Ancient Greek · ~4 min
Chapter 84
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 84
Not analysed yet
p. 95 b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως' ἀλλ' ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον γεγονός τῆς ἀκολουθάς γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἴπε διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν.