Ancient Greek · ~3 min
Chapter 129
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 129
Not analysed yet
p. 99a18 Καθ' ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον. Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ' εἰ μὲν καθ’ ἕκαστον εἶδος λαμβάνοιμεν τὸν ὑποκείμενον ὅρον, οὗ τὴν αἰτίαν τοῦ ὑπάρχειν τι αὐτῷ ζητοῦμεν, ἐπὶ πλέν ἔσται τὸ οὗ τῆς ὑπάρξεως τὸ αἴτιον ζητοῦμεν, τὰ οἷς ὑπάρχει τὸ κατηγορούμενον, ἐπ' ἴσης ἔσται ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἐχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν.