Ancient Greek · ~1 min
Chapter 137
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 137
Not analysed yet
p. 99 b5 Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν. Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων.