Ancient Greek · ~222 min
TOY AYTOr nAPAOPASIS EI2 TO Δ
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis TOY AYTOr nAPAOPASIS EI2 TO Δ.1
Not analysed yet
Περὶ ἐλευθεριότητος. κεφ. α΄. μετὰ τὴν σωφροσύνην περὶ ἐλευθεριότητος λέγομεν. ἔστι δὲ ἐλευθεριότης ἡ περὶ χρήματα μεσότης, ὅταν οὔτε πλέον τοῦ δέοντος οὔτε ἔλαττον ἀναλίσκωμεν ἀλλ’ ὡς δεῖ καὶ ἐφ’ οἷς προσήκει καὶ ὧν ἕνεκα· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς οὐδ’ ἐν οἷς ἐπαινεῖται ὁ σώφρων οὐδ’ αὖ ἐν ταῖς κρίσεσιν ὥσπερ ὁ δίκαιος, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν. μᾶλλον δὲ ἐπαινεῖται ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν. πάντα, ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. ἡ μὲν οὖν περὶ χρήματα μεσότης ἡ ἐλευθεριότης ἐστίν, ἡ δὲ ὑπερβολὴ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἀσωτίαν δὲ οὐ μόνον τὴν περὶ τὰ χρήματα ὑπερβολὴν καλοῦμεν ἀλλὰ ἐνίοτε καὶ τοὺς ἀκολάστους ἀσώτους καλοῦμεν, οἵτινες πολλὰ δι’ ἀκολασίαν δαπανῶσι, καὶ ἀσωτίαν τὴν τοιαύτην κακίαν ὀνομάζομεν. διὰ τοῦτο καὶ φαυλότ|ατοί εἰσιν οἱ τοιοῦτοι, πολλὰς ἅμα κακίας ἔχοντες καὶ περὶ χρήματα δὲ καὶ ἡδονὰς διεφθαρμένοι· διὰ τοῦτο οὐδὲ οἰκείως προσαγορεύονται ἑνὶ ὀνόματι μίαν κακίαν δηλοῦντι· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἐν τι κακὸν ἔχων, τὸ φθεῖρον τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ δι᾿ ἑαυτὸν ὀλλύμενος· δοκεῖ γὰρ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορά, ὡς τοῦ ζῆν διὰ τῶν χρημάτων ὄντος. ἀσώτους μὲν οὖν καὶ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς καλοῦμεν, ἀνελευθέρους δὲ μόνους τοὺς πλέον ἡ δεῖ τῶν χρημάτων ἀντεχομένους καὶ πρὸς τὴν ἐλευθεριότητα ἐλλείποντας. ἐπεὶ τοίνυν πᾶσιν, ὧν χρεία τίς ἐστιν, οἷον δόξης ἢ ἡδονῆς ἢ τροφῆς, τούτοις δυνατὸν χρῆσθαι καὶ εὖ καὶ κακῶς (τοιοῦτον δὲ καὶ ὁ πλοῦτος, καὶ τούτου γάρ χρεία τίς ἐστιν ἐν τῷ δυνατὸν ἄρα χρῆσθαι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς· ἐπεὶ δὲ ἑκάστῳ πράγματι ἐκεῖνος χρῆται καλῶς, ὁ ἔχων τὴν περὶ αὐτὸ ἀρετήν, καὶ τῷ πλούτῳ ἐκεῖνος χρήσεται ἄριστα, ὁ ἔχων τὴν περὶ αὐτὸν ἀρειήν· οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. ἡ δὲ χρῆσις τῶν χρημάτων οὐδὲν ἄλλο ἐστὶν ἢ δαπάνη καὶ δόσις. ἡ δὲ λῆψις καὶ φυλακὴ οὐ χρῆσις δοκεῖ ἀλλὰ μᾶλλον κτῆσις. διὰ τοῦτο ὁ ἐλευθέριος περὶ τὴν δαπάνην ἐστὶ τῶν χρημάτων μᾶλλον ἢ περὶ τὴν λῆψιν· καὶ μᾶλλον αὐτῷ προσήκει τὸ εἰδέναι, ὅπως δεῖ δαπανᾶν καὶ ὧν ἕνεκα καὶ πρὸς οὗς ἢ ὅπως δεῖ λαμβάνειν καὶ ὧν ἕνεκα καὶ παρ’ ὧν δεῖ. ἔστι μὲν γὰρ περὶ τὴν χρῆσιν τοῦ πλούτου, καθὼς εἴρηται· χρῆσις δὲ ἡ δόσις μᾶλλόν ἐστιν ἢ ἡ λῆψις. ἔτι μᾶλλον δοκεῖ ἀρετὴ εἶναι τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν καὶ τὸ τὰ καλὰ πράττειν ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν· ἕπεται δὲ τῇ μὲν δόσει τὸ εὖ ποιεῖν καὶ τὸ τὰ καλὰ πράττειν τῇ δὲ λήψει τὸ εὖ πάσχειν καὶ τὸ τὰ αἰσχρά μὴ πράττειν. τὸ γὰρ λαβεῖν ὅθεν δεῖ εὖ πάσχειν ἐστίν, καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ τὸ μὴ αἰσχρὰ πράττειν ἐστίν. ἔτι, ὃ μᾶλλον ἐπαινεῖται, τοῦτο μᾶλλον μᾶλλον προσήκει, μᾶλλον δὲ ἐπαινεῖται τὸ ὡς δεῖ διδόναι ἢ τὸ ὡς δεῖ λαμβάνειν· ἡ γὰρ χάρις καὶ ὁ ἔπαινος τῷ διδόντι μᾶλλον ἢ τῷ μὴ λαμβάνοντι. ἔτι περὶ τὸ δυσχερέστερόν ἐστιν ἡ ἀρετή· δυσχερέστερον δέ ἐστι διδόναι καλῶς ἢ λαμβάνειν ἢ μὴ λαμβάνειν καλῶς· τὸ γὰρ οἰκεῖον προέσθαι πολλῷ δυσχερέστερον τοῦ τὸ ἀλλότριον ἀποπέμψασθαι· μᾶλλον ἄρα προσήκει τῷ ἐλευθερίῳ διδόναι καλῶς ἢ οὐ λαμβάνειν ἢ λαμβάνειν καλῶς. ἐπεὶ καὶ ἐλευθερίους οὐ τούτους καλοῦμεν, ὅσοι οὐ λαμβάνουσιν ὅθεν οὐ δεῖ, ἀλλὰ ὅσοι διδόασιν οἷς δεῖ· ἐκεῖνοι γὰρ μᾶλλον δοκοῦσι δίκαιοι ἢ ἐλευθέριοι καὶ διά τοῦτο ἐπαινοῦνται· οἱ δὲ λαμβάνοντες ὅθεν δεῖ οὐδὲ ἐπαινοῦνται· ἐπαινεῖται γὰρ ὃς δυσχερές τι ποιεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ λαμβάνων ὅθεν δεῖ οὐδὲν δυσχερὲς ὑπομένει. ἔτι φιλοῦνται οἱ ἐλευθέριοι μάλιστα τῶν · σπουδαίων, ὅτι ὠφέλιμοί εἰσι· τὸ δὲ ὠφέλιμον οὐκ ἐν τῷ μὴ λαβεῖν κακῶς ἀλλ’ ἐν τῷ δοῦναι καλῶς. ὁ ἄρα ἐλευθέριος περὶ ἰὴν δόσιν εἰναι δοκεῖ μᾶλλον ἢ περὶ τὴν λῆψιν· ἔστι τοίνυν ἐλευθέριος ὁ διδοὺς οἷς δεῖ καὶ τοῦ καλοῦ ἕνεκα. πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοὐ καλοῦ ἕνεκα καὶ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τἄλλα πάντα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει ἀλλὰ καὶ ἡδέως ἢ ἀλύπως. ὁ γὰρ μετὰ λύπης διδοὺς οὔπω ἐλευθέριος· ἐλευθε|ρίου μὲν γὰρ ἔργον ποιεῖ, ἐλευθέριος δὲ οὔπω ἐστίν· οὔπω γὰρ εἰς ἕξιν ἦλθεν· οὐ γὰρ ἂν ἐλυπεῖτο. τὰ γὰρ κατ᾿ ἀρετὴν ἔργα ἢ ἡδέα ἐστὶν ἢ ἄλυπα, ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινα ἄλλην αἰτίαν οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις ῥηθήσεται· ὁμοίως δὲ οὐδὲ ὁ μετὰ λύπης διδούς, καθὼς εἴρηται. ὁ γὰρ τοιοῦτος προτιμᾷ τὰ χρήματα τῆς καλῆς πράξεως· τοῦτο δὲ οὐκ ἐλευθερίου. ὁ γὰρ ἐλευθέριος δώσει μέν, ὡς ὁ ὀρθὸς τάττει λόγος, λήψεται δὲ οὐδαμῶς παρ’ ὧν οὐ δεῖ λαβεῖν, ἅτε μὴ τιμῶν τὰ χρήματα, οὔτε αἰτήσεται· οὐ γὰρ εὐχερῶς εὐεργετεῖται ὁ φιλῶν τὸ εὐεργετεῖν· λήψεται δὲ ἀφ’ ὧν δεῖ, δηλονότι ἀπὸ τῶν οἰκείων κτημάτων, οὐχ ὅτι καλὸν ἡγεῖται τὸ χρηματίζεσθαι ἀλλ᾿ ὅτι ἀναγκαῖον πρὸς τὸ διδόναι· καὶ διὰ τοῦτο κεῖν. οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχη διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν· ἔστι δὲ σημεῖον τοῦ σφόδρα ἐλευθερίου καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει τοσοῦτον, ὥστε καταλείπειν ἑαυτῷ τὰ ἐλάττω. τὸ γὰρ μὴ πρὸς τὴν οἰκείαν χρείαν ὁρᾶν τῆς μεγίστης ἐλευθεριότητος σημεῖόν ἐστιν. οὐ γὰρ πρὸς τὸ μέγεθος ἢ τὸ πλῆθος τῶν διδομένων ἡ ἐλευθεριότης κρίνεται ἀλλὰ κατὰ τὴν ἀναλογίαν, ἣν ἔχουσι τὰ διδόμενα πρὸς τὴν οὐσίαν τοῦ διδόντος ἀπὸ τούτου γὰρ ἡ ἕξις τῆς ἐλευθεριότητος δείκνυται), ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίαν διδῷ. συμβαίνει δὲ τοὺς μη κτησαμενους οὐσίαν πονοις ἀλλα οιαοεςαμενους παρ᾿ ἄλλων, ἐλευθεριωτέρους δοκεῖν· οἱ γὰρ τοιοῦτοι ἄπειροί εἰσι τῆς ἐνδείας καὶ διὰ τοῦ τὸ οὐ ἀγαπῶσι τὸν πλοῦτον καὶ ὅτι, καθάπερ οἱ γονεῖς καὶ οἱ ποιηταί, μᾶλλον ἀγαπῶσι τὰ χρήματα οἱ κτησάμενοι. οἱ δὲ ἐλευθέριοι οὐ δύνανται σφόδρα πλουτεῖν· οὔτε γὰρ εὐχερεῖς εἰς τὸ λαμβάνειν εἰσὶν οὔτε εἰς τὸ φυλάττειν τὴν οὐσίαν προνοητικοί· ἀλλὰ μᾶλλον προετικοὶ τῶν ὄντων καὶ οὐ τιμῶντες δι᾿ ἑαυτὰ τὰ χρήματα ἀλλ’ ἕνεκα τῆς δόσεως. διὸ καὶ ἐγκαλοῦμεν τῇ τύχῃ, ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, πλούτου καὶ χρημάτων ὄντες ἄξοι. τοῦτο δὲ οὐ συμβαίνει ἀλόγως· τὸν γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα πῶς οἷόν ἴε πλουτεῖν; ὥσπερ οὐδ’ ἄλλο τι κτήσασθαι δυνατὸν τὸν μὴ ἐπιμελούμενον ὅπως κτήσηται. διὰ τοῦτο οὐδὲ ὁ ἐλευθέριος δυνήσεται πλουτεῖν, μήτε ἑτέρωθεν χρήματα συλλέγων καὶ τὰ οἴκοι σκορπίζων. ἔτι καὶ μὴ δίδωσιν οἶς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ. ἵνα μὴ εἰς τὰ μὴ δέοντα ἀναλώσας ἐνδεὴς εὑρεθῇ πρὸς τά δέοντα οντα καὶ δῷ δῷ οἶς δεῖ καὶ ὅτε δεῖ. ἐλεοθέριος γάρ ἐστι, καθὼς εἴρηται, ὁ κατὰ τὴν ἀναλογίαν τῆς οὐσίας δαπανῶν εἰς ἃ δεῖ· ὁ δὲ ὡς ἔτυχε διδοὺς ἄσωτος. διὰ τοῦτο τοὺς τυράννους οὐ λέγομεν ἀσώτους, καίτοι πολλὰ καὶ ἄμετρα διδόντας· τὸ γὰρ πλῆθος τῆς κτήσεως τὸ πλῆθος τῶν δόσεων ὑπερβάλλειν δοκεῖ, καὶ πλείω εἶναι τὴν οὐσίαν τῆς δαπάνης συμβαίνει ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης μεσότης ἐστὶ περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις ὁμοίως, |καὶ ἀμφότερα ἡδέως ποιήσει, τό τε δοῦναι καὶ τὸ λαβεῖν κατὰ τὸν προσήκοντα λόγον· μεσότης γάρ ἐστιν ἡ ἐλευθεριότης περί τε λῆψιν καὶ δόσιν, ἕπεται <δὲ> τῷ διδόντι καλῶς καὶ λαμβάνειν καλῶς, καὶ ἄμφω μεθ’ ἡδονῆς. ὡστε λυπήσεται, ἐὰν μὴ δῷ ἢ μὴ λάβῃ κατὰ τὸν προσήκοντα λόγον· καὶ τοῦτο δὲ μετρίως καὶ ὡς δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ εὐκοινώνητος ἐν τοῖς χρήμασι καὶ ἡδύς ἐστιν ἐν ταῖς περὶ τὰ χρήματα κοινωνίαις, ὅτι χρημάτων καταφρονῶν οὐ πάνυ ἄχθεται ἀδικούμενος καὶ ζημιούμενος. μᾶλλον γὰρ ἄχθεται εἴ τι προσῆκον ἀναλῶσαι οὐκ ἀνάλωσεν ἢ εἰ τι προσῆκον μὴ ἀναλῶσαι ἀνάλωσε. τὸ μὲν γὰρ δαπανῆσαί σαί ποτε παρὰ τὸ δέον περὶ χρήμετά ἐστιν ἡ ζημία, καὶ οὐ τοσοῦτον λυπεῖ τὸν ἐλευθέριον· τὸ δὲ μὴ εἰς τὸ δέον δαπανῆσαι περὶ τὸ δέον καὶ τὴν ἀρετὴν ἡ ζημία γίνεται, καὶ διὰ τοῦτο μᾶλλον λυπεῖ· ὥστε οὐδὲ τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου. ὁ δὲ ἄσωτος περὶ τὴν ἡδονὴν ἀεὶ καὶ τὴν λύπην διαμαρτάνει· ἥδεται γὰρ καὶ λυπεῖται ἐφ’ οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ· φανερώτερον δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ὅτι χεῖρον κακὸν ἡ ἀνελεῦ θεριότης τῆς ἀσωτίας. κεφ. β΄. Ἔστι μὲν οὖν ἡ ἐλευθεριότης ἡ μεσότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει. ἡ δὲ ἀνελευθεριότης τῷ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ διδόναι ἐλλείπει. ἀμφοτέρων δὲ οὐσῶν ἔξω τοῦ δέοντος, χείρων ἐστὶν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. ἡ γὰρ ἀσωτία πρῶτον μὲν οὐ δύναται παραμένειν ἀλλὰ εὐχερῶς ἀφίσταται, τῆς ὕλης ὕλης δαπανηθείσης· ὁ γὰρ πλοῦτος ταχέως ἐπιλείπει τοὺς δαπανῶντας ἰδιώτας, διδόντας μὲν ἀμέτρως, λαμβάνοντας δὲ οὐδαμόθεν· ἡ δὲ ἀνελευθεριότης οὐδαμῶς· οὔτε γὰρ αὐξανομένου τοῦ πλούτου βελτίων ὁ ἀνελεύθερος γίνεται, καὶ δαπανωμένου πολλῷ χείρων. ἔπειτα καὶ ὑπὸ τῆς ἡλι- κίας καὶ ὑπὸ τῆς πείρας· τῶν ἀπὸ τῆς ἀπορίας κακῶν ἰαθῆναι τὸν ἄσωτον δυνατὸν καὶ πρὸς τὸ μέσον ἐλθεῖν· ἐγγὺς γάρ ἐστι τοῦ μέσου καὶ ἐλευθερίῳ ἔοικε μάλιστα· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, εἰ καὶ μὴ ὡς δεῖ καὶ οἷς οὐ δεῖ· ὥστε εἰ τοῦτο μόνον ἐθισθείη, διδόναι οἷς δεῖ καὶ ὡς δεῖ, εἴη ἂν ἐλευθέριος· καὶ δώσει οἷς δεῖ καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὰ τοῦτο ὁ ἄσωτος οὐ δοκεῖ φαῦλός τις εἶναι τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ καὶ ἀγεννοῦς τὸ ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν, ἠλιθίου δέ. διὰ τοῦτο βελτίων ὁ ἄσωτος τοῦ ἀνελευθέρου. καὶ διὰ τὰ εἰρημένα καὶ ὅτι ὁ μὲν ἄσωτος πολλοὺς ὠφελεῖ, ὁ δὲ ἀνελεύθερος οὐδένα ἀλλ’ οὐδὲ ἑαυτόν. ἄσωτον δὲ λέγω, ὃς ὑπερβάλλει μὲν τῷ διδόναι, ἐλλείπει δὲ τῷ μὴ διδόναι, ὃν ὑπεθέμεθα ἄκρον εἶναι πρὸς ἰὸν ἐλευθέριον. πολλοὶ γὰρ ἄσωτοι καὶ ἀνελεύθεροί εἰσιν, ὑπερβάλλοντες ὁμοίως καὶ τῷ λαμβάνειν καὶ τῷ διδόναι· ληπτικοὶ γάρ εἰσι διὰ τ· ὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο #x003E; ποιεῖν· ταχέως γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα καὶ ἀναγκάζονται ἑτέρωθεν πορίζειν· ἅμα δὲ καὶ διὰ τὸ μὴ φροντίζειν τίζειν τοῦ δέοντος πανταχόθεν καὶ ὡς ἔτυχε λαμβάνουσι. διδόναι γὰρ ἐπιθυμοῦσι μόνον· τὸ δὲ πῶς δεῖ καὶ πόθεν λαμβάνοντας οὐδὲν προσπεριεργάζονται. διὰ τοῦτο οὐδὲ ἐλευθέριοί εἰσιν αἱ δόσεις αὐτῶν· οὐ γὰρ καλαὶ οὐδὲ τοῦ καλοῦ ἕνεκα οὐδὲ ὡς δεῖ· ἀλλ’ ἐνίοτε οὓς δει πενεσθαι, τούτους πλουσίους ποιοῦσι, τοῖς δὲ μετρίοις τὰ ἤθη οὐδὲν ἄν δοῖεν. τοῖς· κόλαξι δὲ ἢ ἄλλην τινὰ ἡδονὴν αὐτοῖς προξενοῦσι πολλὰ παρέχουσιν. διὸ καὶ ἀκόλαστοί εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἄσωτοι. διὰ γὰρ τὸ μὴ ζῆν κατὰ λόγον πρὸς τὰς ἡδονὰς ἀποκλίνουσι, διὰ διὰ δὲ τὸ ἐθιἥδεται—οὐ σθῆναι πολλὰ δαπανᾶν καὶ εἰς τὰς ἀκολασίας δαπανηροὶ γίνονται, ὥστε σφόδρα ἀκόλαστοι εἶναι. ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γινόμενος εἰς τοσοῦτον ἔρχεται πονηρίας, παιδαγωγηθεὶς δὲ καὶ τυχὼν ἐπιμελείας εἰς τὸ δέον ἀφικέσθαι δύναται. ἡ δὲ ἀνελευθεριότης ἀνίατός ἐστιν· οὐ γάρ ἐστιν ἐλπὶς ἀπὸ πλείονος πείρας ἢ ἡλικίας τινὸς βελτίονα γενέσθαι τὸν ἀνελεύθερον. τὸ γὰρ πεῖραν λαβεῖςν τῶν ἐν τῷ βίῳ καὶ τὸ γῆρας καὶ τὰ ἐν τοῦ γήρως κακὰ καὶ πᾶσα ἀδυναμία καὶ κακοπάθεια πολλῷ μείζω ποιεῖ τὴν ἀνελευθεριότητα. καὶ ἄλλως δὲ μᾶλλον πεφύκασιν οἱ ανθρωποι πρὸς τὴν ἀνελευθεριότητα ἢ πρὸς τὴν ἀσωτίαν· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων φιλοχρήματοι καὶ ἀνελεύθεροί εἰσι· διδόασι δὲ οὐ σφόδρα πολλοί· ἐλάχιστοι δὲ οἱ ἄσωτοι. διὰ τοῦτο τοίνυν πολλῷ βελτίων ἡ ἀσωτία τῆς ἀνελευθεριότητος· φαίνεται γὰρ ἀπὸ τούτων ἐγγύτερον οὖσα τοῦ μέσου. καὶ χωρὶς δὲ τούτων καὶ πολυειδές τι κακὸν ἡ ἀνελευθεριότης· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθεριότητος εἶναι. ἐπεὶ γὰρ περὶ λῆψιν καὶ δόσιν ἐστίν, οἰ μἐν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτ λαμβάνειν βούλονται παρ' οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν καὶ ἵνα μὴ ἀναγκασθῶσι πρᾶξαί τι αἰσχρόν, οἱ δὲ φοβούμενοι, μήποτε καὶ δοῦναί ποτε ἀναγκασθῶσι διότι λαμβάνουσιν· ἀγαπῶσιν οὖν τὸ μήτε λαμβάνειν μήτε διδόναι. καλοῦνται δὴ οὖτοι φειδωλοὶ γλίσχροι κίμβικες, ὅσοι τῇ δόσει ἐλλείπουσι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης. ἕτεροι δὲ τῇ λήψει ὑπερβάλλουσιν, ὅσοι πάντα τὰ αἰσχρὰ καὶ ποιοῦσι καὶ πάσχουσιν, ἵκα τι λά βωσιν οὐχ ὡς δεῖ οὐδὲ πρα' ὦν δεῖ. οὖτοι δὲ πάντες αἰσχροκερδεῖς καλοῦνται, οἶοί εἰσιν οἱ πορνοβοσκοὶ καὶ οἱ τοκισταὶ καὶ οἱ κυβευταὶ καὶ οἱ λωποδύται καὶ οἱ λῃσταί· πάντες γὰρ ἕνεκα κέρδους καὶ τούτου μικροῦ μεγάλα ὑπομένουσιν ὀνείδη. οἱ γὰρ μεγάλων ἔνεκα κερδῶν τὰ τοιαῦτα ὑπομένουντες καὶ λαμβάνοντες ὅθεν οὐ δεῖ οὐδὲ ὡς δεῖ οὐκ αἰσχροκερδεῖς ἀλλὰ πονηροὶ καὶ ἀσεβεῖς καὶ ἄδικοι καλοῦνται, οἶοί εἰσιν οἱ τύραννοι καὶ οἱ τὰς πόλεις πορθοῦντες καὶ ἱερὰ συλῶντες. ὁ γὰρ κυβευτὴς λαμβάνει μὲν ὅθεν οὐ δεῖ· παρὰ τῶν φίλων φάρ, οἶς δεῖ διδόναι· μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής· καὶ ὁ λῃστὴς μεγάλους μὲν ὑπομένει κινδύνους ἀλλὰ μικροῦ λήμματος ἕνεκα· ὁμοίως καὶ ὁ λωποδύτης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰκότως οὖν ἡ ἀνελευθεριότης τῇ ἐλευθεριότητι ἐναντίον λέγεται, ὅτι τε μᾶλλον ἀφέστηκεν αὐτῆς ἢ ἡ ἀσωτία (ἐναντιώτερον γάρ ἐστιν αὐτῆς, διότι μεῖζον κακόν ἐστιν ἢ ἡ ἀσωτία), καὶ ὅτι κατὰ πλείονας τρόπους ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ ταύτην ἢ περὶ τὴν ἀσωτίαν. Περὶ μεγαλοπρεπείας. κεφ. γ'. Περὶ μὲν νὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτα εἰρήσθω· ἀκόλουβου δ' ἀν εἴη μετὰ ταῦτα περὶ μεγαλοπρεπείας διεξελθεῖν· ἔοικε γὰρ ἡ μεγαλοπρέπεια τῇ ἐλευθεριότητι, καθόσον καὶ αὐ- τὴ περὶ χρήματά ἐστι καὶ περὶ δαπάνας χρημάτων. Διαφέρει δέ. ὅτι ἡ δὲν ἐλευθεριότης καὶ περὶ δόσεις καὶ περὶ λήψεις καὶ δαπάνας ἐστίν. ἡ Δὲ μεγαλοπρέπεια περὶ δαπάνας μόνον· καὶ ἡ μὲν ἐλευθεριότης περἰ δαπάνας ὀλίγων χρημάτων καὶ μικρῶν, ἡ δὲ μεγαλοπρέπεια περὶ μεγάλων καὶ πολλῶν· καθάπερ δηλοῖ καὶ αὐτὸ τὸ ὄνομα τῆς μεγαλοπρεπείας· ἔστι Γὰρ δαπάνη μεγέθει πρέπουσα. τὸ δὲ μέγεθος οὐκ ἔστι τὸ αὐτὸ πᾶσι τῆς δαπάνης· <οὐ> γἀρ τὸ αὐτὸ μέγεθος πᾶσι προσήκει ἀλλὰ ἀνάλογον. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ τῷ ἀρχιθεώρῳ· ἀλλ' ἑκατέρῳ τὸ πρέπον τῷ μεγέθει τῆς ἀρχῆς, ὅπερ ἑκάτερος ἀναλώσας ὡς δεῖ καὶ περὶ ἅ δεῖ μεγαλοπρεπὴς λέγται. ὁ γὰρ τὰ πρέοντα μὲν δαπανῶν καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι, μὴ μεγάλα δέ, οὐ λέγεται μεγαλοπρεπὴς ἀλλὰ ἐλευθέριος, οἶός ἐστιν ὁ λέγων πολλάκι δόσκον ἀλήτῃ, ἀλλ' ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑ αυτῷ καὶ τῷ λαμβάνοντι. ὥστε τὸν μὲν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι. τὸν δὲ ἐλευθέριον οὐ πάντως μεγαλοπρεπῆ. ταύτης δὲ τῆς ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, αἵτινες γίνονται οὐ διὰ τὸ ὑπερβάλλειν τὴν μεγαλοπρέπειαν τῷ μεγέθει τῆς δαπάνης τῆς προσηκούσης, ἀλλὰ τῷ δαπανᾶν ἐν οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ. καὶ περὶ μὲν τῶν παρ' ἑκάτερα τῆς μεγαλοπρεπείας κακιῶν ὕστερον ἀκριβέστερον ἐροῦμεν· λέγομεν δὲ περὶ τῆς μεγαλοπρεπείας. ἔστι τοίνυν ὁ μεγαλοπρεπὴς καθάπερ ἐπιστήμων, θεωρῶν πάντα κατὰ λογον καὶ τάττων μετὰ τοῦ πρέποντος κανόνος· δαπανήσει γὰρ τὰ μεγάλα ἐμμελῶς καὶ ὡς προσῆκεν. αἱ γὰρ κατὰ τὴν ἕξιν ἐνέργειαι τῇ ἕξει ἀκολουθοῦσι, καὶ διὰ τοῦτο ἡ ἔξις ταῖς ἐνεργείαις γνωρίεται. καθὼς εἴρηται ἐν ἀρχῇ· ὥστε καὶ αὐτοῦ <τοῦ> μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι τῷ μεγαλοπρεπεῖ καὶ τῷ ἔργῳ. οὖ ἕνεκα δαπανῶνται, μεγάλῳ καὶ αὐτῷ ὄντι. καὶ οὕτως ἔσονται αἱ δαπάναι μὲν τῲ ἔργῳ πρέπουσαι, τὸ δὲ ἔργον ταῖς δαπάναις προσῆκον. εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν. τὸ ἔργον· τοῦτο γὰρ μᾶλλον προσήκει τῷ μεγαλοπρεπεῖ. ταῦτα δὲ ὁ μεγαλοπρεπὴς δαπανήσει, πρῶτον μὲν τοῦ καλοῦ ἔνεκα (ὅπερ κοινότερόν ἐστι πᾶσι τοῖς σπουδαίοις), ἔπειτα ἡδέως καὶ προετικῶς, μηδὲν ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. ὁ δὲ μεγαλοπρεπὴς περὶ μὲν τοῦ ἔργου σκέψεται, ὅπως ἄριστον γένοιτο καὶ πρεπωδέστατον, καὶ τούτου χάριν ὁ πλεῖστος λόγος αὐτῷ. περὶ δὲ τῆς δαπάνης, ὅση προσήκει τῷ ἔγρῳ, καὶ περὶ τοῦ μηδὲν πλέον ἀναλωθῆναι, ἀλλὰ γενέσθαι δι' ὅσων μάλιστα ἐνδέχεται ἐλαχίστων, οῦ τοσοῦτον ποιεῖται λόγον· μικροπρεπὲς γὰρ τὸ τοιοῦτον. ἀνάγκη δέ, καθὼς εἴρηται, τὸν μεγαλοπρεπὴ καὶ ἐλευθέριον εἶναι, εἰ καὶ ὁ ἐλευθέριος οὐκ ἔστι μεγαλοπρεπής· |<δαπανᾷ γὰρ ὁ μεγαλοπρεπὴς> ἃ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· τοῦτο δέ ἐστιν ὁ ἐλευθέριος· μεγάλα δὲ καὶ μεγάλων ἕνεκα ὅπερ ἐστὶν ἴδιον τοῦ μεγαλοπρεπους. πολλάκις γὰρ καὶ διὰ τῆς αὐτῆς δαπάνης ὁ μεγαλοπρεπὴς οὐ τὸ αὐτὸ ἔργον ποιεῖ τῷ ἐλευθερίῳ ἀλλὰ μεγαλοπρεπέστερον, οἷον, φέρε εἰπεῖν, θεραπεῦσαι τὸ θεῖον δεῆσαν, ὁ μὲν ἐλευθέριος χρυσοῦν τι σκεῦος ποιήσει καὶ λίθους τιμίους ἐγκολλήσει τῷ σκεύει, ὁ δὲ μεγαλοπρεπὴς ναὸν μέγαν καὶ καλὸν οἰκοδομήσει ἢ ἀνδριάντας ἀναστήσει ἢ γεφύρας οἰκοδομήσει ἢ ἄλλο τι μέγα καὶ θαυμαστὸν διὰ τῆς ἴσης δαπάνης ἐργάσεται· καὶ τὸ μὲν τοῦ μεγαλοπρεπους ἔργον κυρίως ἔργον ἔσται. τὸ δὲ τοῦ ἐλευθερίου κτῆμα μᾶλλον ἢ ἔργον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου, ἀλλὰ κτήματος μὲν τὸ πλείστου ἄξιόν εἶναι καὶ τιμιώτατον, οἷος ὁ χρυσὸς καὶ οἱ τίμιοι λίθοι, ἔργου δὲ ἀρετὴ τὸ μέγα εἶναι καὶ καλὸν καὶ θαυμαστόν, ὃ τῷ μεγαλοπρεπεῖ μάλιστα προσήκει· ἔστι γὰρ ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει. ἔργα δὲ μεγαλοπρεπῆ καὶ τίμια, οἷον τὰ περὶ τὸ θεῖον ἀναθήματα, κατασκευαὶ θυσιῶν καὶ ναῶν, φιλοτιμίαι πρὸς τὸ κοινόν, χορηγίαι χορηγίαι ἢ τριηραρχίαι, ἢ καὶ τὸ ἑστιᾶν τὴν πόλιν δεῆσαν· οὐ μόνον δὲ τὰ ἔργα δεῖ εἶναι μεγαλοπρεπῆ καὶ τὰς δαπάνας προσκούσας καὶ μεγαλοπρεπεῖς ἀλλὰ καὶ τῷ ποιοῦντι πρεπούσας μάλιστα μὲν διὰ τὴν οὐσίαν· πένης γὰρ οὐκ ἂν εἴη μεγαλοπρεπής· εἰ δ’ ἐπιχειροίη μεγάλοις ἔργοις, ἠλίθιος ἔσται, παρὰ τὴν ἀξίαν καὶ τὸ δέον ἐπιχειρῶν. ἔπειτα πρέπειν δοκεῖ καὶ τοῖς πολλάκις τοιαῦτα πεποιηκόσιν ἢ ὧν οἱ πρόγονοι μεγαλοπρεπεῖς ἦσαν. τῶν δὲ ἔργων τὰ πλείω μὲν εἰς τὸ κοινὸν καὶ εἰς τὸ θεῖον· ταῦτα γὰρ μεγαλοπρεπῆ· τινὰ δὲ καὶ ἴδια, ὅσα εἰσάπαξ γίνονται, οἷον γάμοι καὶ οἰκίαι καὶ ἄλλο τοιοῦτον. τῷ γὰρ μεγαλοπρεπεῖ μάλιστα προσήκει τὸ δαπανᾶν εἰς τὸ κοινόν ἢ εἰς τὸ θεῖον, ἐλάχιστα δὲ εἰς ἑαυτόν. ἔσται δὲ μεγαλοπρεπὲς ἔργον καὶ τὸ πολυχρόνιον· τὰ γὰρ τοιαῦτα ἔργα θαυμαστά εἰσι καὶ καλά. δεῖ δὲ καὶ ἐν τοῖς ἔργοις καὶ ἕτερον τρόπον τὸ πρέπον ζητεῖν καὶ σκοπεῖν τίνα ἔργα τίσιν ἁρμόζει· οὐ γὰρ τὰ αὐτὰ πρέπει τῷ θείῳ καὶ τῷ κοινῷ· οὐδὲ ταὐτὰ προσήκει ἱερῷ καὶ τάφῳ· ὥστε εἶναι τὰ ἔργα τοῦ μεγαλοπρεποῦς μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ὁμογενῆ συγκρινόμενα· τάφων μὲν οἰκοδομήματα πρὸς τάφους, ναῶν δὲ πρὸς ναοὺς καὶ γεφύρας πρὸς γεφύρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ γὰρ μεγαλοπρεπὴς οὐ μόνον σκοπεῖ τὸ μέγεθος, ὃ προσήκει τῷ γένει τοῦ ἔργου· οὐ γὰρ ταὐτὸν μέγα εἶναι ἁπλῶς διὰ τὴν δαπάνην καὶ μέγα εἶναι πρὸς τὰ ὁμογενῆ συγκρινόμενον, ἀλλὰ διαφέρει· καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰ μέν εἰσι διὰ τὴν δαπάνην· εἰσὶ δὲ μεγαλοπρεπῆ δῶρα τῶν παίδων, καί εἰσι μεγάλα πρὸς τὰ παιδικὰ συγκρινόμενα δῶρα· ἐπεὶ ἐπεὶ διαφέρει τὸ ἐν τῷ γένει μέγεθος τοῦ ἐν ταῖς δαπάναις, ἀνάγκη σκοπεῖν ἀμφότερα τὸν μεγαλοπρεπῆ καὶ ποιεῖν μεγαλοπρεπῶς κατὰ τὴν προσήκουσαν ἑκάστῳ γένει μεγαλοπρέπειαν. οὕτω γὰρ γενόμενον τὸ ἔργον μέγα ἔσται καὶ θαυμαστὸν καὶ καλὸν καὶ οὐδὲ εὐχερῶς ὑπὸ ὁμογενοῦς ὑπερβληθήσεται. τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπής. ὁ δὲ ὑπερβάλλων καὶ βά- vαυσος παρὰ τὸ δέον ἀναλίσκει καὶ ὥσπερ οὐ δεῖ καὶ ἐφ᾿ οἶς ὐ δεῖ· καὶ διὰ τοῦτο ὑπερβάλλειν λέγεται τὸν μεγαλοπρεπὴ. καὶ γὰρ φαύλων ἕνεκα ἔργων, ὦν ἡ δαπάνη δοκεῖν, παρὰ τὸ εἰκὸς καὶ τὸ προςὴκον τῇ μεγαλοπρεπείᾳ, οἷον ἐρανιστὰς ἑστιᾷ πολοτελέστατα, ὥσπερ εἰ γάμους ἐποίει· καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσων ἐν αὐτοῖς ὥσπερ εἰς κοινὸν ὄφελος· ἢ ἐν ταῖς κωμῳδίαις ἀντὶ κωδίων. ἅ παρατετάσματα ὴν ἐπὶ τῆς σκηνῆς. προφυρίδας ἔχει. καθάπερ οἱ Μεγαρεῖς. Καὶ ταῦτα ποιεῖ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλ᾿ ἵνα μόνον ἐπιδείξηται τὸν πλοῦτον. οἴεται γὰρ ἀπὸ τούτου θαυμαστός τις εἶναι δόξαι· καὶ ἐν οἷς μὲν Πολλῆς χρεία δαπάνης. ὀλίγα ἀναλίσκει. ἐν οις δὲ ὀλίγης, πολλά. τοιοῦτος μὲν οὖν ὁ ὑπερβάλλων τὸν μεγαλοπρεπὴ, ὃς καὶ βάναυσος καλεῖται. ὁ δὲ ἐλλείπων, ὃς καὶ μικροπρεπὴς καλεῖται, περὶ πάντα ἐλλειπής ἐστιν. ἀναλίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἕπειτα σκοπεῖ, πως ἂν ὅσον ἐνδέχεται ἐλάχιστα ἀναλώσαι· καὶ πολλάκις τὰ πλείως τῆς δαπάνης ἀναλώσας, καὶ πρὸς τὴν τελείωσιν ἤδη βλέποντος τοὐ ἔργου, ὑπ᾿ ἀκριβολογίας ἀτέλεστον ἀφίησι διὰ μικρὰν δαπάνην. Καὶ πάντα δέ, ὅσα ποιεῖ, ἀεὶ μέλλων καὶ σκοπων ποιεῖ, καὶ οἰόμενος καὶ πλείω τοῦ δέοντος ἀναλίσκειν, καὶ ὀδυρ ύμενος ὅτι πολλὰ ἀνάλωσεν. αὖται μὲν οῦν αἱ ἕξεις, ἥ τε μικροπρέπεια καὶ βαναυςία, κακίαι εἰσίν, ὀνείδη δὲ οὐκ ἐπιφέρουσι· διότι οὔτε βλαβεραί εἰσι τῶν πέλας, οὔτε λίαν αἰσχραὶ καὶ ἀσχήμονες. Περὶ μεγαλοψυχίας. Κεφ. δ᾿. Δέγομεν δὲ ἤδη καὶ περὶ μεγαλοψυχίας. ἔστι τοίνυν ἡ μεγαλοψυχία περὶ μεγάλα, ὡς καὶ τὸ ὄνομα δίδωσιν εἰκάζειν. περὶ ποῖα δὲ μεγάλα, σκοπῶμεν. φανερὸν δὲ ὅτι ταὐτόν ἐστι τὸ περὶ μεγαλοψυχίας καὶ τὸ περὶ μεγαλοψύχου σκοπεῖν· οὐδὲν γὰρ διαφέρει τὴν ἕξιν εἰδέναι ἢ τὸν ἔχοντα Τὴν ἕξιν. ἔστι τοίνυν μεγαλόψυχος περὶ μεγάλα· μεγάλα δὲ τὰ αὐτῷ προςήκοντα, ὅταν μεγάλων ἄξιος ὤν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι. ὁγὰρ μικῶν ἄξιος ὢν καὶ μικρῶν ἑαυτὸν αξιῶν οὐ λέγεται μεγαλόψυχος ἀλλὰ σώφρων· ἡ γὰρ μεγαλοφυχία ἐν μεγέθει ἐστί. τοιοῦτον Γὰρ λόγον ἔχει πρὸς τὸν σώφρονα ὁ μεγαλόψοχος, οἷον ὁ καλὸς πρὸς τὸν ἀστεῖο· ὁ μὲν γὰρ καλὸς μετὰ γεγέθους ἔχει τὸ κάλλος, ὁ δὲ ἀσεῖος μετὰ σμικρότητος, ὃς καὶ σύμμετρος καλεῖται, καλὸς δὲ οὐδαμῶς· ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. τῶν δὲ παρ᾿ ἑκάτερα ὁ μὲν ὑπερβάλλων χαῦνος· χαῦνος γὰρ ἐστιν ὁ μεγάλων ἑαυτὸν ἀξιῶν οὐκ ἄξιος ὤν· ὁ δὲ ἄξιος μὲν ὢν πολλῶν, πλειόνων δὲ ἀξιῶν ἑαυτόν, οὐ πάντῃ χαῦνος. ἐλλείπων δὲ ὁ μικρόψυχος· ἔστι γὰρ μικρόψυχος ὁ πολλῶν μὲν ἄξιος ἐλαττόνων δὲ κρίνων ἑαυτὸν <ἄξιον, ἢ ὁ ὀλίγων ἄξιος, ἔτι δὲ ἐλαττόνων ἀξιῶν ἑαυτόν. >. τούτων δὲ μᾶλλόν ἐστι μικρόψυχος ὁ πολλῶν ἄξιος ὤν, εἶτα τῆς οἰκείας ἄξιος ἦν; εἰσὶ μὲν οὖν οἱ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων ὁ δὲ ἐλλείπων. ὁ δὲ μεγαλόψυχος, καθόσον μὲν περὶ μεγάλα ἐστίν, ἄκρος δοκεῖ, καθόσον δὲ ἐπὶ τοῦ δέοντος ἕστηκεν ἀεὶ καὶ οὔτε ὑπὲρ τὸ δέον ζητεῖ οὔτε παρὰ τὸ δέον, δία τοῦτο μέσος ἐστιν. Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά ἐστιν αὐτοῦ. κεφ. ε΄. Ἐπεὶ δὲ περὶ τὰ ἔξω ἀγαθὰ ὁ μεγαλόψυχός ἐστιν, ὧν παρὰ τῶν ἄλλων ἀξιοῦται κατὰ τὸ προσῆκον αὐτῷ, εἴη ἂν πάντως ἢ περὶ χρήματα ἢ περὶ ἡδονὴν ἢ περὶ τιμήν· ἐπεὶ δὲ περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν (ἔστι γὰρ μεγαλόψυχος ὁ τῶν μεγίστων ἑαυτὸν ἀξιῶν ὤν), εἴη ἂν περὶ τὴν τιμήν, ἥτις δοκεῖ μέγιστον εἶναι τῶν ἀνθρωπίνων καὶ τῶν ἔξωθεν ἀγαθῶν· καὶ διὰ τοῦτο τῷ θείῳ ταύτην μάλιστα ἀπονέμομεν. ὥστε περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ καὶ χωρὶς δὲ τούτων ἀπὸ ἰῆς ἐπαγωγῆς φανερόν ἐστι. ὁρῶμεν γὰρ πάντας τοὺς μεγαλοψύχους τιμῆς μάλιστα ἐφιεμένους τῆς ἀξίας ἑαυτῶν· ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτόν (ἐλάττω γὰρ τῆς ἀξίας φρονεῖ ἑαυτοῦ)· ἐλλείπει καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει (μείζω γὰρ φρονεῖ τῆς τῆς ἑαυτοῦ), τὸν δὲ μεγαλόψυχον οὐχ ὑπερβάλλει τῷ φρονήματι. ὁ γὰρ μεγαλόψυχος τῶν μεγίστων ἑαυτὸν ἀξιοῖ, τῶν μεγίστων ἄξιος ὤν· ὥστε ἀνάγκη τὸν μεγαλόψυχον ἄριστον εἶναι καὶ σφό|δρα ἀγαθὸν ἰοὺς τρόπους, καὶ ἀνδρεῖον καὶ δίκαιον καὶ τὴν ἄλλην ἀρετὴν ἄκρον. ὁ γὰρ μικρὰ ἡγούμενος πάντα καὶ οὐδαμῶς ἄξια ἑαυτοῦ καὶ οὐ ψευδόμενος, ἀλλὰ ἀληθεύων ἐν τῇ τοιαύτῃ ψήφῳ, τίνος ἕνεκα αἰσχρόν τι ποιήσει καὶ ἄτιμον; ἢ πῶς δυνατόν; ἐναντίον γάρ ἐστι τῷ λόγῳ τοῦ μεγαλοψύχου τὸ τοιοῦτον. πῶς γὰρ ἄν εἴη τιμῆς ἄξιος ὁ φαῦλος; εἰ δὲ τιμῆς ἑαυτὸν ἀξιοῖ φαῦλος ὢν καὶ ἰοῖς αἰσχροῖς ἁλισκόμενος, γελοῖος ἂν δόξειεν εἶναι· ἡ γὰρ τιμὴ τῆς ἀρετῆς ἐστιν ἆθλον καὶ τοῖς ἀγαθοῖς ἀπονέμεται μόνοις δικαίως. ὥστε ὁ μεγαλόψυχος πάσας συλλαβὼν ἔχει τὰς ἀρετὰς καὶ ἔστιν ἡ μεγαλοψυχία οἷον κόσμος τις τῶν ἀρετῶν. καὶ οὐ γίνεται μὲν ἄνευ ἐκείνων, μείζους δὲ καὶ καλλίους αὐτὰς ποιεῖ· κρίνει γὰρ αὐτὰς ἀξίας εἶναι ὧν εἰσιν ἄξιαι. διὰ τοῦτο σφόδρα χαλεπὸν μεγαλόψυχόν τινα γενέσθαι· οὐ γὰρ δυνατὸν μεγαλόψυχον εἶναι ἄνευ πασῶν τῶν ἀρετῶν· τὸ δὲ πάσας κτήσασθαι καὶ ταύτας εἰς ἄκρον σφόδρα χαλεπὸν. ἔστι μὲν οὖν ὁ μεγαλόψυχος περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται. καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ μεγάλων ἥδεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ὧν ἄξιος ἢ καὶ ἐλαττόνων τῆς ἀξίας· τῆς γὰρ τελείας ἀρετῆς οὐκ ἄν ποτε γένοιτο παρὰ τῶν ἀνθρώπων ἀξία τιμή. οὐ μὴν ἀλλ’ εἰ καὶ ἥδεται, διὰ τοῦτο ἥδεται, δὲ παρὰ τῶι τυχόντων τιμῆς καθάπαξ ὀλιγωρήσει· καὶ μάλιστα ὅταν ἐπὶ μικροῖς αὐτὸν τιμῶσιν, οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ῄδει καθαρίζειν· ὁμοίως δὲ καὶ περὶ τὰς ἀτιμίας κατὰ τὸ προσῆκον αὐτῷ. ἔστι τοίνυν ὁ μεγαλό|ψυχος μάλιστα μὲν περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται, ἔστι δὲ ἑπομένως καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πάσαν εὐτυχίαν καὶ ἀτυχίαν· καὶ περὶ ταύτας γὰρ μετρίως ἕξει καἰ ὡς προσῆκε· καὶ οὐδὲν αἰσχρὸν πείσεται πρὸς τὴν ἐν τούτοις μεταβολήν· καὶ οὔτε εὐτυχῶν περιχαρὴς ἔσται οὔτε ἀτυχῶν περίλυπος· οὐ γὰρ μέγιστον ἡγήσεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν. οὕτω δὲ ἔχων περὶ τὴν τιμὴν πολλῷ μᾶλλον περὶ τὸν πλοῦτον ὀλιγώρως ἕξει καὶ τὰς δυναστείας· αἱρετώτερον γὰρ ἡ τιμὴ δυναστείας καὶ πλούτου· διὰ γὰρ <τὴν> τιμὴν ἀγαπητά εἰσιν ὁ πλοῦτος καἰ ἡ δυναστεία· καὶ γὰρ οἱ ἔχοντες αὐτὰ τιμᾶσθαι δι’ αὐτῶν βούλονται. ὁ δὲ ἰὴν τιμὴν μικρὸν ἡγούμενος πολλῷ μᾶλλον τὰ ἄλλα. διὰ τοῦτο καὶ οἱ μεγαλόψυχοι ὑπερόπται δοκοῦσιν εἶναι, ὅτι οὐδὲν ἰῶν ἀνθρωπίνων σφόδρα τιμῶσιν. ἐπεὶ δὲ καὶ τὰ εὐτυχήματα τιμῆς ἄξια δοκοῦσιν εἶναι, καὶ ταῦτα συντελοῖεν ἂν πρὸς τὴν μεγαλοψυχίαν. τὸ γὰρ ὑπερέχον ἐν ἀγαθοῖς ἐντιμότερον· ὑπερέχει δὲ ἐν ἀγαθοῖς ὁ εὐτυχής· διὸ καὶ τὰ τοιαῦτα τὴν μεγαλοψυχίαν συνίστησιν. ὁ γὰρ εὐτυχὴς ἄξιον ἑαυτὸν μεγάλης τιμῆς ἡγεῖται διὰ τὴν ἀγαθὴν τύχην· τιμᾶται γὰρ παρ’ ἐνίων· κατ’ ἀλήθειαν δὲ μόνος ὁ ἀγαθὸς τοὺς τρόπους ἄξιός ἐστι τιμῆς. ᾧ δὲ ἄμφω πρόσεστι καὶ ἡ ἀρειὴ καὶ τὰ ἔξωθεν ἀγαθά, μᾶλλον ἀξιοῦται τιμῆς τοῦ τὴν ἀρετὴν μόνον ἔχοντος· ὃς δὲ μόνον εὐτυχής ἐστι καὶ τοῖς ἔξωθεν ἀγαθοῖς εὐθηνεῖ, πρὸς δὲ <τὴν> ἀρετὴν κοινὸν ἔχει, ὁ τοιοῦτος οὔτε δικαίως τιμᾶται οὔτε αὐτὸς δικαίως εαυτὸν μεγάλης ἀξιοῖ τῆς] τιμῆς οὔτε κατὰ τὸν ὀρθὸν λόγον μεγαλόψυχος λέγεται. ἄνευ γὰρ ἀρετῆς τελείας ἀδύνατόν τινα μεγαλόψυχον εἶναι, καθὼς εἴρηται. διὰ τοῦτο οἱ ἐν εὐτυχίᾳ ὄντες ὡς ἐπὶ τὸ πλεῖστον ὑπερόπται καὶ ὑβρισταὶ γίνονται· χωρὶς γὰρ ἀρετὴς οὐ ῥᾴδιον φέρειν τὰ εὐτυχήματα ἐμμελῶς καὶ μετρίως, οὐ δυνάμενοι δὲ φέρειν τὴν εὐτυχίαν καλῶς, οἴονται μὲν τῶν ἄλλων ὑπερέχειν, καὶ πάντων καταφρονοῦσιν· αὐτοὶ δὲ ἀσυλλογίστως πάντα ποιοῦσιν, ὡς ἔτυχε. βούλονται γὰρ μιμεῖσθαι τὸν μεγαλόψυχον, καίτοι παντελῶς ἀνόμοιοι ὄντες· ὁ γὰρ μεγαλόψυχος καταφρονεῖ μέν, ἀλλὰ δικαίως (τὰ ἀληθῆ γὰρ περὶ ἑαυτοῦ οἴεται), καὶ μεγάλοις ἐπιχειρεῖ καὶ μεγάλων κινδύνων κατατολμᾷ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα καὶ πρὸς μεγάλα τινὰ ἀφορῶν· οἱ δὲ τὰ ἔξω μόνον ἀγαθοὶ τὴν μὲν ἀρετὴν οὐ τιμῶσιν οὔτε βούλονται κατορθοῦν, τῶν δὲ ἄλλων καταφρονοῦδι καὶ τὰς ἄλλας δὲ] πράξεις αὑτῶν βούλονται ἀφομοιοῦν πρὸς τὰς τοῦ μεγαλοψύχου πράξεις, ὅση δύναμις· οὐκ ἀφομοιοῦσι δέ, διὰ τὸ μὴ ἔχειν τὴν ἀρετήν. ἔστι ὁ μεγαλόψυχος οὐ πυκνοκίνδυνος μέν· οὐ γὰρ συνεχῶς εἰς κινδύνους ἑαυτὸν ἐμβάλλει διὰ τὸ μὴ τιμᾶν τὰ τυχόντα καὶ μικρῶν τινων καὶ ὀλίγων προκινδυνεύειν), μεγαλοκίνδυνος δέ· ὅταν γὰρ μεγάλων τινῶν ἀγαθῶν προκινδυνεύῃ, οὐδὲ τῆς οἰκείας φείδεται ζωῆς. καὶ εὐεργετῶν μὲν χαίρει, εὐεργετούμενος δὲ αἰσχύνεται. τὸ μὲν γὰρ εὐεργετεῖν ὑπερέχοντος, τὸ δὲ εὐεργετεῖσθαι ὑπερεχομένου· ὁ δὲ μεγάλα περὶ ἑαυτοῦ φρονῶν ἄχθεται τῇ ἐλάττονι ἐλάττονι μοίρα εἰ δὲ εὐεργετηθεὶς ἀντευεργετεῖν ἐθελήσει, πλείονα δίδωσιν, ἵνα ὀφειλέτην ἑαυτῷ ποιήσῃ τὸν ὑπάρξαντα τῆς εὐεργεσίας. δοκεῖ δὲ ὁ μεγαλόψυχος τῶν μὲν εὗ παρ’ αὐτοῦ παθόντων ἐθέλειν ἀεὶ μεμνὴσθαι, παρ᾿ ὧν δὲ αὐτὸς εὗ πέπονθεν ἐπιλελῆσθαι· οὐκ ἀγνωμοσύνῃ τινί (πῶς γάρ, ὃς μείζω δίδωσιν ἢ λαμβάνει;) ,ὅτι οἰκειότερον αὐτῷ καὶ μᾶλλον προσῆκον τὸ εὖ ποιεῖν ἢ τὸ εὗ πάσχειν· καὶ διὰ τοῦτο τὸ μὲν εὐεργετεῖν, ὅτι ἄριστον καὶ τοιῷδε πρέπον λόγου καὶ μνήμης ἀξιοῦται, τὸ δὲ εὖ πάσχειν οὐδαμῶς· βούλεται γάρ ἀεὶ ὑπερέχειν καὶ ἄλλου δὲ διηγουμένου τὸ μὲν ἡδέως ἀκούει, τὸ δὲ ἀηδῶς· διὰ τοῦτο καὶ ἡ Θέτις παρ’ Ὁμήρῳ οὐ λέγει τὰς εὐεργεσίας τῷ Διὶ οὐδὲ μέμνηται πρὸς αὐτὸν ὧν εὗ ἐποίησεν αὐτόν, ἀλλ’ ὧν εὖ πέπονθε παρ’ αὐτοῦ· ὁμοίως δὲ καὶ οἱ Λάκωνες βουλόμενοι χαρίζεσθαι τοῖς Ἀθηναίοις τὰς εἰς αὐτοὺς τῶν Ἀθηναίων εὐεργεσίας εἰς μέσον ἄγουσι. καὶ τοῦτο δὲ ἴδιον μεγαλοψύχου, τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, αὐτὸν δὲ τοῖς ἄλλοις ἃ βούλονται ὑπηρετεῖν πρόθυμον εἶναι. καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι, διὰ τὸ μηδὲν ἡγεῖσθαι σεμνὸν τῶν τοιούτων ἀγαθῶν, ἐξ ὦν ἀξιοῦσιν οἱ ἐν ἐξουσίαις φοβεροί τινες εἶναι· πρὸς δὲ τοὺς μέσους μέτριον διὰ τὸ σωφρονεστέρους καὶ ἐπιεικεστέρους τοὺς τοιούτους εἶναι. ἄλλως τε τὸ μὲν τῶν ἐν ἀξιώματι ὑπερέχειν καὶ ἐργῶδές ἐστι καὶ σεμνόν, καὶ διὰ τοῦτο τῷ μεγαλοψύχῳ προσήκει· τὸ δὲ τῶν μέσων, καὶ ῥᾴδιον καὶ οὐδὲν μέγα· καὶ ἐν ἐκεινοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν· ὥσπερ εἴ τις ἐπεδείκνυτο τὴν τοὺ σώματος ῥώμην ἐν τοῖς ἀσθενέσι καὶ ὑπὸ νόσου ἢ γήρως |διεφθαρμένοις. ἔτι δὲ ὁ μεγαλόψυχος οὐδὲ περιελεύσεται ζητῶν οὗ τιμηθήσεται (μικρὸν γὰρ καὶ τοῦτο), οὐδὲ ἐθελήσει ποτὲ παραγενέσθαι ὅπου ἄλλοι, ἵνα μὴ τύχ’ ᾖ τῶν δευτερείων, τῶν πρωτείων ἄξιος ὤν. ἔστι δὲ οὐδὲ ἕτοιμος εἰ τἄ πράξεις, ἀλλὰ ἀργός τις καὶ μέλληι ζητεῖ γὰρ ἀεὶ πράττειν μεγάλα καὶ μεγάλων ἕνεκα καὶ ὅθεν μεγάλη γίνεται τιμή· ταῦτα δὲ σπανίως συμπίπτει· καὶ διὰ τοῦτο ὀλίγα μὲν πράττει, μεγάλα δὲ καὶ ὀνομαστά. οὓς δὲ ἢ φίλους ἡγεῖται ἢ ἐχθρούς, φανερῶς καὶ μισεῖ καὶ φιλεῖ· γινώσκει γὰρ ἀσφαλῶς, ὅτι κατὰ τὸ δέον ἀμφότερα ποιεῖ, καὶ οὐ δέδοικε τὴν παρὰ τῶν πολλῶν ἀδοξίαν· μᾶλλον γὰρ φροντίζει τῆς ἀληθείας καὶ τοῦ δέοντος ἢ τῆς δόξης. καὶ διὰ τοῦτο φανερόμισός ἐστι καὶ φανερόφιλος· καὶ πάντα δέ, ἃ λέγει καὶ πράττει, φανερῶς καὶ λέγει καὶ πράττει, διά τὸ καταφρονεῖν ὡς εἴρηται τῆς παρὰ τῶν πολλῶν. δόξης. διὰ τοῦτο καὶ παρρησιαστικός ἐστι καὶ ἀεὶ ἀληθεύει, εἰ μή που εἰρωνεύοιτο πρὸς τοὺς πολλοὺς καὶ τὰ μικρὰ λέγοι περὶ ἑαυτοῦ διὰ τὸ μὴ βούλεσθαι παρὰ φαύλων ἀνθρώπων τιμᾶσθαι. συζῇ δὲ καὶ συνδιάγει οὐ οὑ τῷ τυχόντι ἀλλὰ τῷ φίλῳ· τὸ γὰρ τῷ μὴ φίλῳ συνεῖναι καὶ τραπέζης καὶ στέγης κοινωνεῖν οὐ μεγαλόφυχον ἀλλὰ δουλικὸν καὶ κολακικὸν καὶ ταπεινόν· ταπεινοὶ γάρ οἱ κόλακες καὶ τὸ ἀνάπαλιν οἱ ταπεινοὶ πάντες κόλακές εἰσιν. ἔτι δὲ οὐδὲ θαυμαστικός τις ὁ μεγαλόφυχός ἐστι, τὰ τυχόντα ὑπερθαυμάζων· οὐδὲν γὰρ αὐτὸς νομίζει μέγα. ἀλλ’ οὐδὲ μνησίκακος· μικρὰν γὰρ καὶ τὴν παρά τῶν ἐχθρῶν βλάβην ἡγεῖται. καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι διὰ τὸ μέγεθος τῆς ἀρετῆς, ἄλ|λως τε καὶ τὸ ἀπομνημονεύειν καὶ τῶν παρεληλυθότων ποιεῖσθαι λόγον, καὶ ταῦτα καὶ κακῶν, Μικροφύχου τινός ἐστι· τὸ δὲ παρορᾶν μεγαλοφύχου. ὃς γὰρ ὧν εὖ πέπονθεν οὐδαμῶς ἀξιοῖ μεμνῆσθαι, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται, διὰ τὸ μὴ μέγα εἰναι και ἄξιον αὐτοῦ τὸ εὖ πάσχειν, πολλῷ μᾶλλον ὧν κακῶς πέπονθε παρά τινων οὐ μνησθήσεται. ἔτι δὲ οὐδὲ πράξεις τινὰς ἢ ἄλλων ἀνθρώπων ἀνέχεται καταλέγειν ἡ ἑαυτοῦ· οὔτε γὰρ τῶν ἐπαίνων αὐτῷ μέλει τῶν ἑαυτοῦ ουτε τῶν ἄλλων. οὐδὲ πάλιν σπουδὴν ἔχει, ἵνα οἱ ἄλλοι φέγωνται. οὐ τοίνυν οὔτε ἐπαινετικός ἐστιν οὔτε κακολόγος· οὐδὲ τοὺς ἐχθροὺς διασύρει, εἰ μη που παρόντας· τὸ γὰρ ἀπόντας λοιδορεῖσθαι οὐ μεγαλοφύχου. περὶ δὲ ἀναγκαίων ἢ μικρῶν οὐ σφόδρα ἱκετεύει ἢ ὀλοφύρεται, ἐάν τινος δεηθῇ· ὁ γὰρ μηδὲν μέγα ἡγούμενος, μηδὲ σπουδάζων περὶ οὐδὲν τῶν ἀνθρωπίνων, πῶς δύναται οὕτως ἀγεννῶς ἔχειν; ἀεὶ δὲ τὸ καλὸν τοῦ κέρδους προτιμῶν βελτίω νομίζει τὰ καλὰ καὶ ἄκαρπά τῶν καρπίμων καὶ ωφελιμων, ἄν μὴ καλὰ ὦσιν. ὁμοίως ἐπί τε κτημάτων καὶ δένδρων καὶ οἰκε- τῶν· οὐ γὰρ χρηματικστὰς ἀλλὰ τοὺς καλοὺς καὶ ἀγαθοὺς κτήσεται τῶν οἰκετῶν. καὶ κίνησις δὲ τοῦ μεγαλοφύχου βραδεῖᾳ δοκεῖ εἶναι καὶ ἡ φωνὴ βαρεῖα καὶ λέξις στάσιμος· οὐ γὰρ δυνατὸν σπεύδειν τὸν περὶ ὀλίγων φροντίζοντα (ὀλέγα γὰρ αὐτῷ ἃ θαυμάζουσιν οἱ πολλοί), οὐδὲ σύντονον τὸν οὐδὲν μέγα οἰόμενον· σπεύδουσι γὰρ καὶ ὀξυφωνοῦσιν οἱ περί τι σφοδρα ἐπτοημένοι καὶ πολλὴν αὐτοῦ ποιούμενοι φροντίδα. ὁ μὲν οὐν μεγαλόφυχος λόφυχος τοιοῦτος. |ὁ δὲ ἐλλείπων μικρόψυχος, ὁ δὲ ὑπερβάλλων χαῦνος· οὐκ εἰσὶ δὲ οὐδὲ οὗτοι κακοί· οὐ γὰρ κακοποιοί εἰσιν ἀλλὰ μόνον ἡμαρτημένοι, καθόσον τοῦ δέοντος ἐκπίπτουσι καὶ τοὺ μέσου. ὁ μὲν γὰρ μικρόφυχος ἄξιος ἄξιος ὢν ἀγαθῶν, ἀγνοεῖ ἑαυτὸν καὶ ἀποστερεῖ ἑαυτὸν ὧν ἐστιν ἄξιος. καὶ τοῦτο τὸ μέρος κακός ἐστιν ἑαυτῷ, μὴ εὑ ποιῶν ἑαυτὸν διὰ τὸ ἀγνοεῖν τὰ αὑτῷ προσήκοντα· εἰ γὰρ ᾔδει, ὠρέγετο ἄν, ἀγαθῶν ὄντων· ὁ τοιοῦτος δὲ ἠλίθιος μὲν οὐκ ἂν λέγοιτο ἀλλὰ μᾶλλον νωθρός. οὐ μόνον δὲ τοῦτο τὸ μέρος ὁ μικρόφυχος ἑαυτὸν βλάπτει ἀλλὰ καὶ ἕτερον τρόπον· καὶ γὰρ διὰ τὸ ἀγνοεῖν ἑαυτὸν καὶ χείρων γίνεται τοὺς τρόπους· τῶν γὰρ ἀγαθῶν καὶ γενναίων πράξεων καὶ τῶν κλῶν ἐπιτηόευμάτων μάτων ἀφίσταται, ὡς ἀνάξιος ὢν αὐτῶν· ὁμοίως δὲ καὶ ἴων ἐκτὸς ἀγαθῶν ἀπέχεται, νομίζων ὑπὲρ τὶν ἀξίαν αὐτοῦ ταῦτα εἶναι. ὁ δὲ χαῦνος. καὶ ἠλίθιος καὶ ἑαυτὸν αγνοῶν τοῖς ὑπὲρ τὴν ασιαν ἐπιχείρει· ἀρετῇ μὲν οὐκ ἔχων κοσμεῖσθαι, κοσμούμενος δὲ ἐσθῆτι καὶ σχήματι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· καὶ σεμνός τις εἷναι διὰ τούτων νομίζων, εὐτυχής τις ἐθέλει δοκεῖν· καὶ πειρᾶται φανερὰ ποιεῖν ἀεὶ τὰ εὐτυχήματα ἑαυτοῦ καὶ περὶ αὐτῶν ἀεὶ λέγει, ὡς διὰ τούτων τιμηθησόμενος, ἀμφοτέρων τερῶν δὲ ἀντικειμένων τῇ μεγαλοφυχίᾳ, τῆς τε μικροψυχίας καὶ τῆς χαυνότητος, ἡ μικροφυχία μᾶλλον ἀντίκειται, ὅτι μᾶλλον γίνεται, καὶ χεῖρόν τι κακόν· τοὺ γὰρ ἔχοντος τὸ ἦθος χεῖρον ποιεῖ καὶ τὴν ἀρετὴν ἐλαττοῖ, τοῖ, καθὼς εἴρηται· ἡ δὲ χαυνότης φαῦλον μέν ἐστι δι᾿ ἑαυτήν, τὸν δὲ ἔχοντα οὐ ποιεῖ κατὰ τὰ ἄλλα φαυλότερον· οὐδὲν γὰρ ἀγαθόν, ὧν ἔχει, ὁ ἀπόλλυσι ἀπόλλυσι διὰ τὴν χαυνότητα, ἀλλὰ μᾶλλον ἐνίοτε διὰ τοῦτο καὶ καλοῖς καὶ ἀγαθοῖς ἔργοις ἐπιχειρεῖ, ἄξιον ἑαυτὸν ἡγούμενος τῶν τοιούτων. ἔτι δὲ ἥ μὲν χαυνότης οὐκ ἀεὶ αὔξει· ἀπὸ γὰρ τῆς πείρας ὁ χαῦνος ἐπιγνώμων ἑαυτοῦ γίνεται· ἣν γὰρ ζητεῖ τιμὴν οὐ λαμβάνων ὡς ἐπὶ τὸ πλεῖστον, ἀναγκάζεται σωφρονεῖν. καὶ διά τοῦτο ἡ χαυνότης εὐαπάλλακτόν ἐστι, καὶ οὐ δύναται παραμένειν· ἡ δὲ μικροφυχία ἀεὶ προχωρεῖ. τοῦ γὰρ ἤθους, ὥσπερ εἴρηται, χεῖρον διατεθέντος, καὶ τὸ φρόνημα ἐλαττοῦται· τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον· καὶ οὕτως ἡ μικροψυχία ἀεὶ προχωρεῖ. καὶ ἀπὸ τῆς πείρας δὲ ὁ μικρόφυχος οὐ γίνεται βελτίων· οἷς γὰρ ἔργοις ἐπιχειρεῖ, ῥαδίως ταῦτα περαίνων (μικρὰ γὰρ καὶ τῆς δυνάμεως ἐλάττω) τὴν ἰδίαν ὥσπερ ἀγνοεῖ. καὶ τιμὴν δὲ ζητῶν ἐλάττω τῆς ἀξίας οὐδένα λυπεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐξελεγχόμενος θεραπεύεται, καθάπερ ὁ χαῦνος. διὰ ταῦτα τοίνυν ἡ μικροψυχία χεῖρόν ἐστι κακὸν τῆς χαυνότητος καὶ δυσαπαλλα- κτότερον· ὅθεν μᾶλλον ἀντίκειται τῇ μεγαλοψυχίᾳ. Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητος. μεσότητος. κερ. ς'. H μὲν οὗν μεγαλοφυχία περὶ τιμὴν μεγάλην ἐστί, καθὼς εἴρηται. ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ ἰὴν τιμήν. ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοφυχίαν, ὃν ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν· ὡς γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος ἰῷ μεγάλῳ, περὶ τὰ χρήματα καὶ αὐτῆς οὔσης, οὕτως ἡ μεγαλοφυχία τῆς τοιαύτης ἀρετῆς διαφέρει, τῷ περὶ μεγάλας εἶναι τιμάς, αὐτῆς περὶ τὰς μικρὰς οὔσης. ὥσπερ γὰρ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, οὕτω καὶ ἐν τῇ τιμῆς τῆς τιμῆς ἔνι λαβεῖν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. ἔστι γᾶρ δυνατὸν ἐφίεσθαι τιμῆς πλέον ἢ δεῖ καὶ ἔλαττον τοῦ δέοντος καὶ πάλιν κατὰ τὸ δέον καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· φέγομεν γὰρ καὶ ἐπαινοῦμεν πολλοὺς ἐπὶ τιμῆς ὀρέξει, ὅθεν δῆλον, ὅτι οἱ μὲν ὡς δεῖ ταύτης ἐφίενται, οἱ δὲ οὐχ ὡς δεῖ· τούτων δὲ οἱ μὲν ὑπερβαίνουσι τὸ δέον, οἱ δὲ ἐλλείπουσι. καὶ γὰρ ψέγομεν τὸν φιλότιμον ὡς πλέον ἢ δεῖ τιμῆς ἐφιέμενον· ψέγομεν δὲ καὶ τὸν ἀφιλότιμον ὡς μηδὲ ἐπὶ τοῖς καλοῖς ἐθέλοντα τιμᾶσθαι. ἐνίοτε δὲ καὶ τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνἐπὶ δρώδη καὶ φιλόκαλον, τὸν δὲ ἀφιλότιμον ὠς νέτριον καὶ σώφρονα, ὡς καὶ ἐν τοῖς πρώτοις εἴπομεν· γίνεται γὰρ τοῦ το διὰ τὸ ἐοικέναι ἰὰ ἄκρα τῇ μεσότητι καὶ διὰ τὸ τὴν μεσότητα ἀνώνυμον εἶναι καὶ διὰ τοῦτο ὀνομάζεσθαι ἀπὸ τῶν ἄ. ρων. καὶ οὐδὲν κωλύει τὴν μεσότητα φιλοτιμίαν ὀνομάζεσθαι ἢ ἀφιλοτιμίαν. ὁ γὰρ φιλότιμος καὶ ὁ φιλοχρήματος πολλαχῶς δύναται λέγεσθαι, ἐπεὶ καὶ τὸ φιλεῖν κατὰ πολλοὺς τρόπους δύναται εἶναι· ἔστι γὰρ καὶ ὑπὲρ τὸ δέον φιλεῖν τι καὶ παρὰ τὸ δέον καὶ ὡς δεῖ· ὥστε καὶ τὸ ὄνομα οὕτως ἄν ἔχοι, καὶ λέγοιτο ἄν φιλοτοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ καὶ ὁ μὴ ὡς ὡς φιλῶν· ὥστε ὅταν τινὰ φιλότιμον ὀνομάζοντες ἐπαινῶμεν, νομίζομεν ὑπερβάλλειν μὲν ἐν ἰῇ τῆς τιμῆς ὀρέξει, ἀλλ’ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς· ὅταν δὲ φέγωμεν τὸν φιλότιμον, τὸν ὑπερβάλλοντα τὸ δέον φιλότιμον ὀνομάζομεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀφιλοτίμου ἔχει. ἔστι τοίνυν μεσότης ἐν τῆ τῆς μετρίας τιμῆς ὀρέξει, εἰ καὶ ἀνώνυμός ἐστιν· ἐν οἶς γάρ ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἀνάγκη καὶ τὸ μέσον εἶναι· ὥστε ἐπεὶ ὀρέγονται τιμῆς καὶ πλέον τοῦ δέοντος καὶ ἔλαττον. ἀνάγκη καὶ τὴν μέσην ὄρεξιν εἶναι τὴν · κατὰ τὸ δέον γινομένην, ἥτις ἐπαινεῖται. καὶ ἔστιν ἀρετὴ ἀνώνυμος· φαίνεται δὲ πρὸς μὲν ἰὴν φιλοτιμίαν τὴν ἀκρότητα συγκρινομένη ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία· πρὸς ἀμφοτέρας δὲ τὴν φιλοτιμίαν καὶ τὴν ἀφιλοτιμίαν συγκρινομένη ἀμφότερα δοκεῖ, καθόσον ἀμφοτέρων μετέχει· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γίνεται. ἀεὶ γὰρ ἡ μεσότης τῶν ἄκρων μετέχουσα τοῖς ὀνόμασιν αὐτῶν ὀνομάζεται· καθόσον γὰρ φεύγει τὸ ἕτερον. πρὸς τὸ ἕτερον ἀποκλίνειν δοκεῖ· ἐπὶ ταύτης δὲ μᾶλλον διότι διότι ἀνώνυμός ἐστι. διὰ τοῦτο δὲ οὐδὲ ἀντικεῖσθαι δοκοῦσι τὰ ἄκοα μέσω τινί, ἀλλὰ μᾶλλον ἀλλήλοις· ἡ γὰρ ἀφιλοτιμία τῇ φιλοτιμία φαίνεται ἀντικεῖσθαι. Περι πραότητος. κεφ. ζ . Η δὲ π. ραότης περὶ τὰς ὀργάς ἐστι μεσότης, ἧς ἡ μὲν ὑπερβάλλουσα ἕξις ὀργιλότης καλεῖται ἡ δὲ ἐλλείπουσα ἀνώνυμος. τὸ μὲν οὗν πάθος, περὶ ὃ ἡ πραότης, ὀργή ἐστι· · τὰ δὲ κινοῦντα τὴν ὀργὴν πολλὰ καὶ διαφέροντα. ὄντα. ὁ μὲν οὖν ὡς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ ὀργιζόμενος ἐπαινεῖται· ὃς δὴ ὁ πρᾷός ἐστι. δοκεῖ γὰρ πρᾷος εἶναι ὁ ἀτάραχος καὶ μὴ ἀγόμενος ὑπὸ τοὐ πάθους ἀλλ’ αὐτὸς ἄγων τὸ π· άθος, καθὼς ὁ ὀρθὸς προστάττει λόγος· δοκεῖ δὲ μᾶλλον πρὸς τὴν ἔλλειψιν ἀποκλίνειν, καθόσον οὐ ἐστιν ἁ ἀλλὰ μᾶλλον σὺ συγγνωμονικός. ἡ δὲ ἔλλειψις κακίζεται, εἴτε ἀοργησία καλεῖται εἴτε ὁτιδήποτε· τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶνδες. ἡ δὲ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται· καὶ γὰρ ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις, ὑπερἔχοι βάλλει. <οῦ μὴν ἀεὶ ό ὑπερβάλλων καὶ πάντῃ ὑπερβάλλει>· σχεδὸν δὲ καὶ ἀδύνταον τοῦτο· τὸ γὰρ κακόν, εἰ κατὰ μηδένα τροπον ἀραθὸν εἴη, οὐ δύναται συστῆναι ἀλλὰ καὶ ἑαυτὸ ἀπόλλυσι· κὂν ὁλόκληρον ᾖ, ἀρόρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ οῖς οὐ δεῖ, παύνται δὲ ταχέως· ὂ καὶ βέλτιστον ἔχουσι· τοῦτο δὲ πάσχουσιν. ὅτι οὐ κατέχουσι τῆν ὀργὴν οὐδὲ κρύπτουσιν ἀλλὰ ἐξάγονται καὶ ἀμύνονται εὐθὺς δι᾿ ὦν ἔξεστιν· ἀμυνάμενοι δὲ ταχέως διὰ τὴν ὀξύτητα παύονται εὐθὺς τῆς ὀργῆς. καθ᾿ ὑπερβολὴν δέ εἰσιν ὀξεῖς οἱ ἀκρόχολοι καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τὸ ὄνομα ἔχουσιν ἀπὸ τοῦ ἄκρου παρηγμένον. οἱ δὲ πικροὶ καὶ δυσδιάλυτοι καὶ πολὺν χρόνον ὀργίζονται· οὐ γὰρ εὐδὺς φανεροῦσι τὸν |θυμὸν ἀλλὰ κατέχοντες κρύπτουσι· παύονται δὲ τοῦ θυμοῦ. ἐπειδὰν ἀνταποδώσωσι κακὰ τοῖς λελυπηκόσιν. ή γὰρ τιμωρία ἡδονὴν αὐτοῖς ἐμποιεῖ καὶ διὰ τοῦτο τῆς λύπης ἀφίστηςι· τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσι καὶ περιφέρουσι τὴν ὀργήν. διὰ γὰρ μὴ φανεροῦν τὴν ὀργὴν οὐδὲ παπαμυθίας παρὰ τῶν ἀνθρώπων τυγχάνουσιν οὐδὲ παρακαλεῖ τις αὐτούς· ὅθεν καὶ κατέχουσιν ἀυτήν. μέχρις ἂν αὐτὴ ὑφ᾿ έαυτῆς διαλυθῇ καὶ περθῇ· τοῦτο δὲ διὰ χρόνου γίωεται. οἱ τοιοῦτοι δὲ καὶ έυτοῖς εἰσιν ὀχληροὶ καὶ τοῖς μάλιστα φίλοις. οὗτοι δὴ καὶ χαλεποὶ καλοῦνται, οἵτινες χαλεπαίνουσιν ἐφ᾿ οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ καὶ ὅσον οὐ δεῖ καὶ πλεῖστον ὀργίζονται χρόνον καὶ οὐ διαλλάττονται, εἰ μὴ ἀντιλυπήσουσι τοὺς λελυπηκότας. οὗτοι δὲ καὶ σονοικῆσαι χαλεποὶ καὶ βαρεῖς τοῖς ὁμοδιαίτοις. ἡ μὲν οὖν μεςόητς ἡ πραότης ἐστίν, ὑπερβολὴ δὲ ἡ ὀργιλότης, ἔλλειψις δὲ ἀναισθηςία τις ἂν καλοῖτο καὶ ἠλιθιότης ἢ ἀοργησία. ἀμφοτέρων δὲ ἀντικειμένων τᾖ μεσότητι μᾶλλον ἀντίκειται ἡ ὀργιλότης ἢ ἡ ἀοργησία· χεῖρον γὰρ κακόν ἐστιν ἡ ὀργιλότης τῆς ἀοργησίας, ὅτι μᾶλλον γίνεται· ἐλάχιστοι γὰρ οἱ ἀόργητοι· καὶ ὅτι συνοικῆσαι ὁ μὲν ἀόργητος ἡδύς, ὁ δὲ ὀργίλος χαλεπός, καὶ διὰ τοῦτο χεῖρον τὸ κακόν· τὸ γὰρ ἥμερον τῶν ἀνθρώπων καὶ φιλάλληλον ἀναιρεῖ. ὅτι μὲν οὖν ἡ μεςότης ἐστὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, αἱ δὲ παρ᾿ ἑκάτερα ὑπερβολαὶ καὶ ἐλλείψυεις κακά, δῆλον· καὶ εἴρηται ὅτι τὁ ὡς δεῖ ὀργισθῆναι καὶ ἐφ᾿ οἷς δεῖ καὶ ὅτε, τοῦτό ἐστιν ἡ μεσότης. μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν καὶ τίς ὁ δέων τῆς ὀργῆς καιρὸς |καὶ ὁ τόπος καὶ τὸ πρόσωπον καὶ τὰ τοιαῦτα, οὐ δυνατόν ἐστι διορίσαθαι· τὰ γὰρ κατὰ μέρος καὶ τὰ καθ᾿ ἕκαστα δόριστα, καθὼς καὶ περὶ τὰς ἀρχὰς εἴρηται· καὶ ἄλλοτε ἄλλα εἰσὶ τὰ προςήκοντα καὶ οὐδὲν τούτων ἐπὶ τοῦ αὐτοῦ ἕστηκε. τοῦτο δὲ μόνον δυνατὸν εἰπεῖν, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, αἱ δὲ ὑπερβολαὶ καὶ ἐλλείψεις ἐπὶ παντὸς πάθους κακίζονται· καὶ αἱ μὲν μικρὸν ἀφιστάμεναι τοῦ μέσου οὐ πάνυ γίνονται φανεραὸ καὶ διὰ τοῦτο οὐδὲ πάνυ ψέγονται, αἱ δὲ πλεῖστα καὶ πλεῖστα δοκοῦσι καὶ σφόδρα κακίζονται· ὅθεν δῆλον, ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέον. Περὶ φιλίας καὶ τῶν παρ᾿ ἑκάτερα κακιῶν δυσκολίας καὶ κολακείας. κεφ. η΄. Αἱ μὲν οὖν περὶ τὴν ὀργὴ ἕξεις εἴρηνται. εἰσὶ δὲ καὶ ἄλλαι ἕξεις ἐν ταῖς τῶν ἀνθρώπων κοινωνίαις ταῖς πρὸς ἀλλήλους, αἵτινες ἐν λόγοις καὶ ἐν πράγμασι γίνονται· περὶ ταύτας τοίνυν τὰς κοινωνίας δυνατὸν ἐπαινεῖσθαί τινα καὶ ψέγεσθαι. ἐπεὶ δὲ ἡ μὲν μεσότης ἐπαινετόν. ψεκτὸν δὲ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, φανερὸν ὅτι ἐν ταῖς κοινωνίαις ταύταις ὑπερβολὴ καὶ ἔλλειψίς ἐστι καὶ μεσότης· οἱ μὲν γὰρ ἄλλυποι παντάπασι βούλονται εἶναι τοῖς ἐντυγχάνουσι καὶ πάντα ἐπαινοδσι καὶ πᾶσιν ἀρέσκεσθαι βούλονται δοκεῖν καὶ οὐδενὶ περὶ οὐδενὸς ἀντιλέγουσιν· οἱ δὲ ἐκ διαμέτρου τούτοις ἔχουσι καὶ πάντας λυποδσι καὶ πάντα ψέγουσι καὶ οὐδὲν αὐτοις τῶν γινομένων ἀρέσκει καὶ πᾶσι περὶ παντὸς ἀντιλέγουσιν. οὖτοι δὴ ἄμφω κακίζονται. ἐπαινεῖται δὲ ὁ κατὰ τὸ δέον ταῦτα ποιῶν καὶ ἃ μὲν δεῖ ψέγων, ἃ δὲ δεῖ ἐπαινῶν, καὶ ἀρεσκόμενος οἰς ἀρέσκεσθαι δεῖ. καλεῖται τοίνυν ὁ μὲν πάντα ἐπαινῶν ἄρεσκός τις καὶ κόλαξ, ὁ δὲ πᾶσιν ἐπιτιμῶν δύσκολος, ὁ δὲ τὸ γινόμενον σῴζων περὶ ἄμφω φίλος ὰν καλοῖτο· ἔοικε γὰρ τὸ κατ᾿ αὐτὸν φιλίᾳ· ὄνομα γὰρ ἴδιον τῆς τοιαύτης μεσότητος οὐκ ἔστιν ἀλλὰ ἀπὸ τοῦ ὁμοίου καλεῖται. ἡ γὰρ τοιαύτη ἕξις τὸ στέργειν προσλαβοῦσα φιλία ἐστί· διαφέρει γὰρ τῆς φιλίας. ὅτι ἄνευ τῆς στοργῆς γίνεται. οὐ γὰρ διὰ τὸ στέργειν ἢ ἐχθαίρειν ἀοδέχεται τὰ λεγόμενα καὶ πραττόμενα ἢ ψέγει. ἀλλ᾿ ἁπλῶς τοῦ ἀγαθοῦ ἕνεκα καὶ ὅτι τοιαύτην ἔλαβεν ἕξιν· ὁμοίως γὰρ διάκειται πρός τε τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ πρὸς τοὺς συνήθεις καὶ ἀσυνήθεις κατὰ ταύτην τὴν ἕξιν. ἐπαινεῖ γὰρ ἀεὶ καὶ ψέγει ἃ δεῖ καὶ ὅσον δεῖ, πλὴν οὐχ ὁμοίως παντάπασιν· ἐν οἷς γὰρ δεῖ λυπεῖν οὐχ ὁμοίως λυπήσει τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ τοὺς συνήθεις καὶ ἀσυνήθεις· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἡδονῆς· οὐ γὰρ τὰ αὐτὰ ἁρμόξει. καὶ διὰ τοῦτο πρὸς τὸ ἀγαθὸν ἀποβλέπων ἀεὶ καὶ τὸ συμφέρον ὁ σπουδαῖος καὶ λύπην ποιήσει καὶ ἡδονὴν τοῖς ἐντυγχάνουσιν. ἔστι γὰρ ἡ τοιαύτη ἕξις περὶ ἡδονὰς καὶ λύπας τὰς ἐν ταῖς ὁμιλίαις γινομένας. καὶ ὅσαι μὲν ἡδοναὶ οὐ πρὸς τὸ ἀγαθὸν ἀποβλέπουσι, ταύταις οὐ συνησθήσεται τοῖς ἐντυγχάνουσιν ἀλλὰ μᾶλλον ἡδομένοις δυσχερανεῖ· καὶ προαιρήσεται λυπηρὸς ὀφθῆναι μᾶλλον ἢ ἡδύς, τοῦ ἀγαθοῦ ἕνεκα, μάλιστα ἂν ἡ ἡδονὴ αἰσχύνην φέρῃ καὶ βλάβην τῷ ποιοῦντι μεγάλην· τότε γὰρ αἰρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράνατα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν. οὐχ ὁμοίως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσιν, ἀλλ᾿ ἑκάστῳ ἀποδώσει τὸ πρέπον, καὶ κατὰ τὰς ἄλλας δὲ διαφορὰς τῶν ἐντυγχανόντων καὶ αὐτὸς διαφέρουσαν τὴν ὁμιλίαν ποιήσεται καὶ ἐπαινέσει ὡς δεῖ ἕκαστον καὶ ἐπιτιμήσει ὁμοίως ἐφ᾿ οἷς δεῖ καὶ ὅτε δεῖ· τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ καθ’ ἑαυτὸ αἱρούμενος. τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ δι’ ἑαυτό ἀλλὰ τοῦ συμφέροντος ἕνεκα. καὶ γὰρ ὅτε λυπεῖ ἕνεκά τινος με. γαλῆς ἡδονῆς, μετρίως λυπεῖ, τὸ φορτικὸν ἀεὶ εὐλαβούμενος. ὁ μὲν #x003E; περὶ τὰς ἐν ταῖς ὁμιλίαις ἡδονὰς καὶ λύπας μέσος τοιοῦτος· οὐκ ὠνόμασται δὲ ἰδίῳ ὀνόματι ἀλλὰ φίλος καλεῖται διὰ τὴν πρὸς ἰὴν φιλίαν ὁμοιότητα, καθὼς εἴρηται. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα πάντα ἐπαινῶν καὶ πᾶσιν ἀρεσκόμενος τὸ ἡδ· ὺς εἶναι μόνον ζητεῖ ἄρεσκος καλεῖται, εἰ δὲ ὅ πὼς ὠφέλειά τις αὐτῷ γένηται εἰς χρήματα μάτα ἢ ὅσα διὰ χρημάτων, κόλαξ. ὁ δὲ ἐλλείπων δύσκολος καὶ δύσερις, ὃς πᾶσι δυσχεραίνει καὶ πᾶσιν ἐπιτιμᾷ. ὅτι δὲ καὶ ἐνταῦθα ἡ μεσότης ὃν εἴρηται τρόπον ἀνώνυμός ἐστιν, οὐ δοκεῖ μέσῳ τινὶ ἀντικεῖσθαι τὰ ἄκα ἀλλὰ ἀλλήλοις. Περὶ ἀληθείας καὶ τῶν ἑκάτερα ἑκάτερα κακιῶν. κεφ. θ'. Περὶ ταύτας δὲ πρὸς ἀνθρώπους ὁμιλίας καὶ ἕτεραι γίνονται ἕξεις. ἡ γὰρ πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλία διπλῆ ἐστιν· · ἢ γὰρ περὶ τῶν λόγων ἢ τῶν ἔργων τοῦ συντυγχάνοντος γίνεται ἢ ἑκάστου περὶ τῶν ἑαυτοῦ. καὶ περὶ μὲν τὴν πρώτην αἱ εἰρημέναι γίνονται ἕξεις, περὶ δὲ τὴν δευτέραν ἄλλαι. ἢ γὰρ φεύδεταί τις περὶ ἑαυτοῦ λέγων καὶ τῶν ἰδίων ἔργων ἢ ἀληθεύει· καὶ εἰ φεύδεται, ἢ ἐλάττω λέγει τῶν ὄντων ἢ μείζω· εἰ μὲν οὖν ἀληθεύει καὶ οὔτε μείζω λέγει τῶν ὄντων οὔτε ἐλάττω, ἡ τοιαύτη ἕξις ἀλήθεια καλεῖται καὶ ὁ ἔχων ἀληθευτικός. εἰρωνεία δὲ καὶ ἀλαζονεία καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστα ἐπιτηδεύονται μὲν παρ ἐνίων καὶ τινὸς ἕνεκα, οἷον δόξης ἢ πλούτου ἢ ἄλλου τινὸς τῶν τοιούτων· εὑρίσκονται δὲ παρά τισι καὶ οὐδενὸς ἕνεκα. καί τινες ἐλάττω περὶ ἑαυτῶν λέγουσιν ὧν εἰσιν ἄξιοι καὶ αὖθις ἕτεροι μείζω, οὐχ ὅτι βούλονται οὕτω δοκεῖν ἀλλ’ ὅτι ἑαυτοὺς ἀγνοοῦσι· τοῦτο δὲ ἐλάχιστα συμβαίνει. ὡς γὰρ ἐπὶ τὸ πολύ, ἐάν τις οὐδενὸς ἕνεκα λέγῃ ἢ πράττῃ, οἷός ἐστι, τοιαῦτα καὶ λέγει καὶ πράττει καὶ οὕτω ζῇ. ἐπεὶ τοίνυν τὸ μὲν ψεῦδος ψεκτόν ἐστι καθ᾿ ἑαυτό, ἡ δὲ ἀλήθεια ἐπαινετόν, διὰ τοῦτο μεσότης μὲν κἀνταῦθα τὸ ἐπαινετόν, ἡ ἀλήθεια· ὑπερβολὴ δὲ καὶ ἔλλειψις τὰ ψεκτά, τὰ ψεύδη δηλονότι, ὧν ἡ μὲν ἀλαζονεία ὑπερβάλλει, ἡ δὲ εἰρωνεία ἐλλείπει. ἐροῦμεν δὲ περὶ ἑκατέρου ἀκριβέστερον· πρότερον δὲ περὶ τοῦ μέσου ἐροῦμεν. ἔστι τοίνυν ἀληθευτικὸς οὐχ ὁ ἀληθεύων ἐν ταῖς συμ|φωνίαις καὶ ἄλλοις τοιούτοις, 145 ὅσα εἰς δικαιοσύνην ἢ ἀδικίαν συντείνει (τοῦτο γὰρ ἄλλης· ἐστιν τῆς), ἀλλ’ ὅστις ἄνευ ἀνάγκης ἢ νομίμου ἢ δικαίου ἢ ἄλλου τινὸς πολιτικοῦ #x003E; καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει, διὰ μόνον τὸ ἔχειν τῆς τοιαύτης ἀρετῆς καὶ τοῦ ἀγαθοῦ ἕνεκα· καὶ τοιαῦτα περὶ ἑαυτοῦ λέγει καὶ τοιοῦτος τοῖς ἄλλοις ἐθέλει δοκεῖν οἷος κατὰ ἀλήθειάν ἐστιν. οὗτος δὲ καὶ ἐπιεικὴς ἂν εἴη. ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν εὕειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν· ὃς γὰρ εὐλαβεῖται τὸ ψεῦδος καθ’ ἑαυτό, διότι κακόν, ὅταν καὶ αἰσχρὸν τὸ αὐτὸ γένηται, καὶ οὐ μόνον ἦ κακόν, ἀλλὰ καὶ τοῖς ἄλλοις δοκῇ τοιοῦτον, πῶς οὐ φεύξεται πάσῃ δυνάμει; ὁ μὲν οὖν ἀληθευτικὸς, τοιοῦτος, καὶ ἔστιν ἐπαινετός, τὸ κακὸν καὶ αἰσχρὸν εὐλαβούμενος· ὃς εἰ δεήσει παρεκκλῖναι τοῦ μέσου, πρὸς τὴν ἔλλειφιν, οὐ πρὸς τὴν ὑπερβολὴν νεύσει· τοῦτο γὰρ ἐμμελέστερον δοκεῖ θατέρου διὰ τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι. ὁ δὲ ἀλαζὼν ὁ μείζω τῶν ὑπαρχόντων προσποιούμενος καὶ λόγοις καὶ ἔργοις. οὗτος δή, εἰ μὲν οὐδενὸς ἕνεκα προσποιεῖται, φαῦλος μὲν ἔοικεν εἶναι· οὐ γὰρ ἄν ἔχαιρε τῷ ψεύδει· μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δὲ τινὸς ἕνεκα προσποιεῖται, εἰ μὲν δόξης ἢ τιμῆς, οὐ λίαν ψεκτὸς ὁ ἀλα- ζών· ὁ δὲ ἕνεκα ἀργυρίου ἢ ὅσα εἰς ἀργύριον ἔρχεται, ἀσχημονέστερος. οὐ γάρ ἐστιν ἐν τῇ δυνάμει τοῦ ἀλαζόνος ἡ ἀλαζονεία· εἰ γὰρ οὕτως εἶχεν, οὐκ ἂν ἦν ψεκτόν· οὐ γὰρ ἂν ἦν τῶν ἑκουσίων καὶ ἐφ’ ἡμῖν, ἀλλ᾿ ἐν τῇ προαιρέσει ἐστί. καὶ διὰ τοῦτο καὶ αἰσχρόν ἐστι καὶ φέγεται· ἕξις γάρ τίς ἐστιν ἡ ἀλαζονεία· καὶ κατά τινα ἕξιν ὁ ἀλαζὼν γίνεται, ὥσπερ καὶ ὁ ψεύστης, ὃς οὐ δόξης ἕνεκα ἢ χρημάτων προσποιεῖται, ἀλλ’ αὐτοῦ τοῦ ψεύδους ἕνεκα μόνον. οἱ μὲν οὖν δόξης ἕνεκα ἀλαζονευόμενοι τοιαῦτα προσποιοῦνται, ὅθεν ἔπαινος ἀκολουθεῖ ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους ἕνεκα ἀλαζονευόμενοι ἐκεῖνα προσποιοῦνται ὅσα τοὺς πέλας ὠφελοῦσιν, οἷον ἰατρικὴν ἢ μαντείαν. προσποιοῦνται γὰρ ἰατροί τινες εἶναι ἢ μάντεις σοφοί, ἵνα δόξαντες ὠφέλιμοι εἶναι τοῖς κεχρημένοις παρακερδαίνωσι τὰ 10 ἐκείνων. τοιοῦτος μὲν οὖν ὁ ἀλαζών. εἴρων δέ ἐστιν ὁ τὰ ἐλάττω τῶν ὄντων προσποιούμενος. ουτος δὴ χαριεστερος του ἀλαζόνος δόκει· οὐ γὰρ κέρδους ἕνεκα προσποιεῖται ἀλλὰ φεύγων τὸ ὀγκηρὸν καὶ τὸ μέγας εἶναι δοκεῖν. ὃς μὲν οὖν εἰρωνευόμενος τὰ ἔνδοξα ἀπαρνεῖται, ὥσπερ καὶ Σωκράτης ἐποίει, χαρίεις χαρίεις εἶναι δοκεῖ, ὃς δὲ οὐ μόνον ἰὰ μεγάλα καὶ ἔνδοξα ἀλλὰ καὶ τὰ μικρὰ ἀπαρνεῖται, καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι, ὁ τοιοῦτος βαυκοπανοῦργος λέγεται καὶ εὐκαταφρός ἐστιν. ἐνίοτε δὲ καὶ ἀλαζὼν διὰ ταῦτα καλεῖται, οἷα ἐποίουν ἐν τοῖς ἱματίοις οἱ Λάκωνες· καὶ γὰρ καὶ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλει- ψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῆ εἰρωνείᾳ χαρίεντες φαίνονται, οἵτινες οὐ περὶ τὰ λίαν εὐτελῆ καὶ σφόδρα φανερὰ εἰρωνεύονται. οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου, μᾶλλον ἀντίκειται ὁ ἀλαζὼν ἢ ὁ εἴρων· χεῖρον γὰρ ἡ ἀλαζονεία, ὡς φα- νερόν ἐστιν ἐκ τῶν εἰρημένων. Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ι'. Ἐπεὶ δέ ἐστιν ἄνεσίς τις καὶ ἀνάπαυσις ἐν τῷ βίῳ καὶ ἐν ταύτῃ τῇ ἀνέσει ἐστί τις διαγωγὴ μετὰ παιδιάς, δοκεῖ καὶ ἐνταῦθα εἶναί τις ὁμιλία ἀγαθὴ καὶ ἐμμελής, καὶ λέγειν οἷα δεῖ καὶ ὡς δεῖ τὸν ἀναπαύσεως δεόμενον· ὁμοίως δὲ καὶ οἷα δεῖ ἀκούειν καὶ ὡς δεῖ καὶ ὅτε δεῖ. διαφέρει γὰρ τὸ τοιαῦτα λέγειν τοῦ τοιούτων ἀκούειν, ὅθεν δῆλον ὅτι ἔστι καὶ ἐν ταύτῃ τῇ ὁμιλία καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἡ μὲν οὖν ὑπερβολὴ βωμολοχία καλεῖται καὶ οἱ ἔχοντες βωμολόχοι καὶ φορτικοί, οἳ τῷ γελοίῳ ὑπερβάλλουσι καὶ μᾶλλον ζητοῦσι τὸ γέλωτα ποιῆσαι ἢ τὸ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον. ἔλλειψις δὲ σκληρότης καὶ ἀγριότης καὶ οἱ ἔχοντες ἄγριοι καὶ σκληροί, οἵτινες οὔτε αὐτοὶ γελοῖον οὐδὲν λέγουσι καὶ τοὺς λέγοντας δυσχεραίνουσι καὶ μισοῦσιν. ἡ δὲ μεσότης εὐτραπελία καὶ οἱ ἔχοντες εὐτράπελοι, οἷον εὔτροποι· καὶ γὰρ τοῦ ἤθους εἶναι δοκοῦσιν αἱ τοιαῦται κινήσεις· οὗτοι δέ εἰσιν οἱ παίζοντες παίζοντες καὶ ὡς δεῖ καὶ ὅτε. ὥσπερ γὰρ αἱ κινήσεις τὰ σώματα χαρακτηρίζουσιν, οἷον πῦρ μὲν ἡ εἰς τὸ ἄνω κίνησις καὶ πᾶν κοῦφον, βαρὺ δὲ ἡ εἰς τὸ μέσον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ἀπὸ τῶν ἔξω καὶ φαινομένων τοῦ ἀνθρώπου κινήσεων αἱ ἕξεις τῆς ψυχῆς φαίνονται καὶ τὰ ἤθη. ἐπεὶ δὲ οἱ μὲν σκληροὶ ἐλάχιστα γίνονται, πλεῖστοι δέ εἰσιν οἱ χαίροντες παιδιᾷ καὶ σκώμμασι, καὶ τὸ γελοῖον ἀγαθὸν δοκεῖ μᾶλλον ἢ τὸ σκυθρωπόν, διὰ τοῦτο οἱ βωμολόχοι εὐτράπελοι λέγονται, ι ὡς χαρίεντες καὶ ἡδεῖς· ὅτι δὲ οἱ βωμολόχοι τῶν εὐτραπέλων οὐ μικρῷ διαφέρουσι, καὶ ἐκ τῶν εἰρημένων δῆλον. οὗτοι δὲ οἱ εὐτράπελοι καὶ ἐπιδέξιοί εἰσι καὶ εὐτραπελία ἐπιδεξιότης ἄν εἰκότως καλοῖτο· τοῦ ἐπιδεξίου γάρ ἐστιν ἐκεῖνα καὶ λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθέρῳ ἁρμόττει. ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούειν· ἡ γὰρ τοῦ ἐλευθέρου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ ταῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. τοῦτο δὲ ἀπὸ τῶν κωμῳδιῶν γίνεται δῆλον τῶν τε παλαιῶν καὶ τῶν νέων· ἐν γὰρ ταῖς κωμῳδίαις οἱ μὲν φαύλους τινὰς καὶ ἀνδραποδώδεις ὑποκρινόμενοι γελοῖα καὶ ἡδέα ἡγοῦνται τὰ αἰσχρά, οἱ δὲ ἐλευθερίους τινὰς καὶ ἐπιδεξίους καὶ ἐπιεικεῖς ὑποκρινόμενοι τὰ μεθ’ ὑπονοίας· ταῦτα δὲ οὐ μικρῶ τινι διαφέρει ἀλλήλων πρὸς εὐσχημοσύνην. τίνα οὖν ἐροῦμεν εἶναι τὸν μέσον ἐν ταῖς παιδιαῖς; τὸν εὖ σκώπτοντα καὶ ὡς δεῖ ἄνθρωπον ἐλεύθερον, ἢ τὸν μὴ λυπηρὸν τοῖς ἀκούουσιν, ἢ καὶ χαρίεντα καὶ ἡδύν; καὶ τοῦτο ὁρισμὸς ἔσται τοῦ ἐν ταῖς παιδιαῖς μέσου. ἀλλὰ ἀόριστός τις καὶ οὗτος ὁ ὁρισμὸς εἶναι δοκεῖ· οὐ γὰρ τὸ αὐτὸ πάντες μισοῦσιν οὐδὲ τοῖς αὐτοῖς χαίρουσιν· ἀλλὰ ἄλλοις ἄλλα δοκεῖ ἡδέα καὶ λυπηρά· καὶ οἷς ἕκαστος χαίρει, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ ἐν ταῖς πρὸς ἄλλους ὁμιλίαις· καὶ ἃ σκώμματα ἀκούων ἀνέχεται, ταῦτα καὶ λέγει· οὐ γὰρ πάντα ἐρεῖ. καὶ γὰρ καὶ οἱ νομοθέται ἔ ἔνια λοιδορεῖν κωλύουσι· λοιδόρημα δέ τί ἐστι καὶ τὸ σκῶμμα. ὅτι τοίνυν ἀόριστά εἰσιν ἃ μισοῦμεν καὶ οἷς χαίρομεν, διὰ τοῦτο χαλεπόν ἐστιν ἀκριβῶς ὁρίσασθαι τὸν ἐν ταῖς παιδιαῖς μέσον· ἀλλ’ αὐτὸς ὁ ἐλευθέριος καὶ 149 χαρίεις οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ. τοιοῦτος μὲν οὖν ὁ μέσος, εἴτε εὐτράπελος εἴτε ἐπιδέξιος λέγεται. ὁ δὲ βωμολόχος σφόδρα ἐρῶν τοὐ γελοίου οὐδενὸς φείδεται τῶν γέλωτα ποιούντων οὔτε ἔργων οὔτε ῥη- μάτων καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἀκουόντων ἀπέχεται, ἀλλ’ ἵνα μόνον κινήσῃ γέλωτα, καὶ ἑαυτὸν αἰσχύνει καὶ τοὺς ἀκούοντας, ἐκεῖνα λέγων καὶ πράττων, ὧν οὐδὲν οὔτε εἴποι ἂν οὔτε ποιήσειεν ὁ χαρίεις· ἔνια δὲ οὐδὲ ἀνάσχοιτο ἂν ἀκοῦσαι. ὁ δ’ ἄγριος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος· οὔτε γὰρ αὐτὸς ἡδύς ἐστι καὶ τοὺς ἄλλους οὕτως ἔχοντας δυσχεραίνει· καὶ οὗτος δὲ κακίζεται διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς τὸν ἀνθρώπινον βίον καὶ τὴν ἀνάπαυσιν καὶ τὴν παιδιάν. τρεῖς γάρ εἰσι μεσό- τητες ἐν τῷ βίῳ περὶ τὰς πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλίας· μία μὲν περὶ · τὴν ἀλήθειαν, ἥτις παρ’ ἑκάτερα τήν τε ἀλαζονείαν καὶ τὴν εἰρωνείαν ἔχει, δύο δὲ περὶ τὸ ἡδύ· ὧν ἡ μέν ἐστιν ἡ λεγομένη φιλία, ἥτις παρ’ ἑκάτερα τήν τε κολακείαν καὶ τὴν δυσκολίαν ἔχει, ἑτέρα δὲ ἡ εὐτραπελία καὶ ἐπιδεξιότης, ἧς παρ’ ἑκάτερα ἡ βωμολοχία καὶ ἡ σκληρότης καὶ ἡ ἀγριότης ἐστίν· ἄμφω γάρ ἡδονήν τινα ποιοῦσι τῷ βίῳ, ὅ τε φίλος καὶ ὁ εὐτοάπελος. Περὶ αἰδοῦς, ὅτι οὐκ ἔστιν ἀρετή. κεφ. ἰὰ. Ἡ δὲ αἰδὼς οὐκ ἔστιν ἀρετή· οὐ γάρ ἐστιν ἕξις ἀλλὰ μᾶλλον πάθος· ὃ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται |γὰρ φόβος ἀδοξίας. συμβαίνει γὰρ τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τά δεινά φοβουμένῳ· ἐρυθραίνεται γάρ, ὥσπερ ὠχριᾷ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω γὰρ σωματικά πὼς φαίνονται εἶναι, ἥ τε αἰσχύνη καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. τοῦτο δὲ τὸ πάθος οὐ πάσῃ ἡλικίᾳ ἁρμόζει ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἁμαρτάνειν· πολλὰ γὰρ ἁμαρτάνουσιν οἱ νέοι διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γίνονται. διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες ἐπαινετοί, πρεσβύτερον δὲ οὐδεὶς ἄν ἐπαινέσειεν ὅτι ὅτι αἰσχυντηλός· οὐ δεῖ λό’ οὐ δεῖ γάρ τὸν πρεσβύτερον ἐκεῖνα πράττειν ἐφ’ οἷς αἰσχύνη ἐστίν· οὐ γάρ ἐστιν ἡ αἰσχύνη τοῦ ἐπιεικοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις. ἐπεὶ γὰρ τὰ μέν εἰσι κατὰ ἀλήθειαν αἰσχρά, τὰ δὲ οὐκ εἰσὶ μέν, δοκοῦσι δέ, δέον ἐστὶ φεύγειν ἀμφότερα τὸν ἐπιεικῆ· φεύγων δὲ τὰ αἰσχρὰ οὐδέποτε αἰσχυνθήσεται. τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον· ἡ γὰρ αἰδὼς ἐπὶ τῶν ἑκουσίων αἰσχρῶν γίνεται, ὁ δὲ ἐπιεικὴς οὐδὲν αἰσχρὸν οὐδέποτε πράξειεν ἂν ἑκου- σίως. φαίνεται δὴ μὴ. εἶναι τὴν αἰδῶ ἀρετήν τινα ἀλλὰ μᾶλλον πάθος· οὐ γὰρ ἀεὶ ἐπαινετόν ἐστιν οὐδὲ ἁπλῶς καὶ καθ’ ἑαυτὸ ἐπιεικὲς ἄν λέγὰρ γοιτο, ἀλλ’ ἐξ ὑποθέσε οἶον εἰ γένοιτο ἁμαρτεῖν τινα, ἐπιεικὲς ἐστιν αἰδεῖσθαι· οὐχ οὐτῶ δὲ ἔχουσιν αἱ ἀρεταί· ἕξεις γάρ εἰσι διὰ παντὸς ἐγκείμεναι τῇ ψυχῇ. |εἰ δὲ καὶ μεσότης τις εἶναι δοκεῖ καὶ ἔστι μεταξὺ τῆς τε καταπλήξεως καὶ τῆς ἀναισχυντίας, καὶ ἐπαινεῖται μὲν ὁ αἰδήμων, κακίζονται δὲ οἵ τε ἀναίσχυντοι περὶ τὰ αἰσχρὰ καὶ οἱ πλέον τοῦ δέοντος αἰδήμονες, οἱ λεγόμενοι καταπλῆγες, οὐδὲν μᾶλλον διὰ τοῦτο ἀρετή ἐστιν ἡ αἰδώς· ἡ μὲν γὰρ ἀρετὴ μεσότης, ἡ δὲ μεσότης οὐ πάσα ἀρετή· οὐ γὰρ ἀντιστρέφει. οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.