Ancient Greek · ~1 min
Chapter 83
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 83
Not analysed yet
p. 95 b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως δεῖ λεχθῆναι περὶ τούτων. Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνειρειν.