Ancient Greek · ~2 min
Chapter 138
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 138
Not analysed yet
p. 99 b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται. Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι' ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰσυητικόν, πεζόν, λογικόν, ἄνθρωπος.