Ancient Greek · ~295 min
TOV AVTOY nAPAa)PA2I^ Ell^ TO E.
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis TOV AVTOY nAPAa)PA2I^ Ell^ TO E..1
Not analysed yet
Περὶ δικαιοσύνης. κεφ. α'. εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον τίνων μέσον καὶ τίνα τὰ παρ’ ἑκάτερα τοῦ δικαίου. σκεφώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθ’· ἧς· καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεφάμεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς· ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθ’ ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δι- καιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφ’ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφ’ ἧς οὐ βουλόμεθα. δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως ὁρισθῆναι· ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστη- μῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν |ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν ἰατρός ἐστι,. κἄν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρ· ικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυνάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπι- στήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσωδεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις κός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκός. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἑκτῶν· ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἑκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτ· έρα πλεονα- χῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, |ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τ· ὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγομένων μένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ ἰά σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλά τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ ἴε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ᾗ τὰς θύρας κλείομεν· ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται ὁ ἄοικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσος· καὶ δίκαιον μὲν τὸ νόμι- μον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περὶ τί ἐστιν ἀγαθόν, εἴη ἄν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν. ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν· οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶ|ναι οὐδὲ ἰῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθ’ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἡ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειλέγηται μένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ οὐτοῖς ἀγαθὰ καὶ ὅσα εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀ. εὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης ἕκτη εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκα ἴον εἶναί |φαμεν· ὥστε περὶ ὅσα ἄσιν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην συνῆν εἶναι συμβαίνει. ἀλλ’ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέφοντος ταῖς πολιτείαις ἀπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τά κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος φρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν· ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον. ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δ᾿ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη σύνῃ περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιεχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθ᾿ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστ’ ἱν ὀξὶς, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετή ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς εστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ᾿ οὐ μόνον καθ’ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὼφελοῦσιν, λοῦσιν, ἄλλοις δὲ δι’ αὐτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος λόγος ι ἀρχὰ δείξει ἄνδρα᾿· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ ἢ ἡ πρὸς ἴλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὗν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ’ ὅλη ἐστὶν ἡ ἀρειή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλ’ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται. Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. β'. Ἐστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοὐ καὶ μερικὴν εἶναι δικαιοσύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθη- ρίας ἄδικος μὲν λέγοιτο ἄν, λεονέκτης δὲ οὐδαμῶς· οἷός ἐστιν ὁ ῥίψας τὴν ἀσπίδα διὰ ἰὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρή- μασι δι’ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρδους δοὺς ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄνια, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄοικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πατάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσήκοντα κοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερόν, ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἀπάντων· ἡ δὲ. καθόλου περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτ· η ἡ μερικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον καὶ τὸ παράνοuόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνΦον. ἐπεὶ δὲ τὸ πλέον οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλ’ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος (τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον), ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἄν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλ’ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον. Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γ'. Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρειὴ καὶ χρῆσις τῆς ὅλης ὰρειῆς (ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἀπάσης ἀρέτης κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπου- δαίους |τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, δι’ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπο· ρήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθ’ ἣν γίνεταί τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστε- ρον ἐροῦμεν. ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη· τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις (ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὗς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν), ἕτερον δὲ τὸ ἐν τοῖς σὺ συναλλάγμασι διορθωτικόν. τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις (ὅταν τις ἐπὶ μισθῷ τὴν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι), παρακαταθήκη μίσθωσις ἢ δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρ’ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ ἡ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον κλοπὴ |μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, δολοφονία φευδομαρτυρία· βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· δὲ ἐν τῷ δικαστηρίῳ ἢ ζημίαν ἢ θάνατον ἡ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· τοῦ δὲ περὶ τὰ #x003E; τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου. Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοὐ διανεμητικοῦ εἴδους τοῦ δικαίου. δικαίου. κεφ. δ᾿. Ἐστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δικαιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον ὅτι θεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρειάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τὴς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι · καἰ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προσῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἄν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δίκαιον καῖον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁ ποία γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἐλατοὶ, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὄτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβάνουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμβάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων; φέρε εἰπεῖν, κατὰ τὴν ἀρειήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοὺ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ γε λαμβάνοντος καὶ τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν· ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσίν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβ' καὶ ζ', ἀναλογίαν ποιήσομεν, καὶ ἔσται ὡς ὁ κ' πρὸς τὸν ι' ὁ ιβ' πρὸς ζ'· καὶ οὕτως ἀεὶ ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι. εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι· ὥσπερ γὰρ ὁ κ' πρὸς ι', ὁ ι' ε' · ἀλλ’ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ δὲ |διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατεραν φεωμετρικὴν ἀναλογίαν οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ ἁ ὑπερέχῃ τοῦ β' τοσοῦτον, ὅσον τὸ γ' ὑπερέχει τοῦ δ'. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦμεν. ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμενται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ ἰοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι, ὃν ἔχει λόγον ὁ τετιμημ· ένος Ἀχιλλεὺς πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος Αἴας πρὸς τὸν Αἴαντα· ἰαὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει. ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικὴ ἀναλογίᾳ, ἀλλ’ ἐν τῇ γεωμετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταύτα τὰ εἴδη πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δ΄ καὶ ὁ δ΄ καὶ ὁ ς΄ καὶ ὁ ε΄ · ὑπερέχει δὴ ὁ δ΄ τοῦ γ΄ ὅσον ὑπερέχει ὁ ς΄ τοῦ ε΄· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ς΄ καὶ ὁ ε΄ ὑπερέξει τοῦ ε΄ τῷ ς΄· ὁ δὲ ς΄ καὶ γ΄ συντεθέντα ὑπερέξει το. ῦ γ΄ τῷ δ΄· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητι|κῶς· κῶ· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δ΄ πρὸς τὸ γ΄, ἥτις ἐστὶ τοῦ ς΄ πρὸς ε΄· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ια΄ τοῦ ε΄, ἢ ὁ ζ΄ τοῦ γ΄ διὰ ταῦτα δὴ τὸ δια- νεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ κατὰ τὴν . συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ· δυνατὸν τὸ γὰρ] διδόμενον καὶ τὸν λαμβάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατ’ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ ἰὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατ’ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, δι’ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλ’ οἱ μὲν δημοκρατικοὶ τὴν ἐλευθερία λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δ’ ἀριστοκρατικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον. τὸ μὲν οὖν δίκαι· ον ἀνάλογον, καθὼς τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ· ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνά|παλιν, ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου. Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’ αὐτὸ ἀναλογίας. κεφ. ε΄. Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλλάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλ’ οὐ κατὰ τὴν γεωμετιρικήν, καθ’ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητικήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πολίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνακαλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκατέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δέ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν |ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ, συμβαίνει ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικημένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δίκαιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀποστερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοιχεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλ’ ἀεὶ τὴν ἰσότητα ζητητέον τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμβάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἡ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικαστὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν ταύτῃ τῇ δικαιοσύνῃ κατιοειν, συνέχεις ποιησάμενον τοὺς ὄρους· ἐστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδικήσαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ. ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι (ὅς τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται), ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλεῖσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονετῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, Ι ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἀπανομρθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶτσιν, ἐπὶ τὸν δικαστὴν κατα- φεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι. ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι · νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· καῖον· μέ σὸν ἄρα τὸ δίκα ἴον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα τητᾷ καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ ἰῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δᾶ, τὴν γδ, καὶ προσθεὶς τῇ δᾶ, τὴν ἂγ· ἴσην ἐποίησε τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος σότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἄν εἴ τις εἴποι δίζαιον· καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ -δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ |μείζονος ἢ ἀγαθοῦ ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς· οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ #x003E; γα ὑπερέχει τῆς ἅδ’ τῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, ἅδ’ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀναλογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῆ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς ἅδ’, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις, αἱ ἄα, ββ, γγ· τετμήσθω δὲ ἡ ἄα δίχα κατὰ τὸ ε, ἥ τε γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ ἰῆς ἄα ἡ ἄε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς ἔα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς ἄα τῆ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς ἔα τῇ τε τῇ καὶ τῇ εἰ εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ ἄα, τὸ ἐλλεῖπον πρόσ’ θήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ ἔα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς ἔα ὑπερέχει τῇ αὐτῇ τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβααίνει, φανερὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὗ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρεία τούτων γενώμεθα, καὶ τοσοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζημιοῦνται· οὕτω γὰρ δυνατὸν συνιστάνται τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ τῶν δεομένων ἀνπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχνας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πά· σχοῦσιν ὡς ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πολλῷ ἔλαττον, ο. ὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγατων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ πλείονα πλείονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι· λέγω δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν ὅταν τις τοσαῦτα λάβῃ, ὅ σὰ εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικήσαι, τοῦτ᾿ ἔστι κερδάναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος. Ὀτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20 ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτο. κεφ. ς΄· Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος επος εἰ κε πάθοι τά κ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο. τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δι|καίου. οὔτε γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα ἐπάταξεν, οὐ δίκαι. ον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι. δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς ἀλλακτικαῖς κοινωνίαις; οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς ἰῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀποκτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐτὸς κακῶς, οὐ τά αὐτὰ δέ, ἀλλά κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δοθυλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε · τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὗ ποιεῖν καὶ εὓ πάσχειν· πρὸς μὲν γὰρ τῆν’ ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὗ παθόντα καὶ εὖ ποιῆσαι καὶ τὴν χάριν ἀμείφασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἥ συνέχει ἰὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, |ἵνα αἱ χάριτες τιμῶνται διὰ τῆς ἀντχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐτὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ λαμβάνων, καὶ λαμβάνει παρ’ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήφεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτ’ ἄν. αἱ υεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι. τῶν ἐν 10 χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλ’ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν· ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλ’ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται. ,ἀλλ’ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήψεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρ’ αὐτοῦ λήψεται κατὰ ἀναλογίαν. ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον τιμιώτερον θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ τοσοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς |χάρισι τηρεῖν ἰὴν ἰσότητα· πλὴν κατὰ τὴν ἀναλογίαν. ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις· διάμετρος μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν (??)ἐπιζευγνυμένη εὐθεῖα. ἔστω δὲ ὥσπερ τετράγωνον οί τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφ’ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφ’ οὗ τὸ γ, οἰκία, ἐφ’ οὗ τὸ β, ὑπόδημα, ἐφ’ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχδὸν |ἀλλαγῆναί διὰ τὸ ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητ· οῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διά τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔρηγον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοι- νωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ δι’ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεόμενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νόμισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρ’ ἡμῶν ἐτέθη, καὶ ἐφ’ ἡμῖν ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστον. ἔστι τοίνυν καὶ τὸ νόμισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ ἔστι χρεία δι’ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον. ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς, ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δι· καία ἔσται ἡ ἀλλαγή. ἔστω γεωργος σχυτοτομος γὰρ σκυτοτόμος, ἐφ’ οὗ γ, γεωργός, ἐφ’ οὗ α, ὑποδήματα, ἐφ’ οὗ δ, σῖτος, ἐφ’ οὗ β· κείσθω δὴ τὸν γεωγρὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωγρὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου. · εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά, οὐ γὰρ δυνατὸν ἰσασθῆναι. εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλ’ ὅταν ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι ὁὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλήλων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ακοινώνητοί εἰσιν· ὥσπερ τοὐναντίον, ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρῄζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται του γεωργικοῦ, ἴνα τὰ ἀλ|λάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παελήφθη θῆ τὸ νόμισμα· καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρ’ ἐκείνου τὸ ἐκείνου ἔργον. ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, ὅτι ἐπειδὰν ἴων τοῦ γεωργοῦ δεηθῇ, δι’ αὐτοῦ λήψεται παρὰ ἰοῦ γεωρδὲ γοῦ, ὧν ἐν χρείᾳ κατέστη. καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μάλιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ δι’ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τιμᾶσθαι· οὕτω γ. ὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς ἰσότητος ἀλλαγὴν γενέσθαι #x003E; ,ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν ἄνευ νομίσματος τινά γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ (οὐ γάρ ἐστι μέρος μετρουμένων), νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται οἰκία μναῖ δέκα κλίνη καὶ ἀπὸ τοὐ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ I κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι, τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμ· ίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου πενταλπλάσιον,. ἡ ἄρα οἰκία ἰῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταλπλασιασθῇ. ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικον, καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορθωτικόν. Ὅτι ἡ δι. καιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. κεφ. ς'. Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία μεδυνατόν σότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν. καὶ ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς· τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρ’ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται,, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι ἰῆς ἀδικίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζῆ τεῖ, καὶ τούτου ἐστὶ ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοὐ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθ’ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρακτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς, οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρέχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλω νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοὐ ὠφελίμου βλαβεροῦ καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς διανομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλ’ ὡς ἔτυχεν· ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι. ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον. Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. εἶναι. κεφ. η'. Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τουτων ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται· ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν |τις ἀδικεῖ μέν, ἄδικος δὲ οὖκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοι- χεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἐστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφ’ ᾦ σώσει, ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ· ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον. τίνα δέ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει ᾗ ἀδικίᾳ. ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατ’ ἐκεῖνα ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος· ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέφας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος λαμβάνει καὶ τὸν ὁρισμόν, κα διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατσκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέγεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ δι’ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαιρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθ’ ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἡδίκησε μέν, ἄδικος δὲ οὐκ ἔστι. Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θ'. Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὔκ εἰσι κυρίως δίκαια ἀλλὰ ὅμοιά πὼς τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προσήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦλον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορθωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύνανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἀπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον, ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ᾖ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται. ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ· ἀρκῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ, τὸ μὲν οὖν δίκαιον δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν <καὶ δεσποτικὸν> οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πάτοι τὸ τέκνον, ἕως ὑπ’ αὐτόν ἐστι καὶ ἰῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλός καὶ ἕως ἂν ᾐ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἷναι οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρ|χειν καὶ ἄρχεσθαι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῶ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν. Περὶ τοὺ φυσικοῦ καὶ τοὐ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον· κεφ. ι'. Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικον εστι, το οε νομικόν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι (πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστ· ον ἔχειν τὰ ἑαυτοῦ), νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν. . ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς μνᾶς· . πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν οουλων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν· τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα ’δε δικαίᾳ δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικὰ· πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ παντακοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρ’ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια παντα μετα|βάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι πάρα τισι δίκαιον δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν. πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει εἰ γὰρ καὶ παρ’ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη εἷναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρ’ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι ἰοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καἰ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον <οὐ> νομίζουσιν αὐτό, δῆλον. ἐπεὶ δὲ καὶ τὸ δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν ὃν εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα; καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθήσεται τὸ δίκαιον καθ’ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ κατα- λυθὲν βλάβην ἐπενεγκεῖν δύναται. ει οὕτως ε χει. φυσικον διαιὸν ἐστιν, εἰ ’δε μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ενοεχεται μὲν πανίας τῇ ἀρι- στερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων εἶναι τῆς ἀριστερᾶς· ἰὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σι|τηρὰ μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλ’ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δίκαια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη. ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις ὡς τὸ καθόλου πρὸς τὰ καθ’ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ὠὰ καθόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι. Τί ἐστι δικαίωμα καὶ οικαιοπραγημα καὶ αδικοπραγημα. κεφ. ια΄. Διαφέρει δὲ τὸ δικαίωμα τὸ ὗ’ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθ’ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήμάτος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὕστερον ἐπισκεφόμεθα. νὺν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιοπραγεῖ, ὅταν ἑκών τις· αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, δὲ ἄκων, οὔτε ἀδικεῖ δικαιοπραγεῖ καιοπραγεῖ καθ’ αὑτό, ἀλλ’ ἢ κατὰ συμβεβηκός. αἱ γὰρ πράξεις καθ’ ἑαυτὰς οὔκ εἰσιν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς. συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλ’ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς ἀδικίας, διὰ τοῦτο ἄδικοι <ἢ δίκαιαι> λέγονται κατὰ συμβεβηκός, πράττοντες αὐτάς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθ’ αὑτὸ δέ, ὅταν ἑκούσιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπ’ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα, οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γάρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον δικαιοπράγμηα καθ’ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακαταθήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλ· ὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον. Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγγνώστων. κεφ. ι β'. Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκούσιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρ|τήματα λέγονται, αἱ δὲ ἀτυχήματα. 1 καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινά ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν; οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄνθρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύχημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπ’ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέλεσεν ὁ βλάφας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ δι’ αὐτὸ τοῦτο, ἵνα βλάφῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχεθείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέφῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι. ταῦτα δὲ ἑκάτερα τά τε ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγοντι. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός; ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν |ἀλλ’ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι. ὁ δὲ ἀμυνάμενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοὐ βλαβέντος εἰς τὴν ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίαοις συνάλλαγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστὶν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανεφά ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἷναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρ’ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ δᾶ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαίνεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διά. μοχθηρίαν ἀδικεῖ τις, κατ’ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως ὁ ἑ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. |ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δ’ οὔ, ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρτάνει καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ δι᾿ ἄγνοιαν δέ, ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον φόβον ἢ λύπην ἢ πεῖναν ἡ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγγνωστά ἐστι. ἔστι δὲ τὸ μὲν δι’ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, δι’ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ γινώσκων καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν λέγεται ἁμαρτάνειν. ,ὃς καὶ συγγινώ- κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται. Ὀτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεἲ. ιγ΄. Δόξειε δ’ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πὼς μὴ τέρα κατέκτα τὴν ἐμήν, βραχὺς λόγος, ἑκὼν ἑκοῦσαν, καὶ θέλουσαν οὐχ ἑκών. δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἡ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ καὶ ἀδικεῖσθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διηρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται. τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοδ’ δικαιοῦν καὶ δικαιοῦσθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολασθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀληθές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δικαιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι,. ὅτι ο. ὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καἰ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκουσίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα 1 καὶ ἔτι οἱκοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἁδικείσθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον· ἀποσείσασθαι. τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφ’ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα |ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικκ πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς οιανομαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἐκούσιον δέ. ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ἅΤε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· ὥστε οὖ δυνατὸν βούλεσθαί τινα ἀδικισθαι, οὐδὲ τὸν ἀκρατῆ. καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑκυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἷναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλάπτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεισθαά τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεισθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν ἐστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλ’ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ποιεῖ, δὲ οὐκ ἔστι, πρὸς πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων ἰῆς ἀξίας οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλ’ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα. ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδικεῖται· κεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων, οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτεται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυνατον. Περὶ τοὐ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαπβάνων. κεφ. ιδ΄· Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθ’ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος γὰρ ἀδικεῖ καθ’ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρ’ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθ’ αὑτό, ἀλλ’ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπ’ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρ’ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφ’ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις ἐστίν· ἕτερον δὲ τρό|πον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀριστέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν διαιὸν οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δι᾿ ἄγνοιαν ἄγνοιαν ἰὰ ἄδικα πράττων οὐκ ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ. προσῆκεν, οὐ μόνον ἰὸν λαβόντα πλεονεκιτῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ. καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ δι’ ἔχθραν ἡ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου, καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· καθάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμμερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι (καίτοι οὐκ καίτοι ἔλαβεν ἀργύριον), οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται; μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι. Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἷναι. κεφ. ιε΄· Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῶ θελῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου· τὸ δὲ ἢ δικαιοσύνης ἕξιν ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, δι’ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφ’ ἡμῖν, ὥστε ἅμα τῷ βούλεσθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώσκειν οὐδὲν οἴονται σοφὸν εἶναι· ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν, οὐ χαλεπὸν συνιέναι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρ’ ὧν, ἀλλ’ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρ᾿ ὧν δεῖ. τὸ δὲ ταῦτα καθ’ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργον, ὅσον ἰατρὸν εἶναι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικηκότα κότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ φυγεῖν· ἀλλ’ οὗ τὸ τὰ ἄδικα πράττειν |ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοὐ δειλοῦ πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλ’ ἁ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων άπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαγρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα. τὸ μὲν οὗν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθ’ αὑτὰ καὶ ὅπως ἔχει, διωρισάμεθα. μέθᾳ. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου #x003E; δόξης, ἐν οἷς καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δικαίου χρεία καὶ τοὐ διορθωτικοῦ. ἀλλ’ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλ’ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀν’· θρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵν’ ἐκεῖθεν ὁ τρὸς ἀπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύνανται θεραπευθῆναι· ὅθεν οὐδ’ ἐν αὐτοῖς ἔχει χώραν τὸ δί|καίον· ἐν ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις προσῆκε. Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιζ. Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπι- είκεια πρὸς δικαιοσύνην. τὸ δ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκό- λουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μεταφέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὅν ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει, ἔχει δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται. τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς· καὶ σπουδαίου ὄντος καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν |ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλ’ ἔστιν ἐπανόρθωμα δικαίου νομίμου. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπ’ ἐνίοις δὲ τῶν καθ’ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθ’ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνήσκειν· ἀνελθὼν <δέ> τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλ’ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσθιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβληθῆναι ἄλλοτε ἄλλως ἐχόντων. ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι, ἐπ’ ἐλάχιστα συμβαίνει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγκαῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθ’ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτήματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθ’ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος παρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνήσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω· ταῦτα δὲ καὶ αὐτὸς ἄν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδει, ἐνομοθέτησεν ἄν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλτιόν τῖόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρθωμα τοῦ νόμου, καθ’ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου· τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο μασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι· τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδιος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ τοῦ λίθου· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται. τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἔπιε ἷκε ία, καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ [ὁ] ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικός, |καίπερ ἔχων τὸν νόμον βοηθόν· καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις. Ὄἰὶ οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κέω. ἵζ’. Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικάς ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνατόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα ἀποικτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει· τὸ δὲ· παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ. δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνόμενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ τὴν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ |κατὰ τὴν πραότητα νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· 6 γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ἑ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται· . οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἥ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἡ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν· αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρ᾿ αὐτοῦ, ἀμυνομένη αὐτὸν δι’ ὧν ἔξεστιν· οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέδεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν. εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον· καὶ εἴη ἄν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχιστον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γενέσθαι· καὶ <τὸ> ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. ἔτι δὲ ἀνάγκη ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούνενον καὶ ἅλλα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ |ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθ’ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθ’ ὅλως ἄλλο τι ποιεῖν. τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ ἰὴν αὑτοῦ βούλησιν. Ὁτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιη΄. Φανερὸν δέ, ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ· ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδικίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοὐ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβε|βηκὸς δὲ οὐδὲν δὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσ· θαι ὀργισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν εμπρησθηναι τὴν πόλιν. ὅμως δὲ καὶ ουτω μεῖζον κακὸν τὸ αοικειν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα· ἐπεὶ οὐδὲ πλευρῖτις ἔλαττον κακὸν τοῦ προσπταισυατος. διότι συνέβη τινὰ πρσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν. τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθ’ ὃ καὶ ἡ ψυχὴ πρὸς ἰὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκολουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς [τὸ] ἀρχόμενον· καὶ δίκαιόν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν τρόπον τοῦτον.