Ancient Greek · ~9 min
Chapter 82
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 82
Not analysed yet
p. 95 a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρονον. Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ' ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγπμέμαο τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστ' εἰ μὴ εἴη τοῦτο, οὐδ' ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὁτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ' αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ' ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ' ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα εν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὦν ὁ χρόνος συνεχής, τὰ δ' ἐν οἶς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ' ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷςον τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἔκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ πἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ ὁ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν <οὐδ’ ὅρον κοινὸν> ἕξει πρός τι.