιον εἶναι καὶ τὴν ἐπιστήμην γνῶσιν εἶναι τῶν ἀιδίων. ἔτι πᾶσα ἐπιστήμη διδακτή ἐστι καὶ τὸ ἐπιστητὸν μαθητόν. πᾶσα δὲ διδασκαλία καὶ μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν· πάσης ἄρα ἐπιστήμης εἰσὶν ἀρχαί. καὶ αἱ μὲν τῶν ἐπιστημῶν ἀρχὰς ἔχουσιν ἀμέσους καὶ ἀναποδείκτους δι᾿ ἐπαγωγῆς δεικνυμένας, οἷαί εἰσιν αἱ ἰῆς γεωμετρίας ἀρχαί, τινὲς δὲ ἐξ ἀρχῶν ὁρμῶνται ἀποδεικτῶν. αἳ συλλογισμῷ δείκνυνται, ἄλλης ἐπιστήμης ὑψηλοτέρας, οἵα ἐστὶν ἡ ὀπτική, καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας. ἡ μὲν οὖν ἐπαγωγὴ καθάπερ ἀρχή ἐστι καὶ τῶν ἀναποδείκτων ἀρχῶν, αἳ καθόλου μέν εἰσι, γινώσκονται δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, ὁ δὲ συλλογισμός, ὃς πιστοῦται τὰς ἀποδείκτους ἀρχὰς ἐνίων ἐπιστημῶν, ἀρχὰς ἔχει τὰς κα- θόλου καὶ ἀναποδείκτους ἐννοίας· εἰσὶν ἄρα ἀρχαὶ ἐπιστήμης αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι, ἐξ ὧν ὑποτιθεμένων συλογιζόμεθα, ἃς οὐ πιστοῦται συλλογισμὸς ἀλλ᾿ ἐπαγωγή, ὑφ᾿ ἦς ἐπιστῆήμης ἄλλη ἀποδείκνυται ἐπισιήμη, ἥτις καὶ ὑπ’ αὐτὴν εἶναι λέγεται. καὶ διὰ τοῦτο πᾶσα ἐπιστήμη ἀπὸ αὐτοπίστων τῶν ἐσχάτων ἀρχῶν ἀποδείκνυται. ἔστιν ἄρα ἐπιστήμη ἕξις ἀποδεικτικὴ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτό, καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελουμέὶrι, καθάπερ ἐν τοῖς Ἀναλυτικοῖς διωρισάμεθα. καὶ γὰρ ὅταν τις ὑποθέσεις τινὰς πιστεύῃ καὶ γνώριμοι αὐιῷ ὦσιν αἱ τοὺ πράγματος ἀρχαί, τότε ἐπίστασθαι αὐτὸ δύναται· εἰ γάρ τις μὴ τὰς ἀρχὰς κατὰ συμβεβηκὸς ἔχει τὴν ἐπιστήμην· οὐ γὰρ δι’ ἑαυτοῦ ὁ τοιοῦτος ἐπίσταται καὶ διὰ τὴν ἐγκειμένην αὐτῷ τῶν ἀρχῶν |γνῶσιν, ἀλλὰ παρ’ ἄλλων ἴσως ἀκούσας· εἰ γὰρ οὕτως ἐγίνωσκε διὰ τὰς ἀρχὰς τὸ συμπέρασμα, μᾶλλον ἄν ἐγίνωσκε τὰς ἀρχὰς ἢ τὸ συμπέρασμα· δι’ ὃ γὰρ ἄλλο γνωστόν, ἐκεῖνο μᾶλλον γινώσκεται. περὶ μὲν οὖν ἐπιστήμης διωρί- σθω τὸν τρόπον τοῦτον. Περὶ τέχνης. κεφ. ε΄ Ῥητέον δὲ περὶ τῆς τέχνης. τῶν ἐνδεχομένων γὰρ καὶ ἄλλοτε ἄλλως ἐχόντων τὰ μέν εἰσι ποιητά, τὰ δὲ πρακτά· καὶ ποιητὰ μέν, περὶ ἃ ἡ ποίησις, πρακτὰ δέ, περὶ ἃ ἡ πρᾶξίς ἐστι· καὶ ποίησις μέν ἐστιν, ἧς τὸ ***ἐπεὶ δὲ ἕτερόν ἐστι ποίησις τῆς πράξεως, ἕτερον ἄν εἴη ἡ μετὰ λόγου ἕξις πρακτικὴ τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἕτερα δέ εἰσιν οὐχ οὕτως, ὥστε περιέχεσθαι ὑπ’ ἀλλήλων, ὡς τὸ μερικὸν καὶ τὸ καθόλου, ἀλλ’ ὥσπερ ἵππος καὶ βοῦς· οὕτε γὰρ ἡ πρᾶξις ὑπὸ τὴν ποίησιν ἀνάγεται (οὐ γάρ ἐστι ποίησις), οὔτε ἡ ποίησις ὑπὸ τὴν πρᾶξιν (οὐ γάρ δῆλον δὲ ἀπὸ τῶν ὁρισμῶν ἑκατέρας· ἄλλος γὰρ πράξεως ὁρισμὸς καὶ ἄλλος ποιήσεως. ἔστι δὲ τέχνη μὲν ἕξις μετὰ λόγου ποιητική ὥσπερ ἡ οἰκοδομική· φρόνησις δὲ ἕξις μετὰ λόγου πρακτική, ὡς μετὰ ταῦτα ῥηθήσεται· ἡ ἄρα τέχνη καὶ τῆς ἐπιστήμης διαφέρει (καὶ γὰρ περὶ καταγίνεται), καὶ τῆς φρονήσεως, ὅτι ποιητική ἐστιν οὐ πρακτική· ἡ γὰρ τέχνη πᾶσα ἕξις ἐστὶ μετὰ. λόγου ἀληθοῦς ποιητική· καὶ ἥ ἐστι τοιαύτη ἕξις, τέχνη ἐστίν· ἀντιστρέφει γάρ. πᾶσα δὲ τέχνη περὶ γένεσίν ἐστιν ἐκείνων, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, οἷον ἡ οἰκοδομικὴ περὶ τὸ γενέσθαι οἰκίαν καὶ ἡ ναυπηγικὴ περὶ τὸ γενέσθαι πλοῖον, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι. πλὴν οὐκ ἔστι περὶ πάντα τὰ ἐνδεχόμενα γενέσθαι, ἀλλὰ περὶ ἐκεῖνα μόνον, ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐν τῷ ποιοῦντι καὶ οὐκ ἐν τῷ ποιουμένῳ ἐστίν, οἷά ἐστι τὰ φυσικά· τῶν γὰρ κατὰ φύσιν ἡ ἀρχὴ τῆς γενέσεως ἐν αὐτοῖς ἐστι· καί εἰσι μὲν ἐνδεχόμενα, τεχνητὰ δὲ οὔκ εἰσιν· οὐκ ἔχουσι γὰρ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔξωθεν, ὥσπερ οἰκία τὸν οἰκοδόμον καὶ πλοῖον τὸν ναυπηγόν. ἔστι δὲ ἡ τέχνη καὶ ἡ τύχη σχεδὸν περὶ τὰ αὐτὰ ὑποκείμενα· καὶ γὰρ καὶ ἡ τύχη περὶ ἐνδεχόμενά ἐστι καὶ ἄλλοτε ἄλλως ἔχοντα καὶ ὧν ἡ αἰτία τῆς ὑπάρξεως ἔξωθεν· εἰ γὰρ ἐν αὐτοῖς εἶχον τὰ τυχηρὰ τὰς ἀρχὰς τῆς ὑπάρξεως, οὐκ ἄν ἐδόκει παράδοξα· νῦν δὲ διὰ τοῦτο θαυμάζονται, ὅτι ἡ αἰτία αὐτῶν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ὅθεν ἂν οὐδεὶς προσεδόκησε· τὸ γὰρ σκάπτειν τοῦ πλουτεῖν αἴτιον ὑπῆρξε πολλάκις· θεμελίῳ γάρ τις βόθρον ὀρύττων περιέτυχε θησαυρῷ· παρὰ προσδοκίαν δέ ἐστι, διότι καθ’ αὑτὸ οὐκ ἔστιν αἴτιον τὸ σκάπτειν τοῦ πλουτεῖν (ᾖ γὰρ ἄν πάντες ἐπλούτουν οἱ σκάπτοντες), κατὰ συμβεβηκός· τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια. ὧν εἰσιν αἴτια, οὐ προσεδοκῶντο γενέσθαι· ἐκεῖνα γάρ τις περὶ τοῦ πράγματος προσδοκᾷ, ὅσα ἐν τῷ αὐτοῦ περιέχονται λόγῳ, ἢ δυνάμει ἢ ἐνεργείᾳ· τὰ δὲ κατὰ συμβεβηκὸς οὐ τοιαῦτα. ἔστι τοίνυν τέχνη καὶ τύχη τρόπον τινὰ περὶ τὰ αὐτά. τρόπον τινὰ δὲ λέγω, ὅτι τῶν ἐνδεχομένων μέν ἐστι καὶ ἄλλοτε ἄλλως ἐχόντων· οὐκ ἔστι δὲ καθ’ αὑτὸ τούτων αἰτία ἀλλὰ κατὰ συμβεβηκός, ἡ δὲ τέχνη καθ’ αὑτό ἐστιν αἰτία τῶν τεχνητῶν. ἡ μὲν οὖν τέχνη, ὡς εἴρηται, ἕξις ἐστὶ μετὰ λόγου <ἀληθοῦς> ποιητικὴ περὶ τὰ ἐνδεχόμενα, ὧν ἡ αἰτία ἐν τῷ ποιοῦντι· ἀτεχνία δὲ τοὐναντίον ἴον μετὰ λόγου φευδοῦς ποιητικὴ ἕξις περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν. Περὶ φρονήσεως. κεφ. ς΄. Νῦν δὲ λέγομεν περὶ φρονήσεως. γένοιτο δ’ ἂν σαφὴς ὁ περὶ τῆς φρονήσεως λόγος, εἰ θεωρήσομεν, τίνας λέγομεν εἶναι φρονίμους. δοκεῖ δὴ φρόνιμος εἶναι, ὃς δύναται καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ περὶ τῶν μερικῶν ἀγαθῶν σκοπούμενος, οἷον περὶ ὑγιείας ἡ ἰσχύος ἢ ἄλλου τινὸς καὶ τῶν πρὸς ταῦτα φερόντων, ἀλλὰ περὶ τοῦ εὖ ζῆν ἁπλῶς καὶ ὅσα συντελεῖ πρὸς εὐδαιμονίαν, ὅ ἐστι τὸ ἀνθρώπινον πίνον τέλος. ὅτι δὲ οὕτως ἔχει, δῆλον· φρονίμους γὰρ ὀνομάζομεν τοὺς πρός τι τέλος ἀγαθὸν τὰς ἰδίας πράξεις τάττοντας καὶ καλῶς βουλευομένους περὶ αὐτῶν καὶ ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν, ἐκεῖνα πράττοντας, ὧν οὐκ ἔστι τέχνη· ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός· εἰ δὲ βουλευτικός, περὶ τὰ ἐνδεχόμενά ἐστιν. οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν ἀναγκαίων καὶ μὴ δυναμένων ἄλλως ἔχειν, ἔτι δὲ οὐδὲ περὶ τῶν ἐνδεχομένων μὲν γενέσθαι ὅλως, ὑπ’ αὐτοῦ δὲ γενέσθαι οὐκ ἐνδεχομένων· ὁμοίως γὰρ οὐδὲ περὶ αὐτῶν βουλεύεταί τις, ἀλλὰ μόνον περὶ τῶν δυνατῶν ὑπ’ αὐτοῦ πραχθῆναι. φανερὸν δὴ ἐκ τῶν εἰρημένων, ὅτι ἡ φρόνησις ἄλλο ἐστὶν οὐ μόνον παρὰ τὴν τέχνην, ὡς δέδεικται, ἀλλὰ x003E; παρὰ τὴν ἐπιστήμην, ὅτι ἡ μὲν περὶ τὰ ἀναγκαῖά ἐστιν, ἡ δὲ φρόνησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. ἔστι γὰρ φρόνησις ἕξις ἀληθὴς μετὰ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπου ἀγαθὰ καὶ κακά. τῆς τέχνης δὲ διαφέρει, καθὼς εἴρηται, ὅτι ἄλλο πράξις καὶ ἄλλο ποίησις· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ἄλλο ἐστὶ παρὰ τὴν ποίησιν· ἄλλο γάρ ἐστι ναυπηγικὴ καὶ ἕτερον τὸ πλοῖον· τῆς δὲ πράξεως τὸ τέλος οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί· καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυτῆς, τῆς, ὅταν εὖ καὶ καλῶς πράττηται· τῆς γὰρ ἱππικῆς τέλος τὸ εὖ καὶ καλῶς ἱππεύειν. ἔστι τοίνυν φρόνησις ἕξις περὶ τὰ ἀνθρώπου ἀγαθὰ ἢ κακά. διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἰνὶ, διότι τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ἐδίό· νντο θεωρεῖν· τοιούτους δὲ εἶναι ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ π,οκλιτiι- κούς. τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὀνόματος τῆς σωφροσύνης γίνεται δῆλον· ὁ γὰρ σώφρων φυλάττων τὸ ἑαυιοῦ ἀγαθόν, τὴν φρόνησιν λέγεται σώζειν· καὶ ἰὴν σωφ ροσύνην ,ὡς σώζουσαν τὴν φρόνησιν, τούτῳ προσαγορεύομεν τῷ ὀνόματι. καὶ γὰρ ὁ ἀκόλαστος οὐδεμίαν τῶν ἄλλων γνώσεων τῆ ἡδονῇ διαφθείρει, εἰ μὴ τὴν φρόνησιν μόνην· ἀλλ’ οὔτε τὴν ἐπιστήμην οὔτε ἰὴν τέχνην οὔτε ἄλλην τινὰ τῶν ἀπηριθμημένων· ἡ γὰρ ἡδονὴ οὐδὲν κωλύει εἰδέναι τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ὅπερ ἐστὶ τῆς ἐπιστήμης, οὐδὲ πῶς δεῖ ναῦν οἰκοδομῆσαι ἢ ἄλλο τι ποιῆσαι τεχνητόν· ἀλλὰ μόνον τὸ |πρακτὸν διαστρέφει, περὶ ὃ ἡ φρόνησίς ἐστιν· αἱ γἀο ἀρχαὶ καὶ τὰ αἴτια τῶν πρακτῶν τά τέλη εἰσίν, ὧν ἕνεκα πράττονιαι· τέλος δέ ἐστιν ἑκάστῳ πρά κτῶ τὸ ἀγαθὸν τοῦ πράττοντος προσεχῶς, ὅπερ εἰ ἀγνοηθήσεται, τὸ πρακτὸν διστρέφεται· ἀγνοεῖται δέ, ὅτε τις ὑφ᾿ ἡδονῆς ἢ λύπης διαφθαρεὶς ἢ ἄλλου τινὸς πάθους οἴεται τὴν ἡδονὴν εἶναι τὸ ἀγαθὸν ἰαὶ τὸ τέλος τὸ προσῆ- κον αὐτὸ νομίζει καὶ εἰς αὐιὴν τάττει τὰς πράξεις· καὶ οὕτω διαφθείρει τὸ ἑαυτοῦ ἀγαθόν, ὅ ἐστι τὸ τέλος καὶ ἡ προσήκουσα τῶν πρακτῶν ἀρχή· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς. καὶ διὰ ιοῦτο τοῦ ἀκολάστου φθείροντος τὴν φρόνησιν, ὁ διασώζων σώφρων καλεῖται· ὥστε ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτι- ὶήν. δῆλον μὲν οὖν καὶ ἀπὸ τούιων, ὅτι ἄλλο ἐστὶ παρὰ τὴν ἐπιστήμην καὶ τὴν τέχνην καὶ τὰς ἄλλας γνώσεις. ἔτι δὲ τ· ῆς μὲν τέχνης ἐστὶ καὶ κακία καὶ ἀρειήι· καὶ γὰρ δυνατὸν καὶ ἀγαθὸν εἷναι τεχνίτην1 καὶ πονηρόν· φρονήσεως δὲ οὔτε κακία ἐστὶν (ἀδύνατον γὰρ φρόνιμόν τινα φαῦλον εἶναι) οὕτε ἀρετή· αὐιὴ γάρ ἐστιν ἀρειή· ἀρετὴ δὲ ὰρετῆς οὐκ ἔστιν, οὐ γὰρ μεσόιης μεσότητος. ἔτι ὁ μὲν κατὰ τὴν τέχνην ἑκὼν ἁμαρτάνων βελτίων τοῦ ἄκοντος ἁμαρτάνοντος, καθόσον ἐστὶ τεχνίτης· ἐπὶ δὲ τῆς φρονήσεως οὐχ οὕτως ἀλλὰ τοὐναντίον· ὁ γὰρ ἑκὼν τὴν φρόνησιν διαφθείρων χείρων τοῦ ἄκοντος. δῆλον οὅν, ὅτι ἡ φρόν ἥσις ἀρετή τίς ἐσιι καὶ οὐ τέχνη· ἀρετὴ δέ ἐστι τοδ’ δοξασιικοῦ. δυοῖν γὰρ ὄντοιν τῶ. ν λόγον ἐχόντων τῆς ψυχῆς μερῶν, τοῦ τε διανοητικοῦ καὶ τοῦ δοξαστικοῦ, ἤτοι τοῦ βουλευτικοῦ, |τὸ δεύτερον περὶ τὰ ἐνδεχόμενά ἐστι, περὶ ἃ καὶ ἡ φρόνησις. ἔστι 215 δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ ιεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχνίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη· τὰ μὲν γὰρ ὑποκείμενα καὶ ἡ ὕλη τῆς τέχνης οὐκ ἀεὶ πάρεστι τῷ τεχνίτῃ· τὰ δὲ τῆς φρονήσεως ὑποκείμενα οὐδέποτε τὸν φρόνιμον ἐπιλείπει· τὰ γὰρ τῆς ψυχῆς πάθη καὶ ἀνθρώπιναι πράξεις καὶ αἱ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαι καὶ τἄλλα, περὶ ἃ πᾶσα ἀρειή ἐστι καὶ ἡ φρόνησις, ταῦτα τοίνυν ἔξω τοῦ ἀνθρωπίνου βίου γενέσθαι ἀδύνατον· διὰ τοῦτο καὶ λήθη τῆς μὲν τέχνης ἐστι, φρονήσεως δὲ οὐκ ἐστιν. περὶ μὲν οὖν φρονήσεως εἴρηται. Περὶ τοὺ νοῦ. κεφ. ζ΄. Ῥητέον δὲ ἤδη περὶ τοῦ νοῦ, περὶ τίνα ἐστὶ τῶν γνωστῶν. ἐπεὶ τοίνυν ἡ ἐπιστήμη γνῶσίς ἐστι τῶν καθόλου καὶ τ. ῶν ἐξ ἀνάγκης ὄντων, μετὰ λόγου καὶ ἀποδείξεως, ἡ δὲ ἀπόδειξις ἀρχὰς ἔχει, ἃς δεῖ προϋποκεῖσθαι τῆς ἀποδείξεως τῷ· ἐπιστήμονι, ζητητέον τίνος τῶν ἀπηριθμημένων σεως ἢ σοφίας ἢ νοῦ. ἐπιστήμης μὲν οὖν οὐ δυνατὸν εἶναι· ἡ γὰρ ἐπιστήμη ἀποδεικτική· αἱ δὲ ἀρχαὶ οὐκ ἀποδεικταί· ἀλλ’ οὐδὲ φρονήσεως, οὐδὲ τέχνης· αἱ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενα, αἱ δὲ ἀρχαὶ οὐ τοιαῦται· ἔτι δὲ οὐδὲ τῆς σοφίας ἐστὶ τὸ τὰς ἀρχὰς εἰδέναι· καὶ γὰρ καὶ σοφία ἐστί, τὸ ἀποδεικτά τινα εἰδέναι· αἱ δὲ ἀρχ’ αἰ ἄμεσοι. λείπεται δὴ τὸν νοῦν εἶναι γνῶσιν τῶν ἀρχῶν, καὶ τοῦτό ἐστι νοῦς. ‘ᾧ τὰς ἀρχὰς γινώσκομεν τῆς ἐπιστήμης. Περὶ σοφίας. κεφ. η΄. Ἡ δὲ σοφία διχῶς λέγεται· ἔστι γὰρ ἡ μὲν μερικὴ σοφία, ἡ δὲ καθόλου· καὶ μερικὴ μέν ἐστιν ἡ ἑκάστης τέχνης ἀρειὴ καθ᾿ ἣν τοῦτον ἢ ἐκεῖνον τὸν τεχνίτην σοφὸν λέγομεν κατὰ τὴν αὑτοῦ τέχνην, οἷον τὸν Φειδίαν λιθουργὸν σοφὸν λέγομεν, ὅτι ἄριστός ἐστι τὴν λιθουργικήν, καὶ Πολύκλειτον σοφὸν ἀνδριαντοποιόν. καθόλου δὲ σοφία ἐστί, καθ’ ἣν οὐ κατά τι λέγομέν τινας σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ τὸν δ’ οὔτ’ ἄρ’ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν· ὥστε δῆλον, ὅτι ἡ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἂν εἴη ἡ σοφία, κἄν τε τὴν μερικὴν εἴπῃ τις κἄν τε τὴν καθόλου· ἥ τε γὰρ μερικὴ αὐτὸ τοῦτό ἐστιν ἀκριβὴς ἐπιστήμη καὶ τέχνη, καὶ ἡ καθόλου διὰ τὸ καθόλου εἶναι ἀκριβεστέρα ἐστὶ τῶν ἄλλων; καθόσον μᾶλλόν ἐστιν ὡρισμένη. ἐπεὶ τοίνυν καθόλου τί ἐστιν ἡ σοφία, δεῖ τὸν σοφὸν τὸν κατ’ αὐτὴν σοφὸν μὴ τὸ μὲν τῶν γνωστῶν εἰδέναι, τὸ δὲ ἀγνοεῖν· καὶ διὰ τοῦτο μὴ μόνον τὰ ἀποδεικτὰ ὁ σοφὸς εἴσεται ἀλλὰ καὶ τὰς ἀρχάς, ὅθεν αἱ ἀποδείξεις, καὶ τὸν ἐγχωροῦντα περὶ αὐτῶν ἀποδώσει λόγον. ὥ ’στε εἴη ἄν ἡ σοφία νοῦς καὶ ἐπιστήμη· καὶ οὕτως ἔσται ἐπιστήμη ἡ τιμιωτάτη, καθάπερ κεφαλὴν ἔχουσα τὰς ἀρχάς. ἐν γὰρ τῷ αὐτῆς λόγῳ καὶ τὰ ἀποδεικτὰ καὶ αἱ ἀρχαὶ λαμβάνονται· ἐπὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν οὐχ οὕτως ἔχει· οὐ γὰρ ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ γνῶσις τῶν ἀρχῶν παραλαμβάνεται, ἀλλὰ τῶν ἀποδείκτων μόνον. διαφέρει δὲ ἡ σοφία φρονήσεως, ὅτι ἡ μὲν φρόνησις πολιτική ἐστιν, ἡ δὲ σοφία ἡ τῶν ἄλλων ἐπιστημῶν σπουδαιοτάτη· οὐ γὰρ ἡ φρόνησιςκ σπουδαιοτάτη· σπουδαιοτάτη γάρ ἐστιν, ἥτις περὶ τὸ ἄριστον καταγίνεται· ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται· ὁ δὲ ἄνθρωπος καὶ τὰ αὐτοῦ ἀγαθὰ οὐκ ἔστι τὸ ἄριστον. ἔτι φρόνιμόν ἐστι τὸ εὑρετικὸν τοῦ ἰδίου ἀγαθοῦ· ἀγαθὸν δὲ οὐ πᾶσι τὸ αὐτό· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ὑγιεινὸν καὶ ὠφέλιμον· φρόνιμον ἄρα οὐ παρὰ πᾶσι τὸ αὐτό· σοφὸν ὸὲ τὸ αὐτὸ παρὰ πᾶσιν. τὸ γὰρ ἐπιστητὸν σοφόν· τὸ δὲ τό τρίγνων δύο ὀρθὰς ἔχειν, επιστητόν ἐστι, καὶ τὸ αὐτὸ δοκεῖ παρὰ πᾶσιν ἐπιστητὸν εἶναι, καθάπερ καὶ τὸ αὐτὸ εὐθὺ καὶ τὸ αὐτὸ λευκὸν παρὰ πᾶσιν· φρόνιμον δὲ οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, τὸ θεωρεῖν ἕκαστον τὰ ἑαυτοῦ ἀγαθὰ καὶ πράττειν· ὅθεν καὶ ἔνια τῶν θηρίων φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίενται δύναμιν προνοητικήν· φανερὸν τοίνυν, ὅτι οὐκ ἄν εἴη ἡ σοφία καὶ ἡ φρόνησις ἡ αὐτή. εἰ γὰρ τὴν πρακτικὴν τῶν ἑαυτοῖς ὠφελίμων ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· πολλὰ γὰρ τὰ ὠφέλιμα ἑκάστῳ· καθάπερ καὶ ἰατρικὴ οὐ μία περὶ πάντα τὰ ζῷα διότι ἄλλοις ἄλλα ὑγιεινὰ ἢ νοσώδη· εἰ δὲ φαῖεν βέλτιστον εἶναι τὸν ἄνθρωπον τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο τὴν πολιτικήν, ἤιοι τὴν φρόνησιν, σπουδαιοτάτην εἶναι, καθάπερ ἡ σοφία, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειότερα τὴν φύσιν, οἷα τὰ προδήλως συνιστάντα τὸ πᾶν, λέγω δὴ ἐξ ὧν ὁ κόσμος συνέστηκεν. ἐκ τῶν εἰρημένων δὲ δῆλον ὅτι σοφία ἐστὶ νοῦς καὶ ἐπιστήμη, περὶ τὰ φύσει τιμιώτατα, ἅ εἰσι τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν λέγουσι, φρονίμους δὲ οὐδαμῶς, διότι τὰ μὲν αὑτοῖς συμφέροντα ἠγνόουν καὶ τὰ πρὸς τὸν βίον χρήσιμα, ἐγίνωσκον δὲ περιττά τινα καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια. ἡ μὲν οὖν σοφία περὶ ταῦτα· φρόνησις δὲ περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι. τοῦ γὰρ φρονίμου μάλιστα τοῦτό φαμεν ἔργον εἶναι, τὸ εὖ βουλεύεσθαι· οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων βουλεύεται καὶ ἅπερ οὐ δύναται ἄλλως ἔχειν, οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν ἡ δὲ σοφία τέλος ἔχει τὴν καθόλου ἀλήθειαν, καὶ ἡ μὲν ὑποκείμενον ἔχει τὸ καθόλου ἐπιστητὸν καὶ τὰς ἀρχὰς ἁπάσης ἐπιστήμης, ἡ δὲ φρόνησις καὶ τῶν μερικῶν ἐστι. γινώσκει μὲν γὰρ ὁ φρόνιμος καὶ καθόλου τίνα τὰ τοῦ ἀνθρώπου ἀγαθά, γινώσκει δὲ καὶ τὰ μερικὰ ἐξ ἀνάγκης, τίνα εἰσὶν ἃ δεῖ πράττειν τόνδε τὸν ἄνθρωπον κατὰ τόνδε τὸν καιρόν· καὶ γὰρ πρακτική ἐστιν· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκαστα. διὰ τοῦτο καὶ οἱ τὰ μερικὰ μόνον εἰδότες τῶν τὰ καθόλου εἰδότων πρακτικ; τεροι. καὶ ὅλως ἐν πᾶσιν οἱ ἔμπειροι μᾶλλον δύνανται πράττειν ἢ οἱ τὰ καθόλου γινώσκοντες· εἰ γάρ τις εἰδοίη μὲν ὅτι τὰ κοῦφα κρέα εὔπεπ· τα καὶ ὑγιεινά, τίνα δέ εἰσιν ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδώς, ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινά, ποιήσει μᾶλλον, ἐπεὶ τοίνυν ἡ φρόνησις πρακτική, καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθ᾿ ἕκαστα μἀλλον· μετὰ γὰρ τοῦ καθόλου μόνον οὐ δύναται εἰναι πρακτική, τί μὲν οὗν ἐστιν ἡ σοφία καὶ τίνι διαφέρει φρονήσεως, εἴρηται. Περὶ φρονήσεως. κεφ. θ΄ Περὶ δὲ φρονήσεως ἔτι λέγωμεν. ἔστι τοίνυν ἡ φρόνησις καὶ τῶν καθόλου καὶ καθ’ ἕκαστα, καθάπερ ἀρχιτεκτονική· ὁ γὰρ τὰ καθόλου εἰδὼς πρὸς τὸν ἔμπειρον ὥσπερ ἀρχιτέκτονος ἔχει λόγον. τῆς δὲ φρονήσεως ἁπλῶς ἡ μέν ἐστιν ἠθική, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις φρόνησις παλεῖται, ἡ δέ, ἥτις τὸ πόλεως ἀγαθὸν ἔχει τέλος, ἥτις καλεῖται πολιτική. καὶ ἔστι μὲν ἡ αὐτὴ τῇ φρον. ήσει, ἰῷ λόγῳ δὲ διαφέρει, καθόσον περὶ ὑποκείμενά εἰσι διάφορα. τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπ’ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική. πολιτικὴν δὲ λέγω τὴν πρακτικην καὶ βουλευτικὴν, ἥτις ἐστὶ περὶ ἰὰ ψηφίσματα καὶ τὰς πράξεις· τὰ γὰρ ψηφίσματα πρακτικά εἰσιν, οὐχ ὡς ἡ πρώτη φρόνησις, ἡ ἀρχιτεκτονική, ἀλλ’ ὡς ἡ ἐσχάτη, ἥτις καὶ κυρίως ἐστὶ πρακτική. διὰ τοῦτο καὶ τούτους μόνους λέγουσι πολιτευομένους καὶ τὸ κατ’ αὐτοὺς πολιτείαν, διότι οὗτοι μόνοι τῶν φρονίμων πράττουσιν ὥσπερ οἱ χειροτέχναι. καὶ γὰρ οὗτοι μόνοι κυρίως πράττουσι· οἱ γὰρ ἀρχιτέκτονες τῷ τάττει τάττειν μό νον τὰς πράξεις ξεις πρακτικοὶ λέγονται, κυρίως δὲ οὔκ εἰσι πρακτικοί. δοκεῖ δὲ κυρίως εἶναι φρόνησις, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις καὶ ἔχει τὸ κοινὸν ὄνομα καὶ φρόνησις ἰδίως λέγεται· τῶν δὲ ἄλλων ἡ μὲν περὶ οἰκίαν οἰκονομική, ἡ δὲ περὶ πόλιν, ἡ μὲν νομοθεσία, ἡ δὲ πολιτική· καὶ τῆς πολιτικῆς ἡ μὲν βουλευτική, ἡ δὲ δικαστική. ἡ μὲν οὖν ἰδίως καλουμένη φρόνησις, δηλονότι τὸ τὰ ἑαυτῷ ὠφέλιμα εἰδέναι καὶ ἀγαθά, γνῶσίς τίς ἐστιν, ὥσπερ καὶ ἡ πολιτική. οὐκ ἔστι δὲ πάντῃ ἡ αὐτὴ τῇ πολιτικῇ· καὶ διὰ τοῦτο τὸν μὲν τὰ ἄγα θᾶ x003E; μόνον ζητοῦντα φρόνιμον οἱ ἄνθρωποι νομίζουσι, τὸν δὲ πολιτικὸν πολυπράγμονα. διὰ τοῦτο καὶ Εὐρι- τοης φησι πῶς δ’ ἂν φρονοίην, ᾧ παρὴν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς· ἠριθμημένον στρατοῦ ἴσων μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τ· ι πράσσοντας πλέον. τούτου χάριν καὶ ἰδίως φρόνησις ἐκλήθη ἡ ἠθική, καὶ φρόνιμος ἰδίως ὁ ζητῶν μόνον τὸ ἑαυτοῦ ἀγαθόν, καὶ τοῦτο μόνον δεῖν οἰόμενος πράττειν, περαιτέρω δὲ μὴ ζητεῖν. καίτοι οὐ δυνατὸν ἴσως τὴν ἠθικὴν εἶναι ἄνευ τῆς οἰκονομικῆς οὐδὲ τὴν οἰκονομικὴν ἄνευ τῆς πολιτικῆς· οὐ γὰρ δυνατὸν εὖ καὶ καλῶς τὰ καθ’ ἑαυτόν τινα διαθεῖναι, τῆς οἰκίας αὐτῷ ἢ τῆς πολεως οὐ καλῶς ἐχούσης. χαλεπὸν γὰρ μὴ διαφθαρῆναί τινα μετὰ πολλῶν φαύλων διατρίβοντα· εἰ δὲ μετὰ μηδενὸς διατρίβει, ἀλλὰ βίον ἔχει μονώτην, πῶς εἴ|σεται τὸ ἑαυτῷ ἀγαθόν; ἄδηλον γάρ, καὶ χρεία διδασκαλίας πρὸς αὐτὸ καὶ σκέφεως. ταῦτα δὲ ἀδύνατον ἄνευ ἐμπειρίας γενέσθαι· ἡ δὲ ἐμπειρία τῶν ἐν κοινωνίᾳ ὄντων ἐστί, καὶ οἰκίας καὶ πόλεως, καὶ ἄνευ τούτων οὐκ ἔνι· ἔμπειρον οὐδὲ φρόνιμον εἶναι. διὰ τοῦτο καὶ οἱ νέοι μαθηματικοὶ μὲν γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμοι δὲ οὐ δοκοῦσιν εἶναι. τὸ γὰρ αἴτιον, ὅτι τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἅτινα ἐξ ἐμπειρίας γινώσκονται· ὁ δὲ νέος ἔμπειρος οὐκ ἔστι διὰ τὸ χρόνου πολλοῦ δεῖσθαι τὴν ἐμπειρίαν. καὶ τοῦτο δὲ ἀκόλουθον σκέψασθαι, πῶς οἱ νέοι μαθηματικοὶ μὲν γίνονται, σοφοὶ δὲ ἢ φυσικοὶ οὐδαμῶς· ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθ’ ἕκαστα λαμβάνονται; καὶ γὰρ καὶ τὴν σοφίαν, ἥτις περὶ τὰ ἀναγκαῖά ἐστι καὶ ἀίδια, ἀδύνατόν ἐστι κατορθω- θῆναι ἄνευ τῆς ἐμπειρίας. ἀπὸ γὰρ τῶν ἡμῖν καὶ τῇ αἰσθήσει γνωρίμων ἐπὶ τὰ ὑπὲρ τὴν αἴσθησιν ἀγόμεθα· χωρὶς μὲν γὰρ τοῦ γνῶναι τίνα συμβαίνουσι τῷδε ἢ ἐκείνῳ τῷ φυσικῷ, τὸν καθόλου περὶ αὐτῶν λόγον, οὐ δυνατὸν συμπερᾶναι οὐδὲ ποιῆσαί ἐπιστήμην. πάλιν δὲ χωρὶς τῆς φυσικῆς ἐπιστήμης ἀδύνατον ἐπὶ τὴν σοφίαν ἐλθεῖν· μετὰ τὰ φυσικὰ γὰρ τὰ ὑπὲρ φύσιν γιγνώσκομεν· τὸ δὲ γνῶναι τὰ καθ’ ἕκαστα, ἐμπειρίας ἐστίν· ἡ δὲ ἐμπειρία χρόνου πολλοῦ· καὶ διὰ τοῦτο τοὺς νέους οὐ δυνατὸν φυσικοὺς ἢ σοφοὺς εἶναι. τῶν δὲ μαθηματικῶν αἱ ἀρχαὶ χωρὶς τῆς ὕλης λαμβάνονται· καὶ διὰ τοῦτο οὐ χρείαν ἔχουσι γνῶσιν ἔχειν τῶν καθ’ ἕκαστα· καὶ γὰρ οὐκ ἐν ἰῇ ὕλῃ σκοποῦσι τὸν κύκλον ἢ τὸν ἀριθμόν, ἐν ᾗ πολυειδής τις, ὡς εἰπεῖν, καὶ ἀόριστος γίνεται, καθάπερ τὰ φυσικὰ ὁ φυσικός, ἀλλὰ ἀφελόντες τῆς ὕλης καὶ αὐτὸν σκοποῦντες καθ’ ἑαυτόν, τούτου χάριν τοὺς νέους οὐδὲν κωλύει μαθηματικοὺς εἶναι· καὶ γὰρ τὰς μὲν τῶν φυσικῶν ἀρχὰς καὶ ὅλως τὰ φυσικὰ εἰ καὶ λέγουσιν, ἀλλ’ οὐκ ἴσασιν ἀκριβῶς περὶ αὐτῶν οὐδὲ πιστεύουσι, τὰς δὲ τῶν μαθηματικῶν καὶ πιστεύουσι· γινώσκουσι γὰρ διὰ τὸ ὡρισμένους εἶναι τοὺς αὐτῶν λόγους. ἐπεὶ τοίνυν φανερόν, ὅτι τῆς φρονήσεως τῆς ἠθικῆς αἰτία ἐστὶν ἡ ἐμπειρία τῴ δὲ ἐμπειρίαν οὐκ ἔνι γενέσθαι χωρὶς κοινωνίας πολιτικῆς, ἡ δὲ πολιτικὴ κοινωνία οὐ δύναται εἶναι ἄνευ τῆς πολιτικῆς φρονήσεως, δῆλον ὅτι τὴν ἠθικὴν φρόνησιν οὐ δυνατὸν εἶναι ἄνευ τῆς πολιτικῆς. ἔτι ἐπεὶ ἡ ἁμαρτία ἡ περὶ τὰς πράξεις ἀπὸ ἀγνοίας συμβαίνει ἢ τῆς καθόλου ἢ τῆς μερικῆς (καὶ ἂρ ὁ ἀγνοῶν καθόλου, ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα, καὶ ὁ τοῦτο μὲν εἰδώς, ἀγνοῶν δὲ μερικῶς, ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα, ὁμοίως ἁμαρτήσεται· χρήσεται γὰρ ἑκάτερος τοῖς φαύλοις ὕδασι), φανερόν, ὅτι πρὸς τὸ μὴ ἁμαρτεῖν ἀναγκαῖον μὴ μόνον εἰδέναι, ὅτι τάδε τὰ ὕδατα βαρύσταθμα, ἀλλὰ καὶ ὅτι τὰ βαρύσταθμα φαῦλα· δεῖται ἄρα ἡ μερικὴ φρόνησις τῆς καθόλου φρονήσεως, τῆς πολιτικῆς, καὶ ἀδύνατον τὴν ἠθικὴν ἄνευ τῆς πολιτικῆς συστῆναι, ὥσπερ καὶ τὴν μερικὴν γνῶσιν ἄνευ τῆς καθόλου μὴ ἁμαρτάνειν ἀδύνατον. ἀπὸ τούτων δὲ φανερὸν καὶ ὅτι ἡ φρόνησις οὔτε ἐπιστήμη ἐστὶν οὔτε νοῦς· ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθ᾿ ἕκαστά ἐστιν, ἅπερ ὕστερα τῇ φύσει εἰσί· ἡ δὲ ἐπιστήμη τῶν πρώτων τῇ φύσει τῶν καθόλου ἐστί· νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν. ἔτι καὶ ἀντίκειται ἰῷ νῷ. καὶ γὰρ ὁ μὲν νοῦς περὶ τὰ πρῶτα καὶ ἀναπόδεικτα, φρόνησις δὲ περὶ τὰ ἔσχατα, περὶ ἃ οὐδὲ ἐπιστήμη ἐστὶν ἀλλ’ αἴσθησις. ἐκεῖνα δὲ λέγω, οὐχ ὧν ἰδίως ἑκάστη αἴσθησις ἀντιλαμβάνεται, οἷον τῶν γευστῶν καὶ ὀσφραντῶν ἢ ἀκουστῶν· οὐ γὰρ χυμοὺς κρίνει ἡ φρόνησις ἢ ἀναθυμιάσεις ἢ ἤχους, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα· ταῦτα γὰρ μόνη γινώσκει ἡ αἴσθησις· διὰ τοῦτο τὴν φρόνησιν περὶ ἐκεῖνα λέγομεν εἶναι, περὶ ἃ καὶ ἡ αἴσθησις, οἷον εἰ δεῖ τήνδε τὴν πόλιν τῶν Ἀθηναίων τῇδε τῆ πόλει τῶν Κορινθίων πολεμεῖν, τοῦ φρονίμου εἰδέναι· πρακτικὴ γὰρ ἡ φρόνησις· ἡ δὲ πράξις τῶν μερικῶν. τοῦτον δὲ τὸν τρόπον καὶ οἱ μαθηματικοὶ τὸ αἰσθητὸν γινώσκουσι τρίγωνον, οὐ καθόσον ἀντίκειται τῇ ὁράσει ἢ τῇ ἁφῇ, ἀλλὰ ἁπλῶς, καθόσον ἐστὶ τῶν καθ’ ἕκαστα καὶ μερικῶν, ἅπερ τελευταῖα γινώσκονται· ἐν αὐτοῖς γὰρ. ὁ γινώσκων ἵσταται καὶ οὐδὲν περαιτέρω ζητεῖ. καὶ γὰρ ἀπὸ μὲν τῶν μερικῶν καὶ αἰσθητῶν ἀρχομένοις ἐσχάτη ἐστὶν ἡ γνῶσις τῶν καθόλου· ἀπὸ δὲ τῶν καθόλου τῆς γνώσεως προιούσης τὰ αἰσθητὰ τελευταῖον γινώσκονται. τὸ μὲν οὗν γινώσκειν τὰ μερικά, καθόσον εἰσὶν αἰσθητά, καὶ ἀντίκεινται τὰ μὲν γεύσει, τὰ δὲ ἀκοῇ, τὰ δὲ ἁφῇ, τὰ δὲ ὁράσει, τῆς αἰσθήσεώς ἐστι καὶ οὐ τῆς φρονήσεως· τὸ δὲ εἰδέναι ταῦτα, καθόσον λυσιτελοῦσιν ἢ λυμαίνονται τῷ ἀν- θρωπίνῳ ἀγαθῷ, τοῦτο δέ ἐστι τῆς φρονήσεως. Πεοὶ εὐβουλίας. κεφ. ι'. Περὶ μὲν οὖν σοφίας καὶ φρονήσεως καὶ νοῦ καὶ τέχνης καὶ ἐπιστήμης καὶ τί ἐστιν ἕκαστον καὶ τίσι διαφέρουσιν ἀλλήλων εἴρηται. νῦν δὲ ῥητέον περὶ εὐβουλίας περὶ συνέσεως καὶ περὶ γνώμης, τίς τέ ἐστιν ἑκάστη καὶ τίνι διαφέρει τῶν εἰρημένων πέντε ἀληθευτικῶν ἕξεων. καὶ πρῶιον περὶ εὐβουλίας· οἰκείως γὰρ ἔχει μάλιστα τῆ φρονήσει, ἧς τὸν λόγον ἀρτίως ἀπηλλάξαμεν. ὥστε τὸν περὶ εὐβουλίας λόγον τῷ περὶ τῆς φρονήσεως συναπτέον. πρῶτο· ν μὲν οὖν οὐκ ἔστι ζήτησις· ἐπὶ πλέον γάρ ἐστιν ἡ ζήτησις τῆς εὐβουλίας· οὐ μόνον γὰρ ὁ εὖ βουλευόμενος ἀλλὰ καὶ ὁ κακῶς βουλευόμενος ζητεῖ, καὶ οὐ μόνον τὰ ἐνδεχόμενα ἀλλὰ καὶ τὰ ἀναγκαῖα ζητοῦνται, πέρι ἅ ἐστιν ἡ ἐπιστήμη, οἷον εἰ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ζητεῖται πρὸς τῆς ἐπιστήμης, καὶ εἰ ἡ σελήνη σφαιροειδής ἐστι· διὰ τοῦτο ἡ εὐβουλία οὐκ ἔστι ταὐτὸν τῇ ζητήσει. ἔτι δὲ οὐδὲ ἐπιστήμη ἐστὶν ἧ εὐβουλία· ὁ μὲν γὰρ ἐπιστήμων οὐ ζητεῖ περὶ ὧν ἐπίσταται, ὁ δὲ εὔβουλος ζητεῖ· ἡ γὰρ εὐβουλία βουλή τίς ἐστιν, ἡ δὲ βουλὴ ζήτησίς ἐστι τοῦ τί δεῖ πράττειν· καὶ ὁ βουλευόμενος ζητεῖ καὶ λογίζεται περὶ τῶν πράξεων, ὅπως εὖ καὶ καλῶς γένωνται, ὥστε ἡ μὲν εὐβουλία ζήτησις, ἡ δὲ ἐπιστήμη οὐ τοιαύτη· ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. ἔτι δὲ οὐδὲ εὐστοχία ἐστὶν ἡ εὐβουλία. ἡ μὲν γὰρ εὐστοχία ἄνευ χρόνου τινὸς καὶ λογισμοῦ καὶ μελέτης γίνεται· τὸ γὰρ γνῶναι περὶ τοῦ προκειμένου καλῶς ἀθρόον καὶ ἄνευ μελέτης, τοῦτό ἐστιν εὐστοχία· ἡ δὲ εὐβουλία οὐ τοιαύτη· μετὰ γάρ χρόνον καὶ βραδέως ἡ βουλὴ γίνεται· καὶ διὰ τοῦτο καὶ ὁ τῶν πολλῶν λόγος φησὶ δεῖν ταχέως μὲν πράττειν τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως· ἔτι ἔτι ἡ ἀγχίνοια ἕτερον παρὰ τὴν εὐβουλίαν· ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπό δοσις τοῦ μέσου, δηλονότι τῆς αἰτίας τοῦ προτεθέντος· ἡ δὲ εὐβουλια μετὰ σκέψεως· ἔστι γὰρ ἀγχίνοια εὐστοχία τις· οὐκ ἄρα ἀγχίνοια ἡ εὐβουλία ἐστί. καὶ γὰρ ἡ· μὲν εὐστοχία ἐστὶ τὸ περὶ τοῦ παντὸς τοῦ προτεθέντος εὐεπηβόλως εἰπεῖν, ἡ δὲ ἀγχίνοια τῆς αἰτίας τοῦ προτεθέντος ζητήματος ἀπόδοσις ταχεῖά ἐστιν, οἷον διὰ τί βέλτιον ἄρχεσθαι ἡ ἄρχειν ἐν ταῖς ὀλιγαρχίαις· ὅτι ἀσφαλέσερον. διὰ ταῦτα μὲν οὖν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε ἀγχίνοιά ἐστιν. ἀλλ’ οὐδὲ δόξα ἐστὶν ἡ εὐβουλία· πολλῶν γὰρ ὄντων τῶν εἰδῶν τῆς δόξης, οὐδὲν τούτων ἡ εὐβουλία ἐστί· καὶ γὰρ τῶν δοξῶν αἱ μέν εἰσι συμπεράσματα διανοίας ἐξ ἀνάγκης ἀποδειχθέντα, ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν· αἱ δὲ ἀπὸ αἰσθήσεως συνάγονται, ὧν ἔνιαι καὶ ψευδεῖς πολλάκις εἰσί. πάσαι δὲ τὴν ἀλήθειαν ἔχουσι τέλος καὶ ἡ ὀρθότης τῆς δόξης ἡ ἀλήθειά ἐστιν· ἡ δὲ εὐβουλία τέλος ἔχει τὸ συμφέρον ἢ τοῦ βουλευομένου ἢ ᾧ τὴν βουλὴν δίδωσιν, ὃ καὶ διὰ ψεύδους καὶ ἀπάτης πολλάκις οἱ εὔβουλοι κατορθοῦσιν. τῆς βουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς· εἰ γὰρ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, πάντως ὁ εὖ βουλευόμενος κατὰ τὸν ὀρθὸν βουλεύεται λόγον. ἔστι γὰρ ὀρθότης ἡ εὐβουλία οὔτε δόξης οὔτε ἐπιστήμης ἀλλὰ τῆς βουλῆς, ὡς δηλοῖ καὶ τοὔνομα· ἐπιστήμης μὲν γὰρ οὐδεμία οὐδὲ οὐδὲ γὰρ ἁμαρτάνει ἡ ἐπιστήμη, ὥστε ὀρθότητος δεῖσθαι. τῆς δὲ δόξης ἡ ὀρθότης, καθὼς εἴρηται, ἡ ἀλήθειά ἐστιν· οὔτε τοίνυν δόξα ἐστὶν ἡ εὐβουλία ἢ ἐπιστήμη οὔτε ὀρθότης ἐστὶν ἢ δόξης ἢ ἐπιστήμης· ἔτι δὲ ἡ μὲν εὐβουλία ζήτησίς ἐστι κατὰ τὸν ὀρθὸν λόγον· ἡ δὲ δόξα εὕρεσίς τινος συμπεράσματος καὶ περί τι ὡρισμένον ἐστί· καὶ ἡ μὲν εὐβουλία ζητεῖν ἐστιν, ἡ δὲ δόξα εὑρηκέναι. καθὸ καὶ ἰῆς διανοίας ἡ εὐβουλία λείπεται· ἡ μὲν γὰρ διάνοια λόγος ἐστὶν ἀπηρτισμένος καὶ εὑρημένος μετὰ τῆς προσηκούσης αἰτίας, ἡ δὲ εὐβουλία ἐν τῇ ζητήσει ἔχει τὸ εἶναι· ὁ γὰρ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται· καὶ μετὰ λόγου μὲν ζητεῖ, οὔπω δὲ συνεπέρανεν· ἡ δὲ δόξα οὐ τοιαύτη· οὐ γὰρ ζήτησίς ἐστιν, ἀλλὰ φάσις ἀπηρτισμένη· οὕτε τοίνυν ἐπιστήμη ἐστιν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε δόξα. ἀλλ’ ἐπεὶ ὀρθότης ἐστὶ βουλῆς, ζητητέον πρῶτον τί ἐστι βουλή, καὶ περὶ τίνα καταγίνεται ὁ βουλευόμενος. καὶ περὶ μὲν βουλῆς καὶ βουλευτῶν ἐν τοῖς πρότερον εἴρηται· ῥητέον δὲ περὶ τῆς ὀρθότητος. ἡ τοίνυν ὀρθότης πολλαχῶς λέγεται. καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος καὶ τὰ πρὸς αὐτὸ ἄντικρυς φέροντα ζητοῦντες ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι τέλος καὶ πρὸς αὐτὸ φερόμενοι, τὰ δὲ πρὸς αὐτὸ συμφέροντα μάλιστα τῶν ἄλλων οὐ ζητοῦντες ἀλλ’ ἕτερα ὥσπερ οἱ διὰ προτάσεων ψευδῶν ἢ μὴ ἐξ ἀναγκαίων ἀληθὲς συνάγοντες συμπέρασμα· καὶ οὗτοι γὰρ περὶ μὲν τὰ πρὸς τὸ τέλος σφάλλονται, ὅτι δὲ πρὸς τὸ τέλος τὸ ἀγαθὸν φέρονται, ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί. πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν, ἥτις καὶ κυρίως ὀρθότης λέγεται βουλῆς, καθ’ ἣν πρὸς τὸ ἀγαθὸν φερόμεθα τέλος καὶ ἐκεῖνα ζητοῦμεν, δι’ ὧν δυνησόμεθα ῥᾷστα καὶ κάλλιστα τοῦ τέλους τυχεῖν. εὐβουλία γὰρ οὔτε ἡ πρώτη ὀρθότης ἐστὶν οὔτε ἡ δευτέρα· ἡ μὲν γὰρ πρώτη κακή ἐστι βουλή, ἡ δὲ εὐβουλία ἀγαθόν· τοῦτο γὰρ βούλεται τὸ ὄνομα, ἀγαθὴ βουλή· ἡ δὲ δευτέρα ὀρθότης ζητεῖ μὲν ὃ δεῖ, δι’ οὗ δὲ τυχεῖν οὐ ζητεῖ καὶ περὶ τὰ πρὸς τὸ τέλος οὐ καλῶς βουλεύεται, περὶ ἃ ἡ βουλὴ γίνεται, καθὼς προείρηται· ὥστε καθόσον μὲν εἰς τὸ ἀγαθὸν φέρεται, ὀρθῶς φέρεται, καθόσον δὲ οὐ διὰ τῶν προσηκόντων τῷ τέλει φέρεται οὐ καλῶς φέρεται· ὥστε οὐκ ἂν εἴη εὐβουλία ἡ τοιαύτη ὀρθότης. ἔτι δὲ οὐδὲ ἡ διά πολλοῦ χρόνου καὶ πλείονος τοῦ δέοντος γινομένη βουλὴ εὐβουλία ἐστίν. εὐβουλία γάρ ἐστι μόνον ἡ ὀρθότης τῆς βδυλῆς, ἡ κατὰ τὸ ὠφέλιμον, ὅταν περὶ ὧν δεῖ βουλευώμεθα καὶ ὡς δεῖ καὶ ὅσον χρόνον δεῖ. ἐπεὶ δὲ τὸ τέλος ἢ καθόλου ἐστὶ καὶ ἔσχατον ἢ μερικόν, ἔσχατον μέν, πρὸς ὃ πᾶσα πρᾶξις ἀνθρωπίνη φέρεται, μερικὸν δέ, πρὸς ὅ τινες πράξεις φέρουσιν, ἀκόλου θὼς καὶ ἡ εὐβουλία ἔχει· ἡ μὲν καθόλου ἐστίν, ἥτις ὀρ· θὴ καὶ ἀγαθὴ βουλή ἐστι περὶ τῶν φερόντων εἰς τὸ ἔσχατον τέλος, τὴν κατ’ ἀρετὴν ζωήν, ἡ δὲ μερική, ἥτις εἰς μερικόν τι τέλος φέρει, ὃ οὐκ ἔστι μὲν τὸ ἔσχατον, φέρει δὲ εἰς τὸ ἔσχατον τέλος. ἐπεὶ δὲ τῶν φρονίμων ἐστὶ τὸ εὖ βουλεύεσθαι, δεῖ προσθεῖναι τῷ τῆς εὐβουλίας βουλίας ὁρισμῷ καὶ τὴν φρόνησιν· ὥστε εἶναι τὸν ὁρισμὸν τῆς εὐβουλίας οὕτως· εὐβουλία ἐστὶν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι· κατὰ τὸ συμφέρον μέν, δι’ ἁ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται, δι’ ὧν δὲ προσῆκεν οὐδαμώς, λέγω δὴ πράξεων καὶ χρόνου καὶ τρόπου· τὸ δὲ πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι, διὰ τὴν πονηρὰν βουλήν, ἥτις τὰ μὲν τέλει προσήκοντα καὶ ἀκόλουθα ζητεῖ· πρὸς τέλος δὲ φέρεται πονηρόν, οὗ οὐκ ἔστιν ἡ φρόνησις ἀληθὴς ὑπόληψις. Περὶ συνέσεως. κεφ. ἰὰ. Περὶ μὲν εὐβουλίας τοσαῦτα· ῥητέον δὲ περὶ συνέσεως. ἔστι τοίνυν σύνεσις καὶ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους. καὶ οὔτε ἐπιστήμῃ ταὐτόν ἐστιν ἡ σύνεσις οὔτε δόξῃ οὔτε φρονήσει. ἐπιστήμη μὲν γὰρ οὐκ εστιν ουοε οοξα η σύνεσις· η γὰρ ἀν’ παντες οι ἐπιστήμονες ἢ οἱ δοξάζοντες συνετοὶ ἦσαν. ἀλλ’ οὐκ εἰσίν· ἀλλ’ οὐδὲ μία τις τῶν ἐπιστημῶν ἐστιν ἡ σύνεσις, οἷον ἰατρικὴ ἢ γεωμετρία· ἢ γὰρ ἄν περὶ ὑγιεινῶν ἦν ἢ περὶ μεγεθῶν. ἄλλως τε οὐδὲ περὶ τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν ἡ σύνεσις, οὐδὲ ἰδίως περὶ ἑνός τινος τῶν ἐνδεχομένων ἄλλως ἔχειν ἀλλὰ καθόλου περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο, καὶ ἃ σκέψεως ἀνέχεταί τινος καὶ βουλῆς καὶ ζητήσεως· διὰ τοῦτο περὶ τὰ αὐτὰ μέν ἐστιν ἡ σύνεσις τῇ φρονήσει· ἔστι γὰρ περὶ τὰ ἐνδεχόμενα, ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν. οὐκ ἔστι δὲ πάντῃ ταὐτὸν τῇ φρονήσει· ἡ μὲν γὰρ φρόνησις ἐπιτάττει μόνον πρὸς ποῖον τέλος δεῖ φέρεσθαι καὶ τίνα δεῖ ποιεῖν, ὥστε τέλους τυχεῖν· καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἔργον, τὸ ἐπιτάττειν ἃ δεῖ πράττειν, τὸ δὲ κρίνειν τὰ ἐπιτσχθέντα παρὰ παρὰ φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό. ἐστιν ἡ σύνεσις. οὐ γὰρ διαφέρει ὁ εὐσύνετος τοῦ συνετοῦ, τοῦ, ἀλλὰ καὶ ὁ συνετὸς αὐτὸ τοῦτο βούλεται, τὸ εὖ καὶ καλῶς συνιέναι καὶ κρίνειν τὰ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα. καὶ ταὐτόν ἐστι σύνεσις καὶ εὐσυνεσία, ἥτις οὔτε φρόνησίς ἐστιν οὔτε τὸ ἔχειν φρόνησιν. οὔτε δὲ τό δέχεσθαι καὶ λαμβάνειν φρόνησιν σύνεσίς ἐστιν· τὸ γὰρ λαμβάνειν φρόνησίν ἐστι τὸ μανθάνειν ἅπερ ὁ φρόνιμος γινώσκει, ἡ δὲ σύνεσίς ἐστι τὸ κρίνειν αὐτή· οὐκ ἄρα ταὐτὸν σύνεσις τῷ φρόνησιν λαμβάνειν ἢ φρόνησιν ἔχειν. ἀλλ’ ὥσπερ ὁ παρ’ ἄλλου τινὸς ἐπιστήμην ἀκούων καὶ γινώσκων καλῶς ξυνιέναι λέγεται, οὕτως ὁ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα γινώσκων καὶ κρίνων ὀρθῶς συνιέναι τε λέγεται καὶ συνετὸς ὀνομάζεται καὶ εὐσύνετος διὰ τὸ καλῶς γινώσκειν· τὸ γὰρ εὖ καὶ τὸ καλῶς ταὐτόν· καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐλήφθη τὸ ὄνομα, ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται. Περὶ γνώμης. κεφ. ιβ'. Ῥητέον δὴ περὶ τῆς γνώμης. ἔστι δὲ καὶ αὕτη περὶ τὰ ἐνδεχόμενα, καθάπερ καὶ ἡ φρόνησις καὶ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο καὶ περὶ αὐτῆς λέγωμεν. ἔστι τοίνυν γνώμη, καθ’ ἣν εὐγνώμονας λέγομεν καὶ ἔχειν γνώμην, ἡ ὀρθὴ κρίσις τοῦ ἐπιεικοῦς. τίς δέ ἐστιν ὁ ἐπιεικὴς καὶ ἡ ἐπιείκεια, εἴρηται ἐν τοῖς πρότερον. ὅτι δὲ τοῦτό ἐστιν ἡ γνώμη, δῆλον· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν· καὶ ἐπιεικὲς τὸ ἔν τισιν ἔχειν συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶν ὀρθή, κριτικὴ τοῦ ἐπιεικοῦς· κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη. ὀρθὴ δὲ λέγεται κρίσις ἡ τοῦ ἀληθοῦς· εἰ τοίνυν ἡ μὲν συγγνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς καὶ γνώμη ὀρθή, κατὰ δὲ τὴν ὀρθὴν γνώμην εὐγνώμονές τινες λέγονται ἡ γνώμη ἄρα, καθ’ ἣν εὐγνώμονες λέγονται, τοῦ ἐπιεικοῦς ἐστι κ· ρίσις. πᾶσαι μὲν οὖν αἱ ἕξεις αἱ ἀληθευτικαὶ πρὸς τὸ αὐτὸ φέρουσι, καὶ τὰ αὐτὰ ἔχουσιν ὑποκείμενα, περὶ ἃ καταγίνονται· καὶ γὰρ καὶ φρό- νῆσις καὶ νοῦς κα εὐβουλία καὶ σύνεσις καὶ γνώμη περὶ τὰ καθ’ ἕκαστά εἰ σί’ καὶ τὰ μερικὰ τὰ ἐν οἷς αἱ πράξεις. νοῦν δὲ λέγω τὸν πρακτικόν, ὃς ἀρχὰς ἔχει τὰ μερικὰ καὶ αἰσθητά· ὁ γὰρ αὐτὸς ἄνθρωπος, ὅταν μὲν τὰ πρὸς τὸ ἀγαθὸν τέλος φέροντα ποιῇ, φρόνιμός ἐστιν, ὅταν δὲ περὶ αὐτῶν ὡς δεῖ βουλεύηται, εὔβουλός ἐστιν, ὅταν δὲ ὅσα ἔταξε πρὸς τὸ τέλος τὸ ἀγαθὸν καὶ ἐποίησε, γινώσκῃ καὶ κρίνῃ ὀρθῶς καὶ ὡς ἔδει πεπρᾶχθαι, ἐστιν· ὅταν δὲ τὰ ὑπ’ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν, εὐγνώμων ἐστὶ καὶ συγγνώμων. πᾶσα γὰρ ἡ τοῦ ἐπιεικοῦς κρίσις περὶ πάντα ἐστὶ κοινῇ ἰά ἀγαθὰ τὰ ὑπ’ ἄλλων πραττόμενα· καὶ γὰρ καὶ ἡ καλουμένη ἐπιείκεια, ἥτις ἐστὶ τοῦ νομικοῦ δικαίου διορθωτική, περὶ ἧς εἴρηται πρότερον, τοὺς παρ’ ἑτέρων τεθέντας νόμους κρίνει, καὶ ἡ συγγνώμη καὶ ἡ γνώμη περὶ τῶν πραττομένων ὑφ’ ἑτέρων ὀρθῶς ψηφίζεται· πάντα δὲ ταῦτα τοῦ ἐπιεικοῦς ἐστι. συμβαίνει δὲ καὶ πάσας τὰς ἀνθρωπίνας πράξεις ταύτας εἶναι μόνας, ἃς ὁ ἐπιεικὴς κρίνει καὶ περὶ ὧν ψηφίζεται· ἡ μὲν γὰρ ἐπιείκεια περὶ τὸ νομικὸν δίκαιόν ἐστιν, ἡ δὲ γνώμη περὶ τὰ πρακτά ἐστιν, ὅταν ὑφ’ ἑτέρων πράττωνται· περὶ τά αὐτὰ δὲ καὶ ὁ νοῦς ἐστιν ὁ πρακτικός· καὶ γὰρ ἐπεὶ ὁ νοῦς γνῶσίς ἐστι τῶν ἀρχῶν, ἀρχαὶ δὲ τῶν μὲν πράξεων τὰ καθ’ ἕκαστα, τῶν δὲ θεωρητῶν καὶ ὧν ἐστι τέλος ἡ ἀλήθεια, οἱ ὅροι καὶ οἱ ἄμεσοι λόγοι καὶ αἱ κοιναὶ ἔννοιαι, εἴη ἄν ὁ μὲν θεωρητικὸς νοῦς γνῶσις τῶν ὅρων καὶ τῶν πρώτων καὶ ἀκινήτων λόγων, ὁ δὲ πρακτικὸς γνῶσις τῶν ἐσχάτων καὶ ἐνδεχομένων, δηλονότι τῶν καθ’ ἕκαστα πρακτῶν· ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων. καὶ γὰρ καὶ οἱ ἄμεσοι λόγοι καὶ οἱ ὅροι καὶ τὰ καθ’ ἕκαστα καὶ πρῶτα καὶ ἔσχατά εἰσιν. οἱ μὲν ἄμεσοι λόγοι τῇ φύσει πρῶτοι, ἔσχατοι δὲ ἡμῖν· τὰ δὲ καθ’ ἕκαστα πρῶτα μὲν ἡμῖν, ἔσχατα δὲ τῇ φύσει· ταῦτα δὲ τὰ ἔσχατα τῇ φύσει ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ’ καὶ γὰρ ἀπὸ τῶν ἐν τῇ αἰσθήσει καθ’ ἕκαστα διδασκόμεθα πράττειν τὰ συμφέροντα ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις καὶ δι’ ὧν πρὸς τὸ ζητούμενον ἀφιξόμεθα τέλος· καὶ ἀπὸ τούτων τῶν μερικῶν καθολικούς τινας συνάγοντες λόγους, φρόνιμοι γινόμεθα πρὸς τὰς ἐν τῷ βίῳ πράξεις. διὰ τοῦτο δεῖ τὸν πολιτικὸν γνῶσιν ἔχειν τῶν μερικῶν· ἡ τοιαύτη δὲ γνῶσις ἄνευ μέσου γινομένη νοῦς ἐστι· νοῦς γάρ ἐστιν ἡ γνῶσις τῶν ἀμέσων καὶ τῶν ἀρχῶν. διὰ τοῦτο καὶ φυσική τις ἡ τοιαύτη γνῶσις εἶναι δοκεῖ. οὐ γὰρ ἀπὸ μεθόδων τινῶν καὶ μαθήσεως περιγίνεται ἀλλὰ φύσει. καὶ οὐχ ὁ νοῦς μό νον ἀλλὰ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη φυσικὰ δοκεῖ εἶναι· ἀπὸ γὰρ τῆς φυσικῆς γνώσεως τοῦ νοῦ ταῦτα πάντα ὁρμῶνται, καὶ περὶ τὰ αὐτά εἰσι τῶ νῷ, τὰ καθ’ ἕκαστα δηλονότι. σοφία δὲ οὐκέτι· φύσει γὰρ σοφὸς οὐδείς ἐστιν, ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέσθαι σοφόν καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν. φαμὲν γὰρ τήνδε τὴν ἡλικίαν νοῦν ἔχειν καὶ γνώμην καὶ φρόνησιν, ὡς τῆς φύσεως αἰτίας οὔσης· σοφίαν δὲ οὐ τῇδε τῇ ἡλικίᾳ ἢ τῇδε ἀποδίδομεν· καὶ νέῳ γὰρ δυνατὸν γενέσθαι σοφὸν καὶ μειρακίῳ καὶ οὐ πρεσβύτῃ μόνον, καθάπερ ἐπὶ τῆς φρονήσεως ἔχει καὶ τῶν ἄλλων. ἡ γὰρ πεῖρα τῶν πρεσβυτέρων ἐστίν, ἧς χωρὶς οὐ δυνατὸν φρόνιμον γενέσθαι καὶ νοῦν καὶ σύνεσιν ἔχειν καὶ γνώμην. μην. νοῦν λειῶ τὸν πρακτικόν· ὁ γὰρ νοῦς καθὼς εἴρηται καὶ θεωρητικός ἐστι καὶ πρακτικὸς καὶ ἀρχὴ καὶ τέλος· ἀρχὴ μέν καθόσον τῶν πρώτων ἀρχῶν ἐστι γνῶσις καὶ θεωρητικὸς λέγεται· ἀρχὴ γάρ ἐστιν ἀποδείξεως· δείξεως· τέλος δέ, καθόσον γνῶσίς ἐστι τῶν καθ’ ἕκαστα καὶ ἐν αἰσθήσει, καὶ πρακτικὸς λέγεται· περὶ τούτων γὰρ αἱ ἀποδείξεις, καὶ ταῦτά εἰσι τὰ ἀποδεικτά, καὶ εἰς ταῦτα τελευταῖον ὁ ἀποδεικνὺς ἔρχεται ἀπὸ τῶν καθόλου καταβαίνων. οὗτος δὲ ὁ νοῦς ἀπὸ ἐμπειρίας περιγινόμενος ἐν τοῖς τοῖς πρεσβυτέροις διὰ τοῦτο δεῖ πιστεύειν ταῖς τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείδείξεων· διὰ γἁρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι ὦσι ἰὰς ἀρχάς τῶν πράξεων, τὰ καθ’ ἕκαστα δηλονότι πρακτά· δι’ ὧν τὰ συμφέροντα γινώσκουσι καὶ ὑποτίθενται καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ανθρώποις. Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα βελτίων. κεφ. ιγ᾿. Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἐστὶν ἑκατέρα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἐστὶν ἑκατέρα, εἴρηται. διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν, τί χρήσιμοί εἰσι καὶ πρὸς τί συντελοῦσι τοῖς ἀνθρώποις. ἡ μὲν γὰρ σόφ’ ία οὐδὲν θεωρεῖ ἐξ ὧν ἐστιν εὐδαίμων ὁ ἄνθρωπος· ἡ μὲν γὰρ εὐδαιμονία περὶ τὴν πρᾶξίν ἐστιν, ἡ δὲ σοφία οὐδεμιᾶς αἰτία γενέσεως· οὐ γὰρ τέλος ἔχει τὸ πρακτὸν ἀγαθόν. ἡ δὲ φρόνησίς ἐστι μὲν αἰτία πράξεως καὶ πρὸς τὸ πρακτὸν ἄγαθόν, ἀναγκαία δὲ πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς οὐ πάνυ δοκεῖ· τοῖς μὲν γὰρ σπουδαίοις ἀπὸ τοῦ ἔθους τὰς ἀρχὰς περιγενομένας βεβαίας εἶναι συμβαίνει· ἕξεις γάρ εἰσι· καὶ οὐδὲν μᾶλλον ἀπὸ τοῦ εἰδέναι τὰ καλὰ καὶ δίκαια πρακτικοὶ αὐτῶν. γίνονται ὥσπερ οὐδὲ ὑγιεινοὶ ἢ εὐεκτικοὶ γινόμεθα ἀπὸ τοῦ καλῶς εἰδέναι τὰ ὑγιεινὰ καὶ εὐεκτικά, ἀλλὰ τῷ ἔχειν ἕξιν ὑγιείας καὶ εὐεξίας· οὐ γὰρ ὁ πύκτης πυκτικώτερος γίνεται διὰ τὸ εἰδέναι τί ἐστι τὸ εὖ καὶ καλῶς πυκτεύειν· οὐ γὰρ τῷ εἰδέναι ἀλλὰ τῷ ἕξιν ἔχειν πυκτικῆς πυκτεύει· ὁμοίως δὲ καὶ ὁ παλαιστὴς καὶ ὁ δρομικός· καὶ πᾶς γυμνικὸς διὰ τὴν ἕξιν γυμνικος νῖκός ἐστιν, οὐ διὰ τὸ εἰδέναι τὰ εὐεκτικὰ καὶ γυμνικά· λέγω δὲ εὐεκτικὰ καὶ γυμνικὰ ἢ ὑγιεινὰ οὐ τὰ ποιητικὰ εὐεξίας ἢ ὑγιείας ἀλλ’ ἃ ποιεῖ ὁ ὑγιαίνων ἢ ὁ εὐεκτῶν ἀπὸ τοῦ ἕξιν ὑγιείας ἢ εὐεξίας ἔχειν· ὥσπερ τοίνυν ἐπὶ τῶν εἰρημένων ἕξεων οἱ ἔχοντες οὐκ ἄν ἀμείνους γένοιντο διὰ τὸ εἰδέναι, οὕτως οὐδὲ ὁ σπουδαῖος καλλίων περὶ τὴν ἀρετὴν γένοιτο διὰ τὴν φ. ρόνησιν. εἰ δὲ τοῖς σπουδαίοις οὐδὲν πρὸς τὴν ἀρετὴν ἡ φρόνησις συντελεῖ, τελεῖ, λείπεται δὴ τοὺς μὴ ὄντας σπουδαίους τὴν φρόνησιν καλλίους ποιεῖν· καὶ ποιεῖν· δὲ οὐ σφόδρα ἀναγκαῖον φρονίμους εἶναι πρὸς τὸ γενέσθαι σπουδαίους· δυνατὸν γὰρ καὶ παρ’ ἄλλων μαθόντας τὸν περὶ ἀρετῆς λόγον καὶ πεισθέντας αὐτοῖς σπουδαίους γενέσθαι· ὥσπερ βουλόμενοι ὑγιαίνειν οὐκ αὐτοὶ μανθάνομεν ἰατρικὴν ἀλλὰ τοὺς ἰατροὺς ἐρωτῶμεν, καὶ οὐδὲν κωλύει ὑγιαίνειν. ταῦτα μὲν οὖν οῦν ἀπορήσειεν ἄν τις περὶ τῆς φρονήσεως καὶ τῆς σοφίας, εἰς τί συντελοῦσι τοῖς ἀνθρώποις καὶ πρὸς τί εἰσι χρήσιμοι. ἔτι δὲ καὶ ἐκεῖνο δεῖ ζητεῖν περὶ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως, ποτέρα βελτίων. δοκεῖ μὲν γὰρ ἡ σοφία βελτίων ἰῆς φρονήσεως καθόσον τῶν ἀναγκαίων ἐστὶ γνῶσις· δοκεῖ δὲ ἡ φρόνησις βελτίων τῆς σοφίας, καθόσον ἀρχή ἐσΤι πρά ξεως καὶ διὰ τοῦτο κυριωτέρα τῆς σοφίας, ἥτις μόνον θεωρητική ἐστιν. ἡ γὰρ πρακτικὴ ἕξις ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον. ταῦτα μὲν οὖν ἠπόρηται περὶ σοφίας· καὶ φρονήσεως· ῥητέον δὲ πρὸς ταῦτα καὶ πρῶτον περὶ τοῦ πρώτου· πρῶιον μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἦσαν χρήσιμοι αἱ τοιαῦται ἀρεταί, ἀλλὰ δι’ ἑαυτὰς ἀναγκαῖον αἱρετὰς αὐτὰς εἶναι· ἀρεταὶ γάρ εἰσιν ἑκατέρα ἑκατέρου τοῦ διανοητικοῦ, τικοῦ, καθὼς εἴρηται· πᾶσα δὲ ἀρετὴ αἱρετόν τί ἐστιν. ἔπειτα καὶ χρήσιμοί εἰσι πρὸς τὴν εὐδαιμονίαν. . οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν, ἀλλ’ ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει, οὕτω σοφία καὶ φρόνησις πρὸς εὐδαιμονίαν χρήσιμοί εἰσιν. ἡ μὲν γὰρ καθόλου εὐδαιμονία ἡ παντελής ἐστιν ἀρειή, σοφία δὲ καὶ φρόνησις μέρος εἰσὶ τῆς ὅλης ἀρετῆς· ὥστε μέρος εἰσὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας σοφία καὶ φρόνησις, καὶ τὸ ταύτας ἔχειν μετὰ τῶν ἄλλων ἀρετῶν εὐδαιμονεῖν ἐστι τὴν ὅλην εὐδαιμονίαν. ἔτι δὲ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν ἡ φρόνησις χρήσιμός ἐστι καὶ δι’ αὐτῆς πᾶν τοιοῦτον ἔργον ἀποτελεῖται. ἡ μὲν γὰρ ἠθικὴ ἀρετὴ τὴν θέλησιν εἰς τὸ ἀγαθὸν ἀπευθύνει τέλος καὶ ὀρθὸν ποιεῖ τὸν σκοπόν, ἡ δὲ φρόνησις ἰὰ πρὸς τὸ τέλος φέροντα τὸ ἀγαθὸν ζητεῖ, καὶ βουλεύεται δι’ ὧν κάλλιστα καὶ ῥᾷστα καὶ ὡς δεῖ τοῦ τέλους ἔνι τυχεῖν. τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς, ὅ ἐστι τὸ θρεπτικόν, οὐκ ἔστιν ἀρετὴ τοιαύτη, περὶ ἧς ἡμῖν ὁ λόγος, ἥτις ἀρχὴν ἔχει. τὸ ὀρεκτικόν, λέγω δὴ τὴν ἠθικήν. οὐ γάρ ἐστι τὸ θρεπτικὸν κύριον πράξεως οὐδεμιᾶς· ὃ δὲ οὐκ ἔστιν ἀρχὴ πράξεως, οὐ δύναται ἀρειὴν ἔχειν τοιαύτην. δύναται δὲ λέγεσθαι ἀρετὴ τοῦ θρεπτικοῦ τὸ εὐτραφὲς καὶ ὅσα ἄλλα ἕπονται, ὅταν καλῶς ἔχῃ τὸ θρεπτικόν, οἷον κάλλος ἢ μέγεθος, ὅπερ ἀρετὴ οὐκ ἔστι κυρίως· οὐ γὰρ ἀπὸ προαιρέσεως γίνεται οὐδὲ αἱρετή ἐστομ. ἀλλὰ κατὰ μεταφορὰν λέγεται. καὶ ταῦτα μὲν μεταξὺ εἴρηται· ῥητέον δὲ ἔτι πρὸς τὸ προκείμενον. ὅτι μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἄλλο συντελεῖν ἠδύνατο ἡ σοφία καὶ ἡ φρόνησις, διά γε ἑαυτὰς ἔδει πολλοῦ τινος ἀξίας εἶναι δοκεῖν, δέδεικται. δείξομεν δὲ ἔτι σαφέστερον, ὅτι ἡ φρ· όνησις συντελεῖ πρὸς τὸ σπουδαιοτέρους γενέτὸ σθαι καὶ πρακτικωτέρους τῶν καλῶν καὶ δικαίων. μικρὸν δὲ ἄνωθεν ἀναληπτέον τὸν λόγον, ἀρξαμένους ἐκεῖθεν. ὥσπερ γὰρ λέγομεν δυνατὸν εἶναι πράττοντάς τινας τὰ δίκαια οὔπω δικαίους εἶναι, καὶ τὰ σώφρονα καὶ μὴ σώφρονας εἶναι, οἷοί εἰσιν οἱ τά προσταττόμενα ὑπὸ τοῦ νόμου ποιοῦντες διὰ φόβον καὶ ἀκουσίως ἢ οἱ δι’ ἄγνοιαν δίκαιόν τι πεποιηκότες· ὥσπερ εἴ τις λάθοι τὸν ἀδικοῦντα κολάσας ἀντὶ τοῦ ἠδικημένου ἢ δι’ ἄλλο τι ἢ χρήματα ἢ ἡδονὴν τὸ δίκαιον ποιοῦντες καὶ μὴ δι’ ἑαυτό· ὥσπερ τοίνυν τοὺς τοιούτους οὐ λέγομεν δικαίους, καίτοι πράττοντας τὰ δίκαια· . . οὕτως, ὣ; ἔοικεν, ἐπὶ πάσης ἀρετῆς ἔχει· καὶ ὁ ποιῶν τὸ ἀγαθὸν καὶ τὴν ἀρετὴν καὶ δι’ ἑαυτὴν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ αὐτὸς ποαιρούμενος καὶ οὐκ ἀκουσίως, οὖτός ἐστιν ἀληθῶς ὁ σπουδαῖος· ὁ γὰρ βιαζόμενος ὑφ’ ἑτέρου πρὸς τὸ ποιῆσαι τὸ ἀγαθὸν τοῦ ἀγαθοῦ μὲν ἕνεκα ποιεῖ ὅπερ ποιεῖ, εἴπερ ὁ καταναγκάζων αὐτὸν τοῦ ἀγαθοῦ ἕνεκα καταναγκάζει· σπουδαῖος δὲ οὐκ ἔστιν οὐδὲ ἀγαθόν ὅτι μὴ προαιρούμενος καὶ ἑκουσίως πράττει τὸ ἀγαθόν. ἡ μὲν οὖν ἕξις τῆς ἀρετῆς ῥυθμίζουσα τὸ ὀρεκτικὸν τῆς ψυχῆς, τὸ θυμικὸν καὶ ἐπιθυμητι· κόν, ὀρθὴν ποιεῖ τὴν προαίρεσιν· ἐπιθυμεῖ γὰρ καὶ προαιρεῖται τὸ ἀγαθὸν ἀπὸ τῆς ἀγαθῆς ἕξεως· οὐ δεῖ δὲ μέχρι τούτου τὸν σπουδαῖον ἵστασθαι τοῦ ἕξιν ἔχειν ἀρετῆς, ἀλλὰ καὶ πράττειν ἐξ ὧν ἔσται βεβαία ἡ ἕξις ἐν τῇ ψυχὴ, τἀς πράξεις τὰς σπουδαίας δηλονότι. τὸ τοίνυν τὰς τοιαύτας πράξεις εἰδέναι οὐ δυνατὸν λαβεῖν ἀπὸ τῆς ἕξεως τῆς ἀρετῆς· αὕτη γὰρ μόνην ἐμποιεῖ τῆ ψυχῇ τήν ὄρεξιν τοῦ ἀγαθοῦ· τὸ δὲ εἰδέναι ἃ δεῖ πράττειν τὸν σπουδαῖον ἄλλης ἐστὶ δυνάμεως. λεκτέον δὴ περὶ ταύτης τῆς δυνάμεως σαφέστερον. ἔστι δἡ τις δύναμις, ἣν καλοῦσι δεινότητα· αὔτη δέ ἐστι τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν. ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἄν δὲ φαῦλος, πανουργία. διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμ· ὲν εἶναι. ἔστι δὲ ἡ φρόνησις οὐχ αὕτη ἡ δύναμις, ἡ δεινότης ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης· ταύτης γὰρ τῆς δυνάμεως ἀρετή ἐστιν ἡ φρόνησις. οὔτε τοίνυν ἄνευ φρονήσεως τελειωθείη ἂν ἡ ἠθικὴ ἀρετή, τήν τε φρόνησιν ἀδύνατον ἐπιγενέσθαι τῷ πρακτικῷ νῷ ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς· οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν, οὗς δηλονότι συλλογιζόμενοι πράττομεν, ἀρχὰς ἔχουσι τὰ τέλη τῶν πράξεων· ἀπὸ γὰρ τῶν τελῶν συλλογιζόμεθα, εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ πονηραί· τὰς δὲ τοιαύτας ἀρχάς, τὰ τέλη δηλονότι, οὐ γινώσκομεν ἄνευ τῆς ἕξεως τῆς ἠθικῆς ἀρετῆς· πονηρὸν γὰρ τιθέμεθα τέλος ὑπὸ πονηρᾶς ἕξεως καὶ πρὸς τοῦτο τὰς πράξεις τάττομεν, ὥσπερ εἰς ἀγαθόν. καὶ συμβαίνει τὴν γνῶσιν τῶν τοιούτων πρακτῶν μὴ εἶναι φρόνησιν· ἡ γὰρ φρόνησις περὶ τὰ ἀγαθὰ τοὐ ἀνθρώπου· ὥστε ἀνάγκη τὸν φρόνιμον τὸ ἀγαθὸν τίθεσθαι τέλος· καὶ διὰ τοῦτο οὐ δυνατὸν τὴν φρόνησιν συστῆναι ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς καὶ ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν. οὕτω μὲν οὖν φαίνεται τὴν φρόνησιν μὴ εἶναι ἄνευ τῆς ἄλλης ἠθι κῆς ἀρετῆς, φανερὸν δὲ μηδὲ τὴν ἀρετὴν εἶναι ἄνευ φρονήσεως· καὶ γὰρ ὡς ἔχει ἡ φρόνησις πρὸς τὴν δεινότητα (οὐ ταῦτὸν μέν, ὅμοιον δέ· καὶ γὰρ ἡ μὲν δεινότης φυσική ἐστιν ἐπιτηδειότης τῆς ψυχῆς. ἡ δὲ φρόνησις ἀρετή ἐστι τῆς τοιαύτης ἐπιτηδειότητος), οὕτω καὶ ἡ ἠθικὴ ἀρετὴ πρὸς τὴν φυσικὴν ἀρετὴν ἔχει. πᾶσι γὰρ δοκεῖ τῶν ἠθικῶν ἀρετῶν ἑκάστη φυσική πως εἶναι· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι, καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς. ἀλλ᾿ ὅμως ζητοῦμεν ἕτερόν τι, νομίζοντες οὐ ταύτας εἶναι τὰς κυρίως ἀρετάς. αὐται γὰρ καὶ πασιὶ καὶ θηρίοις ὑπάρχουσαι βλαβεραὶ γίνονται ἐνίοτε διὰ τὰ ἄνευ νοῦ προσεῖναι, καὶ καθάπερ τῷ σώματι ἰσχυρῷ κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς, ὅταν ἄνευ ὄψεως κινῆται, οὕτω καὶ τὰς τοιαύτας ἕξεις ἄνευ νοῦ πονηρὰς εἶναι συμβαίνει, μετὰ δὲ νοῦ ἀγαθάς· αἳ καὶ ἀρεταὶ κυρίως καλοῦνται. καὶ αἱ αὐταὶ ἕξεις νοῦ μὲν ἄνευ οὔκ εἰσιν ἀρεταὶ κυρίως, μετὰ δὲ νοῦ κυρίως ἀρεταὶ γίνονται· |ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἰσὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτως ἐπὶ τοῦ ἠθικοῦ δύοἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δὲ ἡ κυρίως, καὶ τούτων ἡ κυρίως οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ φασὶ πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι. καὶ Σωκράτης τούτῳ τῷ λόγῳ στοιχῶν, πὴ μὲν ὀρθῆς εἶχε πὴ δὲ ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι τὰς ἀρετὰς ἁπάσας, ἡμάρτανεν, ὅτι δὲ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε. σημεῖον δέ· καὶ γὰρ νῦν πάντες, ὅταν ὁρίζωνται ιὴν ἀρετήν, εἰπόντες αὐτὴν ἕξιν καὶ περὶ τίνα καταγίνεται, προστιθέασι καὶ κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δὲ λόγος ὁ κατὰ τὴν φρόνησιν· φαίνεται ἄρα μὴ δύνασθαι εἶναι ἀρετὴν ἄνευ φρονήσεως. ἔτι δέ, οὐ μόνον κατὰ τὸν ὀρθὸν λόγον ἕξις ἡ ἀρετὴ λέγεται ἀλλὰ καὶ μετὰ τοῦ ὀρθοῦ λόγου· ὁ δὲ περὶ τῶν τοιούτων ὀρθὸς λόγος ἡ φρόνησίς ἐστιν. ὁ μὲν γὰρ Σωκράτης λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (πάσας γὰρ ἐπιστήμας ἔλεγεν εἶναι), ἡμεῖς δὲ ἕξεις μετὰ λόγου. τὸ γὰρ κατὰ λόγον διαφέρει τοῦ μετὰ λόγου· κατὰ λόγον γάρ τις ποιεῖ τι καὶ ἑτέρου κινοῦντος <καὶ τὸ τέλος σκοποῦντος>l, ὥσπερ ἡ φύσις κατὰ λόγον ποιεῖ, μετὰ λόγου δέ, ὅταν αὐτὸς εἰδὼς πράττῃ καὶ τὸ τέλος σκοπῶν κατὰ λόγν ποιῇ. διᾲ τοῦτο δεῖ προσκεῖσθαι τῷ κατὰ λόγον τὸ μετὰ λόγου· λόγος δέ ἐστιν ἡ φρόνησις καθὼς εἴρηται. δῆλον τοίνον ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἱόν τε ἀγαθὸν εἶναι κυρίως τὴν ἕξιν ἄνευ φρονήσεως οὐδὲ φρόνησιν ἄνευ ἀρετῆς. |ἐντεῦθεν δὲ λύοιτ᾿ ἂν καὶ εἴ τις ἐκ τοῦ ἐναντίου λόγος εἰσάγοιτο. δοκεῖ γὰρ δυνατὸν εἶναι χωρίζεσθαι τὴν φρόνησιν τῆς ἠθικῆς ἀρετῆς· οὐ γὰρ ὁ αὐτὸς οὕτως εὐφυῶς ἔχει πρὸς ἁπάσας, ὥστε πάσας τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ὁμοῦ λαβεῖν δυνηθῆναι· ὥστε τὴν μὲν λήψεται, τὴν δὲ οὔπω εἰληφὼς ἔσται. δοκεῖ ἄρα χωρίζεσθαι τὰς ἀρετάς. τοῦτο τοίνυν κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, κατὰ δὲ τὰς ἠθικάς, καθ᾿ ἃς ἁπλῶς ἀγαθὸς ὁ ἄνθρωπος λέγεται, οὐκ ενοεχεται. αμα γαρ τῇ φρονησει μιᾳ ουσῃ πασαι υπαρσουσιν. ἡ τοίνυν φρόνησίς ἐστι μὲν καὶ πρακτικὴ καὶ χρήσιμός ἐστι πρὸς τὰς πράξεις ἁπάσας τῶν ἄλλων ἀρετῶν. ἔστι δὲ καὶ καθ’ ἑαυτὴν ζητητέα διὰ τὸ ἀρετὴ εἶναι τοῦ βελτίστου μορίου τῆς ψυχῆς, τοῦ λογικοῦ δηλονότι, καὶ τούτου μόνου χάριν χρεία ἂν ἦν αὐτῆς. οὐ γάρ τις ἁπλῶς γένοιτ’ <ἂν> ἀγαθὸς κατὰ τὸ βέλτιστον ἑαυτοῦ μέρος φαύλως ἔχων· νῦν δὲ οὐκ ἔνι οὐδεμίαν ἀρετὴν ἄνευ τῆς φρονήσεως συστῆναι. οὐ γὰρ ἔστιν ὀρθὴν εἶναι τὴν προαίρεσιν ἄνευ φρονήσεως, ὥσπερ οὐδὲ ἄνευ ἀρετῆς, καθὼς εἴρηται· ἡ μὲν γὰρ ἀρετὴ πρὸς τὸ τέλος κινεῖ τὸ ἀγαθόν, καὶ τούτου ἐφίεσθαι παρασκευάζει· σκευάζει· ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐ δὲ κυρία γέ ἐστι τῆς σοφίας, ὅτι διὰ τὴν φρόνησιν ἡ σοφία. τῷ γὰρ φρόνιμοι εἶναι ζητοῦμεν τὴν σοφίαν καὶ ἡ φρόνησις τὸ τέλος ζητεῖ τῆς σοφίας καὶ τὰ πρὸς τὴν σοφίαν φέροντα ζητεῖ· καὶ οὕτω γὰρ ἔχουσα οὐκ ἔστι τῆς σοφίας βελτίων· ἔστι γὰρ ἡ σοφία ἀρετὴ τοῦ βελτίονος μορίου τῆς ψυχῆς· ἡ μὲν γὰρ φρόνησις ἀρετή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἡ δὲ σοφία τοῦ θεωρητικοῦ. εἰ δὲ καὶ περὶ τῆς σοφίας ἡ φρόνησις σκοπεῖ, ἀλλ’ οὐ αὐτῇ αὐτὴ πρὸς τὸ ἑαυτῆς τέλος, ὥσπερ αἱ ἀρχιτεκτονικαὶ ἔχουσι πρὸς τὰς ὑπ’ αὐτὰς τέχνας, ἀλλὰ ζητεῖ ὅπως γένηται· καὶ οὐ διὰ τοῦτο κυρία αὐτῆς ἐστιν, ὥσπερ οὐδ’ ἡ ἰατρικὴ κυρία ἐστὶ τῆς ὑγιείας· οὐ γὰρ αὐτῇ ἐπιτάττει ἀλλὰ αὐτῆς ἕνεκα. καὶ διά τοῦτο μᾶλλον βελτίων ἡ σοφία τῆς φρονήσεως, καθάπερ καὶ ἡ ὑγίεια τῆς ἰατρικῆς, ὅτι αὐτῆς ἕνεκα πράττει. εἰ δὲ ἐπιτάττει ἡ φρόνησις, ἀλλ’ οὐ ἰῷ σοφῷ, ἀλλὰ τῷ μήπω εἰς ταύτην ἐλθόντι τὴν ἀρειήν, τῷ δὲ ἐλθόντι οὐκέτι· οὐδὲ γ· ὰρ ἡ ποιτική, διότι ἐπιτάττει περὶ πάντων τῶν ἐν τῇ πόλει, ἤδη καὶ τῶν θεῶν ἄρχει.